Ancient Greek · ~21 min
ΑΛΕΞΙΑΣ ΙA.
Anna Comnena, Ἀλεξιάδα 1.1-10
Not analysed yet
῾Ο δέ γε Βαϊμοῦντος καὶ πάντες οἱ κόμητες ἑνωθέντες, οὗ διαπλωΐσασθαι πρὸς τὴν Κιβωτὸν ἔμελλον, μετὰ τοῦ Γοντοφρὲ τὴν τοῖ. ᾿Ισαγγέλη προσέμενον ἄφιξιν. πλῆθος δὲ ὄντες ἀναρίθμητον, ἐπεὶ οὐκ ἠδύναντο αὐτοῦ που προσμένειν διὰ τὴν σπάνιν τῶν βοσκημάτων, εἰ καὶ τὴν τοῦ βασιλέως μετὰ τοῦ Ἰσαγγέλη ἀνέμενον ἄφιξιν, ἵνα κεῖθι συνταξάμενοι αὐτῷ τῆς πρὸς Νίκαιαν φερούσης ἅψωνται, διχῆ διαιρεθέντες οἱ μέν διὰ τῆς Βιθυνῶν καὶ τῆς Νικομηδείας πρὸς Νικαίαν ἤλαυνον, οἱ δὲ τὸν τῆς Κιβωτοῦ διανηξάμενοι πορθμὸν ἐς ταὐτὸν συνεληλύθεσαν. καὶ οὕτω τῇ Νικαίᾳ προσπελάσαντες τοὺς πύργους καὶ τὰς μεταξὺ κορτίνας σφίσιν αὐτοῖς διενείμαντο, κατὰ τάξεις τινὰς τὴν τειχομαχίαν ποιεῖν βουλευσάμενοι, ἵν’ ἐντεῦθεν ἕτερος πρὸς ἕτερον ἐρίζοντες καρτερωτέραν τὴν πολιορκίαν ποιοῖντο· τὸ δέ λάχος τοῦ Ἰσαγγέλη κενὸν ἐάσαντες τὴν ἐκείνου προσέμενον ἄφιξιν. ἐν ταὐτῷ δὲ καὶ ὁ αὐτοκράτωρ τὸν Πελεκάνον κατέλαβε κατὰ νοῦν ἔχων τὴν Νικαίαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. οἱ δέ ἐντὸς Νικαίας βάρβαροι τὸν σουλτάνον πολλάκις εἰς τὴν σφῶν αὐτῶν ἀρωγὴν μετεπέμποντο. ἐκείνου δέ τι βραδύ- νοντος καὶ τῆς πολιορκίας ἐξ ἀνατολῆς ἡλίου μέχρι καταδύσεως αὐτῆς ἐν πολλαῖς ἤδη γινομένης ἡμέραις, ἐπεὶ ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτοὺς ἑώρων γνωσιμαχήσαντες Βέλτιον προσεληλυθέναι τῷ βασιλεῖ ἢ παρὰ τῶν Κελτῶν ἁλῶναι ἐγνώκεσαν. μετακαλοῦνται τοίνυν ἐπ’ αὐτὸ τοῦτο τὸν Βουτουμίτην τόσα καὶ τόσα ἀγαθὰ παρὰ τοῦ βασιλέως πείσεσθαι διὰ γραμμάτων συχνῶν πολλάκις αὐτοῖς ἐπαγγελλόμενον, εἰ τὴν Νικαίαν αὐτῷ παραδοῖεν. ὁ δέ τὰς τοῖ βασιλέως φιλοφροσύνας καθαρώτερον ἀπαγγείλας καὶ τὰς ἐγγράφους ὑποσχέσεις ὑποδείξας, εἰ τὸ κάστρον αὐτῷ παραδοῖεν, ἀσμένως δέχεται παρὰ τῶν Τούρκων ἀπειρηκότων ἤδη πρὸς τοσαῦτα πλήθη ἀντικαθίστασθαι καὶ βέλτιον λογιζομένων τῷ βασιλεῖ τὴν πόλιν αὐθαιρέτως παραδοῦναι καὶ χρημάτων καὶ τιμῆς μετασχεῖν ἢ ξίφους παρανάλωμα γενέσθαι. οὔπω τρίτην ἡμέραν ὁ Βουτουμίτης ἐντὸς