Ancient Greek
Dfhg-Source dfhg1_ANDROTIO
ANDROTIO, Fragmenta 49
Not analysed yet
Τὰ δὲ ἐς τοῦ Δωριέως τὴν τελευτὴν ἔστιν ἐν τῇ συγγραφῇ τῇ Ἀτθίδι Ἀνδροτίωνι εἰρημένα· εἶναι μὲν τηνικαῦτα ἐν Καύνῳ τὸ βασιλέως ναυτικὸν, καὶ Κόνωνα ἐπ ̓ αὐτῷ στρατηγὸν, Ῥοδίων τε τὸν δῆμον πεισθέντα ὑπὸ τοῦ Κόνωνος ἀπὸ Λακεδαιμονίων μεταβαλέσθαι σφᾶς ἐς τὴν βασιλέως καὶ Ἀθηναίων συμμαχίαν, Δωριέα δὲ ἀποδημεῖν μὲν τότε ἐκ Ῥόδου περὶ τὰ ἐκτὸς Πελοποννήσου χωρία, συλληφθέντα δὲ ὑπὸ ἀνδρῶν Λακεδαιμονίων αὐτὸν· καὶ ἀναχθέντα ἐς Σπάρτην, ἀδικεῖν τε ὑπὸ Λακεδαιμονίων καταγνωσθῆναι, καὶ ἐπιβληθῆναί οἱ θάνατον ζημίαν. Εἰ δὲ τὸν ἄντα εἶπεν Ἀνδροτίων λόγον, ἐθέλειν μοι φαίνεται Λακεδαιμονίους ἐς τὸ ἴσον ἔτι Ἀθηναίοις καταστῆσαι, ὅτι καὶ Ἀθηναίοις ἐς Θράσυλλον καὶ τοὺς ἐν Ἀργινούσαις ὁμοῦ τῷ Θρασύλλῳ στρατηγήσαντας προπετείας ἐστὶν ἔγκλημα.