Ancient Greek
Dfhg-Source dfhg1_ANDROTIO
ANDROTIO, Fragmenta 4
Not analysed yet
Τὸν κωλακρέτην, τὸν ταμίαν τῶν πολιτικῶν χρημάτων. Ἀριστοφάνης ὁ γραμματικὸς τούτους ταμίας εἶναί φησι τοῦ δικαστικοῦ μισθοῦ, οὐ μόνον δὲ τούτου τὴν ἐπιμέλειαν ἐποιοῦντο, ὥς φησιν, ἀλλὰ καὶ τὰ εἰς θεοὺς αναλισκόμενα, διὰ τούτων ἀνηλίσκετο, ὡς Ἀνδροτίων γράφει οὕτως· «Τοῖς δὲ ἰοῦσι Πυθῶδε θεωροῖς τοὺς κωλακρέτας διδόναι ἐκ τῶν ναυκληρικῶν ἐφόδιοι ἀργύρια, καὶ εἰς ἄλλο ὅ τι ἂν δέῃ ἀναλῶσαι.»