εἶχε, καὶ ὁ ᾿Ισαγγέλης καταλαβὼν ἀποπειρᾶσθαι τοῦ τείχους δι’ ὧν ἡτοίμαζεν ἑλεπόλεων ἔσπευδεν. ἐν τῷ μεταξὺ δὲ φήμη τις αὐτοὺς καταλαμβάνει τὴν τοῖ σουλτάνου ἔλευσιν μηνύουσα. τοῦτο οἱ Τοῦρκοι μεμαθηκότες καὶ τεθαρρηκότες τὸν Βουτουμίτην παραχρῆμα ἐξέωσαν. ὁ δὲ σουλτάνος μέρος τοῦ στρατοῦ ἀποδιελόμενος ἀπέστειλε σκεψομένους τὴν τοῦ Ἰσαγγέλη ἔφοδον Παραγγείλας ὡς, εἴ τισι τῶν Κελτῶν ἐντ΄ χοιεν, μὴ ἀναβαλέσθαι τὴν μετ’ αὐτῶν μάχην. θεασάμενοι δέ πόρρωθεν τούτους οἱ τοῦ ᾿Ισαγγέλη ξυμμίγνυνται. ἀλλὰ καὶ οἱ λοιποὶ κόμητες καὶ αὐτὸς ὁ Βαϊμοῦντος τὴν τουτωνὶ τῶν βαρβάρων ἐνωτισθέντες ἔφοδον ἐξ ἑκάστης κομητούρας ἀνὰ διακοσίους διελόμενοι καὶ εἰς πολὺ πλῆθος ξυμποσώσαντες παραχρῆμα εἰς ἀρωγὴν τῶν τοῦ Ἰσαγγέλη πέμπουσιν· ἐφθακότες δὲ μέχρις ἐσπέρας τοῖς βαρβάροις ἐδίωκον. ὁ δὲ σουλτάνος οὐδαμῶς ἐπὶ τούτοις ἀναπεπτώκει, ἀλλ’ αὐγα- ζούσης ἡμέρας ὁπλίζεται καὶ πανσυδὶ τὴν ἔξω τειχῶν Νικαίας πεδιάδα κατειλήφει. καὶ οἱ Κελτοὶ αἰσθόμενοι τῆς τούτου παρουσίας καρτερῶς ὁπλισάμενοι καθαπερεὶ λέοντες κατ’ αὐτῶν ἵενται. καὶ συρρήγνυται τηνικαῦτα πόλεμος βαρὺς καὶ δεινός. ἐν ἴσῃ δὲ μοίρᾳ τῆς μάχης ἀμφοτέροις ἱσταμένης τοῖς μέρεσι δι᾿ ὅλης ἡμέρας, ἐπεὶ ὁ ἥλιος ἐπὶ κνέφας ἦλθε, τρέπονται οἱ Τοῦρκοι τῆς νυκτὸς αὐτοῖς διαιτησάσης τὴν μάχην. πίπτουσι μὲν οὖν ἐξ ἑκατέρων πολλοί [κτείνονται δέ οὐχ ἥττονες], τιτρώσκονται δὲ οἱ πλείους. καὶ λαμπρὰν τὴν νίκην ἀράμενοι οἱ Κελτοί, πολλῶν δέ καὶ κεφαλὰς τοῖς δόρασι περιπείραντες ἐπανέρχονται καθαπερεὶ σημαίας ταύτας φέροντες, ἳν᾿ οὕτω πόρρωθεν τὸ γεγονὸς διαγνόντες οἱ βάρβαροι καὶ τὴν ἐκ πρώτης βαλβίδος ἧτταν δειλιάσαντες τῆς συντόνου μάχης ἀποστήσονται. τοιαῦτα μὲν οὖν οἱ Λατῖνοι πεπράχασί τε καὶ διελογίσαντο. ὁ δὲ σουλτάνος τὰ ἄπειρα τούτων θεασάμενος πλήθη καὶ τὴν ἀκάθεκτον τόλμαν ἐξ αὐτῆς προσβολῆς ἐγνωκὼς τοῖς ἐντὸς Νικαίας Τούρκοις τὸ ἐνδόσιμον δίδωσι “πράσσετε τοῦ λοιποῦ” λέγων "πᾶν, ὅπερ βέλτιον κρίνετε” ᾔδει γὰρ πρὸ καιροῦ τῷ βασιλεῖ μᾶλλον προαιρουμένους παραδοῦναι τὴν πόλιν ἢ παρὰ τῶν Κελτῶν 25 ἁλῶναι. ὁ δέ γε Ἰσαγγέλης