Ancient Greek · ~22 min
ΑΛΕΞΙΑΣ ΙΕ.
Anna Comnena, Ἀλεξιάδα 10.1-9
Not analysed yet
Τὸν μέντοι Βασίλειον ὡς ὄντως αἱρεσιάρχην καὶ ἀμεταμέλητον παντάπασιν ἅπαντες τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων λογάδες καὶ αὐτὸς δὴ ὁ τότε πατριάρχης Νικόλαος πυρὸς ἄξιον ἔκριναν. οἶς καὶ ὁ αὐτοκράτωρ σύμψηφος ἦν πολλὰ πολλάκις προσομιλήσας αὐτῷ καὶ ἄνδρα σκαιὸν διαγνοὺς καὶ τῆς αἱρέσεως μὴ ἀφιστάμενον, ἔνθεν τοι καὶ πυρκϊὰν μεγίστην κατὰ ἱππόδρομον ἀνάψας. βόθρος τὶ ὡρόρυκτο μέγιστος καὶ ξύλων πλῆθος, πάντα δένδρα ὑψίκομα καὶ συντεθέντα, ὄρος ἐδείκνυ τὴν σύνθεσιν. εἶτα τῆς πυρᾶς ἀναφθείσης ἠρέμα μέν τὸ πλῆθος πολὺ κατά τε τὸ ἐπίπεδον τοῦ ἱππικοῦ καὶ κατὰ τοὺς βαθμοὺς συνέρρει καραδοκοῦντες πάντες τὸ γενησόμενον. ἐκ θάτεροι· σταυρὸς ἐπήγνυτο καὶ αἵρεσις ἐδίδοτο τῷ ἀσεβεῖ, εἴ που τὸ πῦρ πτοηθεὶς καὶ μεταβαλὼν τὴν γνώμην ἐπὶ τὸν σταυρὸν χωρήσειε, ἵω τῆς καμίνου τηνικαῦτα ἐλεύθερος γένηται. παρῆν δὲ καὶ τὸ τῶν αἱρετικῶν πλῆθος ὁρῶν τὸν κορυφαῖον Βασίλειον. ὁ δέ πρὸς ἅπασαν τιμωρίαν καὶ ἀπειλὴν καταφρονητικὸς κατεφαίνετο καὶ πορρωτέρω μέν ὢν τῆς πυρκαϊᾶς κατεγέλα καὶ ἐτερατεύετο λέγων ἁρπάσειν αὐτὸν ἐκ μέσου πυρὸς ἀγγέλοις τινὰς καἰ ὑπέψαλλε τὸ Δαυιτικὸν ἐκεῖνο τὸ “πρὸς σὲ δὲ οὐκ’ πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοισεις”. ἀλλ’ ἐπειδὰν τὸ πλῆθος διαναστὰν ἐδίδου μετὰ παρρησίας αὐτῷ κατιδεῖν τὸ φρικῶδες ἐκεῖνο θέαμα τῆς πυρχαϊᾶς (καὶ γὰρ ἐκ πολλοῦ διαστήματος ᾐσθάνετο πυρὸς καὶ ἐπαιρομένην τὴν φλόγα ἑώρα καὶ βροντῶσαν οἶον καὶ ἀποσπάδας ἀφιεῖσαν πυρὸς εἰς ὕψος μετεωριζομένας τῆς μέσον τοῦ ἱππικοῦ ἱσταμένης πυραμίδος λιθίνης), ἐνταῦθα ὁ θρασὺς ἐκεῖνος ἀποδειλιᾶν πρὸς τὸ πῦρ καὶ θορυβεῖσθαι ἐδόκει. ἔστρεφε γὰρ τὰς ὄψεις πολλάκις καὶ ἐκρότει τὰς χεῖρας καὶ ἐπάτασσε τὸν μηρὸν οἷον τοῖς ὅλοις ἐξαπορούμενος. ὅμως καὶ οὕτως ἔχων καὶ ἀπὸ μόνης τῆς θέας ὡς