Ancient Greek · ~35 min
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 11.1-6
Not analysed yet
Ἀλλὰ ταῦτα μέν τὰ κατὰ τὸν Γοντοφρὲ καὶ ῾Ραοὺλ καὶ τοὺς ἄλλους τοὺς συνεπομένους αὐτοῖς. ὁ δέ γε Βαϊμοῦντος μετὰ τῶν ἄλλων κομήτων καταλαβὼν τὸν Ἄπρον καὶ μήτ’ ἐξ εὐγενῶν φύντα ἑαυτὸν ἐπιγινώσκων μήτε δυνάμεις πολλὰς συνεπαγόμενος δι’ ἣν εἶχε σπάνιν τῶν χρημάτων, τὴν τοῦ αὐτοκράτορος βουλόμενος ἐπισπάσασθαι εὔνοιαν, ἅμα δέ καὶ συγκαλύψαι τὰ κατ’ αὐτὸν ἐθέλων, μετὰ δέκα καὶ μόνων Κελτῶν προεξελθὼν τῶν ἄλλων κομήτων ἔσπευσε καταλαβεῖν τὴν βασιλεύουσαν. ὁ δὲ βασιλεὺς τὰς αὐτοῦ μηχανὰς γινώσκων καὶ τὸ ὕπουλον καὶ ἐνεδρευτικὸν αὐτοῦ ἦθος ἐκ μακροῦ ἐπιστάμενος ἔσπευσε πρὸ τοῦ καὶ τοὺς ἄλλους καταλαβεῖν κόμητας ὁμιλῆσαί τε καὶ ἀκοῦσαι τῶν παρ’ αὐτοῦ λεγομένων καὶ πεῖσαι πρὸ τῆς ἐκείνων ἀφίξεως διαπερᾶσαι, ἵνα μὴ ἑνωθεὶς μετ᾿ αὐτῶν καταλαμβανόντων ἤδη καὶ τὰς ἐκείνων διαστρέψειε γνώμας. εἰσελθόντι δὲ ἱλαρὸν εὐθὺς ἐνατενίσας τὰ κατὰ τὴν ὁδοιπορίαν ἐπυνθάνετο καὶ ὅπου τοὺς κόμητας κατέλιπε. τοῦ δὲ ἅπαντα διασαφήσαντος αὐτῷ, ὡς εἶχε γνώμης, ἀστεϊζόμενος ὁ βασιλεὺς καὶ τῶν κατὰ τὸ Δυρράχιον καὶ τὴν Λάρισσαν τετολμημένων παρ᾿ αὐτοῦ ἀναμιμνήσκει τηνικαῦτα καὶ τῆς ἔχθρας ἐκείνης. ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν ὡς “ἔγωγε κἂν ἐχθρὸς κἂν πολέμιος τοτ᾿ ἦν, ἀλλὰ νῦν αὐτόμολος ἥκω φίλος τῆς σῆς βασι- λείας”. ὁ δὲ αὐτοκράτωρ διὰ πολλῶν μετελθὼν αὐτὸν καὶ ἀκροθιγῶς πως ἀποπειράσας τὸν αὐτοῦ λογισμόν ἐπεὶ διέγνω κατανεύσαντα τοῦτον ὅρκια πιστὰ δοῦναι πρὸς αὐτὸν ἔφη “τὰ νῦν μὲν κεκοπιακότα σε ἀπὸ τῆς ὁδοιπορίας χρὴ ἀπελθόντα διαναπαύσασθαι, ἐς νέωτα δὲ περὶ ὧν βουλόμεθα ὁμιλήσομεν”. ἀπελθόντι οὖν εἰς τὸ Κοσμίδιον, οὗπερ τὰ τῆς κατοικίας αὐτῷ προηυτρέπιστο, τράπεζα τούτῳ παρατίθεται δαψιλὴς παντοίων ὅψων καὶ ἐδεσμάτων μεστή. εἶτα καὶ ὠμὰ κρέα χερσαίων τε καὶ πτηνῶν ζώων προσενεγκόντες οἱ ὀψοποιοὶ ἔφασαν “ἡμῖν μέν τὰ ὄψα, ὡς ὁρᾷς, ηὐτρέπισται