Ancient Greek · ~5 min
ΣΤΝΤΑΓΜΑ
Anna Comnena, Ἀλεξιάδα 1
Not analysed yet
Ρέων ὁ χρόνος άκαθεκτα καἰ ἀεὶ τι κινούμενος παρασύρει Par. καἰ παραφέρει πάντα τὰ ἐν γενέσει καὶ ἐς βαθὺ ἀφα- Ven. νείας καταποντοῖ, ὅπου μὶν οὐκ ἄξια . . . . . πράγματα, ὅπου δὲ μεγάλα τε καὶ ἄξια μνήμης ,καὶ τά τε ἄδηλα φύων κάτα τὴν τραγῳδίαν καὶ τὰ φανέντα κρυπτόμενος. ἀλλ’ ὅ γε λόγος τῆς ἱστορίας ἔρυμα καρτερώτατον γίνεται τῷ τοῦ χρόνου ῥεύματι καὶ ἵστησι τρόπον τινὰ τὴν ἀκάθεκτον τούτου ῥοήν, καὶ τὰ ἐν αὐτῷ γενόμενα πάντα, ὁπόσα ὑπερείληφε, ξυνέχει καὶ περισφίγγει καἰ οὐκ ἐᾷ διολισθαίνειν εἰς λήθης βυθούς. ταῦτα δὲ διεγνωκυῖα πὼ ἐγὼ Ἄννα, θυγάτηρ μὲν τῶν βασιλέων Ἀλεξίου καὶ Εἰρήνης, πορφύρας τιθήνημά τε καὶ γέννημα, οὐ γραμμάτων οὐκ ἄμοιρος, ἀλλὰ καὶ τὸ ἑλληνιζειν ἐς ἄκρον ἐσπουδακυῖα, καὶ ῥητορικῆς οὐκ ἀμελετήτως ἔχουσα καὶ τὰς Ἀριστοτελικὰς τέχνας εὖ ἀναλεξαμένη καὶ τοὺς Πλάτωνος διαλόγους, καὶ τὸν νοῦν ἀπὸ τῆς τετρακτύος τῶν μαθημάτων πυκάσασα, (δεῖ γὰρ ἐξορχεῖσθαι ταῦτα, καὶ οὐ περιαυτολογία τὸ πρᾶγμα, ὅσα ἡ φύσις καὶ ἡ περὶ τὰς ἐπιστήμας σπουδὴ δέδωκε, καὶ ὁ θεὸς ἄνωθεν ἐπεβράβευσε, καὶ ὁ καιρὸς συνεισήνεγκε,) βούλομαι διὰ τῆσδέ μου τῆς γραφῆς τὰς πράξεις ἀφηγήσασθαι τοὐμοῦ πατρός, οὐκ ἀξίας σιγῇ παραδοθῆναι, οὐδὲ τῷ ῥεύματι τοῦ χρόνου παρασυρῆναι καθάπερ εἰς πέλαγος ἀμνημοσύνης, ὅσας τε τῶν σκήπτρων ἐπειλημμένος κατεπράξατο καὶ ὅσας πρὸ τοῦ διαδήματος ἔδρασεν, ἑτέροις βασιλεῦσιν ὑπηρετούμενος.