τοῦ προκειμένου ἐχόμενος ἔργου μόσυνα κυκλοτερῆ τεκτηνάμενος καὶ ἐξ ἑκατέρου μέρους βύρσαις αὐτὸν περιστείλας, κατὰ δὲ τὸ μέσον λύγοις διαπλέξας καὶ πάντοθεν κατοχυρώσας τῇ πλευρᾷ προσεπέλασε τοῦ λεγομένου Γονάτου πύργου. ὸς τὴν ἐπωνιμίαν ἐκληρώσατο πάλαι, ὁπηνίκα Mανουὴλ ἐκεῖνος, ὁ τοῦ προβεβασιλευκότος Ἰσαακίου τοῦ Κομνηνοῦ πατὴρ καὶ τοῖ ἀδελφοῦ αὐτοῦ Ἰωάννου τοῦ πρὸς πατρὸς ἐμοῖ πάππου, στρατηγὸς αὐτοκράτορος τῆς ἑῴας ἁπάσης παρὰ τοῦ τότε βασιλεύοντος Βασιλείου προὐβέβλητο, ἐφ᾿ ᾧ τὴν μετὰ τοῦ Σκληροὶ ἔχθραν διαλῖσαι ἢ χειρὶ πρὸς τοῦτον ἀντικαταστὰς ἢ γνώμῃ εἰς εἰρηνικὰς σπονδὰς τοῦτον σινελάσας. ἐπεὶ δ᾿ ὁ Σκληρὸς μαχιμώτατος ὢν καὶ αἵμασι χαίρων ἀεὶ τὴν μάχην τῆς εἰρήπς μᾶλλον ἠσπάσατο, πολέμων μεγάλων καθ᾿ ἑγάστην συρρημνυμένων, ὡς τοῦ Σκληροῦ μὴ μόνον τὴν εἰρήνην μὴ θέλοντος, ἀλλὰ καὶ δι᾿ ἑλεπόλεων γενναίων ἀγωνιζομένου τὴν Νίκαιαν ἑλεῖν, καταρράξαντος τὰ τείχη, τοῦ πλείονος μέρους τοῦ πίργου ποδοκοπηθέντος κάτωθεν συνέβη σόξαι τὸν πύργον, ὡς ἐπὶ γόνι· δοκεῖν ἐπικλιθῆναι κἀκ τούτου τῆς τοιαύτης μπειληχέναι προσηγορίας. οὕτω μὲν οὖν τὰ κατὰ τόν Γονάτην παρηκολουθήκει. ὁ δὲ ᾿Ισαγγέλης τὸν ἤδη ῥηθέντα μόσυνα ἐμπείρως πάνυ κατασκευάσας, ὃν οἱ πλείονα ἐμπειρίαν τῶν μηχανικῶν κεκτημένοι χελώνην κατονομάζουσιν. ἐντὸς τούτου ἄνδρας ὁπλοφόρους τειχεσιπλήτας εἰσῆξε καὶ ἑτέρους τοὺς τὸν πύργον κάτωθεν κατασείειν διὰ σιδήρων εἰδότας, ἐφ’ ᾧ τοὺς μὲν πρὸς τοὺς ἄνωθεν τοῦ τείχους μάχεσθαι, τοὺς δέ ἐκεχειρίαν ἔχειν ἐντεῦθεν τὸν πύργον διορύττειν. οἳ καὶ κορμοὺς ξύλων εἰσῆγον ἀντὶ τῶν ἐξαγομένων λίθων· μέχρι δέ τῆς ἐντὸς ἐπιφανείας ἐφθακότες, ὡς καὶ αὐγήν τινα ἐκεῖθεν εἰσιοῦσαν θεάσασθαι, πῦρ ἐμβαλόντες ἐνέπρησαν τοὺς κορμούς. τούτων δὲ ἐκτεφρωθέντων συνέβη τὸν Γονάτην ἐπὶ πλέον κλιθῆναι, ὡς μὴ ἀπολωλέναι τὴν κλῆσιν. ἐμβόλοις δέ καὶ οἰκήμασι τὸ ἐπίλοιπον περιζώσαντες τῶν τειχῶν καὶ τὸν ἐκτὸς τούτων διακείμενον τάφρον ὡς ἐν ῥιπῇ· πληρώσαντες κόνεως, ὡς εἰς μίαν ἐπιφάνειαν συναφθῆναι ταῖς ἐφ’ ἑκάτερα παρακειμέναις πεδιάσιν, ὡς ἐνὸν τῆς πολιορκίας εἴχοντό.