Ancient Greek
Dfhg-Source dfhg1_ANDROTIO
ANDROTIO, Fragmenta 36
Not analysed yet
Τῶν ἀρχαίων φασὶ Θρᾳκῶν μηδένα ἐπίστασθαι γράμματα. Ἀλλὰ καὶ ἐνόμιζον αἴσχιστον εἶναι πάντες οἱ τὴν Εὐρώπην οἰκοῦντες βάρβαροι, χρῆσθαι γράμμασιν· οἱ δὲ ἐν τῇ Ἀσίᾳ, ὡς λόγος, ἐχρῶντο αὐτοῖς μᾶλλον. Ἔνθεν τοι καὶ τολμῶσι λέγειν, μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι Θρᾷκα ὄντα, ἀλλ ̓ ἄλλως τοὺς μύθους αὐτοῦ κατεψεῦσθαι. Ταῦτα Ἀνδροτίων λέγει, εἴ τῳ πιστὸς ὑπὲρ τῆς ἀγραμματίας καὶ ἀπαιδευσίας Θρᾳκῶν τεκμηριῶσαι.