κατὰ τὸ σύνηθες· εἰ δὲ μὴ ἀρεστά σοι ταῦτα, ἰδοὺ καὶ ὠμὰ καὶ κατασκευασθήτωσαν καθά γε βούλει”. οὕτω γὰρ παρὰ τοῦ αὐτοκράτορος κατασκευάσαι τε καὶ εἰπεῖν ἐντεταλμένον αὐτοῖς ἦν. καὶ γὰρ ὁποῖος ἐκεῖνος δεινὸς ἤθους καταστοχάσασθαι ἀνδρός, δεινὸς εἰς καρδίαν βάψαι καὶ λογισμοὺς θηρᾶσαι ἀνθρώπου, τὸ τοῦ ἀνδρὸς ἐπιστάμενος δύσνουν καὶ κακόηθες ἐστοχάσατο τοῖ ὄντος. ἵν᾿ oὖv μὴ ὑποψίαν τινὰ κατ᾿ αὐτοῦ σχοίη, καὶ τὰ ὠμὰ κρέα ἐν ταὐτῷ προσενεχθῆναι αὐτῷ προσέταξε διαλύων τάχα τὴν ὑποψίαν. οὐκ ἠστόχει δέ τοῦ σκοποῦ. ὁ γὰρ δεινὸς Βαϊμοῦντος τῶν μὲν ὄψων οὐ μόνον ἀπογεύσασθαι ὅλως, ἀλλ᾿ οὐδ᾿ ἄκροις δακτύλοις προσψαῦσαι ἠνέσχετο, ἀλλ᾿ ἀπώσατό τ᾿ εὐθὺς καὶ μηδενί τι τῆς ὑποδραμούσης αὐτὸν ὑτπονοίας ἐμφήνας τοῖς παρεστῶσι πάντα διένειμε, τῷ μὲν φαινομένῳ φιλοφρονεῖσθαι τούτοις ὑποκρινόμενος, τῇ δ᾿ ἀληθείᾳ, εἴ τις καλῶς σκοποίη, θανά- του κρατῆρα κεράσας αὐτοῖς. οὐδὲ τὸν δόλον ἐπέκρυπτε· τοσοῦτον καταφρονητικῶς περὶ τοὺς ὑπ᾿ αὐτὸν διέκειτο. τὰ μὲν ὠμὰ κρέατα κατὰ τὸ ἔθος τῆς ἐνεμαμέντς τοῖς ἰδίοις ὀψοποιοῖς κατασκειάσαι ἐπέταττε. τῇ μετ᾿ αὐτὴν δὲ τοὺς τὰ ὄψα ἐκεῖνα ἐδηδοκότας ἐπυνθάνετο, ὅπως αὐτοὺς διέθεντο. τῶν δέ “καὶ λίαν καλῶς” εἰρηκότων καὶ ὡς μηδέ τῆς τυχούσης αἰσθέσθαι βλάβης, ἀποκαλυψας αὐτοῖς τὸ ἀπόρρητον ἔφη ὡς “ἔγωγε μεμνημένος τῶν μετ᾿ αὐτοῦ πολέμων καὶ τῆς μάχης ἐκείνης ἐδεδίειν, μὴ τὸν ἐμὸν ἴσως ἐξαρτύσῃ θάνατον, θανάσιμόν τι φάρμακον τοῖς ὄψοις ἐπεμβαλών”. τοιαῦτα μὲν τὰ τοῖ Βαϊμούντου. ἐγὼ δ’ οὔποτε πονηρὸν ἐθεασάμην μὴ τοῦ ὀρθῶς τι ποιεῖν πόρρω που ἐν πᾶσι λόγοις καὶ πρακτέοις θέοντα · ὁπηνίκα γάρ τις τῆς μεσότητος ἐκσταίη, πρὸς ὁπότερον ἂν τῶν ἄκρων νεύσειε, πόρρωθεν τῆς ἀρετῆς ἕστηκε. μεταπεμψάμενος οὖν τὸν Βαϊμοῦντον ὁ βασιλεὺς τὸν συνήθη τοῖς Λατίνοις καὶ ἐξ αὐτοῦ ἐζήτει ὅρκον. ὁ δέ τὰ ἑαυτοῦ ἐπιστάμενος καὶ ὅτι οὔτε ἐκ προγόνων περιφανῶν ἐγεγόνει οὔτε χρημάτων εὐπορίαν εἶχε καὶ διὰ τοῦτο οὐδὲ δυνάμεις πολλάς, ἀλλὰ μετρίοις πάνυ τοὺς συνεπομένοις αὐτῷ Κελτούς, καὶ ἄλλως δὲ φύσει ἐπίορκος ὤν, μάλα προθύμως τῷ τοῦ αὐτοκράτορος ὑπεῖξε θελήματι. κᾷθ’ οὕτως ὁ βασιλεὺς περὶ τὰ βασίλεια οἰκίσκον τινὰ ἀφορίσας εἰς τοὔδαφος κατέστρωσε παντοῖον εἶδος χρημάτων, *καὶ ἀμφίων χαράγματός τε χρυσίου καὶ ἀργύρου καὶ τῆς κατωτέρω ὕλης τοσοῦτον πληρώσας τὸ οἴκημα, ὡς μηδὲβαδίζειν δύνασθαί τινα τῷ πλήθει τούτων συμποδιζόμενον· τῷ δὲ μέλλοντι ὑποδεῖξαι ταῦτα τῷ Βαϊμούντῳ ἐπέταττεν ἀθρόον τὰς πύλας ἀναπετάσαι. ὁ δὲ ἐπὶ τῇ τούτων θέᾳ ἐκπλαγείς φησιν “εἰ τοσαῦτά μοι προσῆν χρήματα, πολλῶν ἂν χωρῶν κύριος πάλαι ἐγεγόνειν αὐτός’’. καὶ ὅς “ταῦτά σοι τὴν σήμερον ἀποχαρίζεται ἅπαντα ὁ βασιλεύς’’. ὁ δέ περιχαρῶς ταῦτα δεξάμενος καὶ εὐχαριστήσας ἀπῄει ἀναπαυθησόμενος οὗ κατέλυσεν. ἀποκομισθέντων δέ τούτων αὐτῷ, μεταβαλὼν ὁ πρὶν τεθαυμακὼς ἔφη “οὐδέποτε τοιαύτην ἀτιμίαν ἔσεσθαί μοι ἀπὸ τοῦ βασιλέως ἤλπισα· λαβόντες οὖν ταῦτα ἀπαγάγετε τῷ πέμψαντι’’. ὁ δὲ βασιλεὺς τὸ φύσει παλίμβουλον τῶν Λατίνων γινώσκων τὸν δημώδη λόγον ἀντέφησε “κακὸν πρᾶγμα πρὸς τὸν ἴδιον ἐπανερχέσθω αὐθέντην’’. τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας καὶ τοὺς ἀποκομίσοντας ἐπιμελῶς ἀναζητοῦντας αὖθις αὐτὰ ὁρῶν μεταβαλὼν ὁ πρὶν ἀποπεμπόμενος ταῦτα καὶ ἀχθόμενος ἐπὶ τούτοις ἱλαρὸν βλέμμα τοῖς ἀποκομισταῖς ἐδείκνυ καθάπερ τις πολύπους μετασχηματιζόμενος ἐν βραχεῖ. φύσει μὲν γὰρ ἦν ὁ ἀνὴρ πονηρὸς καὶ ὀξὺς πρὸς τὰ συμπίπτοντα, πονηρίᾳ καὶ ἀνδρείᾳ τοσοῦτον ὑπερέχων ἁπάντων τῶν τότε διερχομένων Λατίνων, ὁπόσον δυνάμεσί τε καὶ χρήμασιν ἥττητο· ἀλλὰ καὶ ὡς πάντων ἐκράτει κακεντρεχείας περιουσίᾳ, τὸ δέ παλόμβουλον ὡς φυσικόν τι τῶν Λατίνων παρακολούθημα παρείπετο καὶ αὐτῷ. τὰ γοῦν χρήματα ὁ ἀπωθούμενος περιχαρῶς τηνικαῦτα ἐλάμβανε. δύσνοις γὰρ ὢν τὴν γνώμην, ἐπεὶ μηδὲ χώραν ὅλως κεκτημένος τῆς ἐνεγκαμένης ἐξῄει τῷ μὲν φαινομένῳ χάριν τῆς τοῦ ἁγίου τάφου προσκυνήσεως, τῇ δ’ ἀληθείᾳ ἀρχὴν ἑαυτῷ περιποιήσασθαι προμηθευόμενος καὶ μᾶλλον, εἰ γένοιτό οἱ, καὶ αὐτῆς τῆς βασιλείας ῾Ρωμαίων ἐπιδράξασθαι χρωμένῳ ταῖς τοῦ πατρὸς ὑποθημοσύναις καὶ πάντα κάλων τὸ τοῦ λόγου κινοῦντι, πολλῶν ἐδεῖτο χρημάτων. ὁ δὲ αὐτοκράτωρ τὸ δύσνουν καὶ κακόηθες αἰτοῦ ἐπιστάμενος ἔσπευδε τὰ συναιρόμενα πρὸς τοὺς ὑποτυφομένους αὐτῷ λογισμοὺς εὐφυῶς περιαιρεῖν. διὸ καὶ τὸ δομεστικάτον αἰτούμενος τῆς ἀνατολῆς οὐκ ἔτυχε τῆς αἰτήσεως πρὸς Κρῆτα κρητίζων. δεδιὼς γὰρ ὁ βασιλεύς, μὴ ἐξουσίας δραξάμενος καὶ δι’ αὐτῆς δουλαγωγήσας τοὺς κόμητας ἅπαντας ῥᾳδίως περιάγοι τοῦ λοιποῦ, ὅπη βουλητὸν αἰτῶ ἐστι, μὴ θέλων τε τὸν Βαϊμοῦντον ὑπονοῆσαι ὅλως, ὅτι ἤδη πεφώραται, ἐλπίσι χρησταῖς αὐτὸν ὑποσαίνων ἔφη “τούτου μὲν καιρὸς οὔπω πάρεστι, διὰ δὲ τῆς σῆς ἐνεργείας καὶ ὑπολήψεως, ἀλλὰ δὴ καὶ πίστεως μετ’ οὐ πολὺ καὶ τοῦτο γενήσεται”. ὁμιλήσας τοίνυν αἰτοῖς καὶ παντοίαις δωρεαῖς καὶ τιμαῖς φιλοφρονησάμενος τῇ μετ’ ἀίτην αὐτὸς ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου· μεταπεμψάμενος δὲ αὐτόν τε τὸν Βαϊμοῦντον καὶ τοὺς κόμητας ἅπαντας περὶ τῶν κατὰ τὴν ὁδὸν αἰτοῖς συμβησομένων ὡμίλει βουλευόμενος τὰ συμφέροντα, ἀναδιδάσκων ἅμα καὶ αἷς εἰώθασιν οἱ Τοῦρκοι χρήσασθαι μεθοδείαις ἐν ταῖς μάχαις καὶ ὑποτιθέμενος, ὅπως τε παρατάττεσθαι χρὴ καὶ λόχους καθιστᾶν καὶ μὴ ἐπὶ πολὺ διώκειν, ὁπηνίκα τούτοις οἱ Τοῦρκοι τὰ νῶτα διδόασι. καὶ οὕτως διά τε χρημάτων διά τε λόγων καταμαλάξας αἰτῶν τὸ ἄγριον καὶ τὰ συνοίσοντα ὑποθέμενος τὴν διαπεραίωσιν προὐτρέψατο. τὸν δέ γε ᾿Ισαγγέλην ἠγάπα διαφερόντως διά τε τὸ περιὸν αὐτῷ τοῦ φρονήματος καὶ τῆς ὑπολήψεως τὸ ἀνόθευτον καὶ τὸ τοῦ βίου καθαρόν, γινώσκων ἅμα καὶ ὁπόσον αὐτῷ τῆς ἀληθείας μέλει μηδὲν ταύτης μηδέποτε προτιμωμένῳ · τοσοῦτον γὰρ ἁπάντων τῶν Λατίνων ἐν πᾶσι διέφερεν, ὅσον ἀστέρων ἥλιος. διά τοι τοῦτο παρακατέσχεν αὐτὸν τέως μεθ’ ἑαυτοῦ. ἁπάντων οὖν συνταξαμένων τῷ αὐτοκράτορι καὶ διὰ τοῦ τῆς Προποντίδος πορθμοῦ τὸ Δαμάλιον καταλαβόντων ἀνεθεὶς τῆς ἐξ αὐτῶν ὀχλήσεως συχνάκις τὸν Ἰσαγγέλην μετεπέμπετο, ἀναδιδάσκων ἅμα καθαρώτερον τὰ κατὰ τὴν ὁδὸν συμβήσεσθαι μέλλοντα τοῖς Λατίνοις, παρεγύμνου δὲ καὶ ἣν περὶ τῆς τῶν Φράγγων γνώμης εἶχεν ὑπόληψιν. ταῦτα πολλάκις ἀποστοματίσας τῷ Ἰσαγγέλῃ καὶ τὰς τῆς ψυχῆς οἶον ὑπανοίξας αὐτῷ πύλας καὶ πάντα διατρανώσας ἐπέσκηψεν ἀεὶ πρὸς τὴν τοῦ Βαϊ- μούντου ἐγρηγορέναι κακίαν, ἵνα βουλόμενον παρασπονδησαι ἀπείργῃ τοῦτον τοῦ ἐγχειρήματος καὶ διὰ πάσης μεθόδου διαλύῃ τὰς ἐκείνου μηχανὰς. ὁ δέ πρὸς τὸν αὐτοκράτορά φησιν “ἐκ προγόνων καθάπερ τινὰ κλῆρον τὴν ἐπιορκίαν καὶ τὸν δόλον ὁ Βαϊμοῦντος κατήμενος, θαῦμα μέγιστον, εἰ τὰ ὀμωμοσμένα διατηρήσειεν· ἔγωγε δ’ ὅμως ὡς ἐνὸν σπεύσω τὸ προσταχθὲν ἀεὶ ἀποπληροῦν’’. καὶ συνταξάμενος τῷ αὐτοκράτορι ἄπεισιν ἑνωθησόμενος τῷ παντὶ στρατεύματι τῶν Κελτῶν. ὁ μέντοι αὐτοκράτωρ ἤθελε μὲν μετὰ τῶν Κελτῶν κατὰ τῶν βαρβάρων ἀπιέναι, ἐδεδίει δέ τὸ αὐτῶν ἀναρίθμητον πλῆθος. δεῖν οὖν ἐλογίσατο τὸν Πελεκάνον καταλαβεῖν, ἵν ἀγγύθεν Νικαίας ἐνδιατρίβων μανθάνοι μὲν τὰ τοῖς Κελτοῖς συμβαίνοντα, ἅμα δὲ καὶ τὰς τῶν Τούρκων ἔξωθεν ἐφόδους καὶ τὴν τῶν ἐντὸς Νικαίας κατάστασιν. ἐν δεινῷ γὰρ ἐποιεῖτο, εἰ μή τι στρατηγικὸν ἐν τῷ μεταξὺ καὶ αὐτὸς κατορθώσοι, καὶ διεσκοπεῖτο, ἵνα εἰ ἐπιτήδεια τὰ πράγματα εὑρήσει, αὐτὸς τὴν Νικαίαν ἴλη καὶ μὴ παρὰ τῶν Κελτῶν αὐτὴν σχοίη κατὰ τὰ παρ’ ἐκείνων ὀμωμοσμένα. εἶχε δὲ τὴν βουλὴν ταύτην ὑποβρύχιον καὶ πᾶν ὅπερ ἂν ᾠκονόμει καὶ τὴν αἰτίαν δι’ ἣν γίνεται αὐτὸς καὶ μόνος ἠπίστατο, μόνῳ τῷ Βουτουμίτῃ τοῦτο ἐμπεπιστευκὼς καὶ τοῦτον ἀποστείλας, ἐφ’ ᾦ ὑποποιεῖσθαι τοὺς ἐντὸς Νικαίας βαρβάρους διὰ παντοίων ὑποσχέσεων καὶ ἀπαθείας τελείας, ἐν μέρει δέ καὶ ἀπειλούμενος τόσα καὶ τόσα πείσεσθαι καὶ παρανάλωμα ξίφους γενέσθαι, εἰ παρὰ τῶν Κελτῶν ἁλῷεν, καὶ πάλαι τὸν Βουτουμίτην γινώσκων εὐνούστατον καὶ περὶ τὰ τοιαῦτα δραστήριον. ταῦτα μὲν οὖν ἐξ ἀρχῆς τοῦτον παρηκολουθήκει τὸν τρόπον.