ἀδαμάντινος ἦν. οὔτε γὰρ τὸ πῦρ κατεμάλαξε τὴν σιδηρᾶν αὐτοῦ ψυχὴν οὔτε αἱ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διαπόμπιμοι διαμηνύσεις κατέθελξαν, ἀλλ’ εἴτε ἀπόνοια τοῦτον κατείληφε διὰ τὴν παρεστῶσαν ἀνάγκην καὶ συμφορὰν καὶ ἀπόρως οὔτως εἶχε τῆς γνώμης καὶ διάκρισιν οὐδοπωσοῦν ἐλάμβανε τοῦ συμφέροντος, εἴτε καὶ ὁ κατασχὼν τὴν ψυχὴν αὐτοῦ διάβολος, ὅπερ καὶ μᾶλλον δοκεῖ, σκότος αὐτοῦ βαθύτατον κατεσκέδασεν, εἱστήκει πρὸς πᾶσαν ἀπει- Λὴν καὶ πρὸς πάντα φόβον ἀμηχανῶν ὁ κατάπτυστος ἐκεῖνος Βασίλειος καὶ νᾶν μέν πρὸς τὴν πυρκαϊὰν ἐκεχήνει, νῦν δὲ πρὸς τοὺς παρεστῶτας. καὶ πᾶσιν ὡς ἀληθῶς κατεφαίνετο μεμηνὼς καὶ μήτε πρὸς τὴν πυρκαϊὰν ἐφορμῶν μητ’ πους ὅλως γινόμενος, ἀλλ’ ἐπεπήγει καὶ ἀκίνητος ἦν, ἐφ’ οὑ που καὶ τὰ πρῶτα κατελάβετο. πολλῶν δὲ λόγων ῥεόντων κὼ τῶν τερατολογιῶν αὐτοῦ διὰ πάσης γλώττης φερομένων δείσαντες οἱ δήμιοι, μή πως ἅν οἱ ἀμφὶ τὸν Βασίλειον δαί- μονες ἄτοπόν τι τερατουργήσειαν παραχωροῦντος Θεοῦ καὶ ἀλώβητος ἐκ μέσου τοῦ τοσούτου πυρὸς ὀφθείη ὁ κάκιστος πώς τινα τόπον δημοσιώτατον ἀφιγμένος καὶ γένηται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης, δοκιμασίαν τινὰ ἔδοξαν ποιήσασθαι. τερατευομένου γὰρ ἐκείνου καὶ αὐχοῦντος, ὡς ἐκ μέσου τοῦ πυρὸς ἀλώβητος ὀφθήσεται, ἀναλαβόμενοι τὸν μανδύαν αὐτοῦ ἔφασαν ὡς “ἴδωμεν, εἰ μὴ τῶν σῶν ἀμφίων ἅψεται τὸ πῦρ”. καὶ παραχρῆμα εἰς μέσον ἔρριψαν τῆς καμίνου. ὁ μὲν οὖν Βασίλειος ἐπὶ τοσοῦτον ἐγάννυτο ὑπὸ τοῦ ἐξαπατῶντος αὐτὸν δαίμονος λέγων ὡς “ὁρᾶτε τὸν μανδύαν εἰς ἀέρα ἀνιπτάμενον;” οἱ δὲ ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα κατανοήσαντες ἄραντες ὦσαν αὐτὸν αὐτοῖς ἱματίοις καὶ ὑποδήμασιν εἰς τὸ μέσον τῆς καμίνου. καὶ τοσοῦτον ὥσπερ κατ’ αὐτοῦ θυμουμένη ἡ φλὸξ διεβοσκήθη τὸν ἀσεβῆ, ὥστε μηδέ κνίσσαν τινὰ γενέσθαι μηδέ καπνοῦ τινος καινοτομίαν ἑτέραν, ἀλλ’ ἢ μόνον λεπτήν τινα γραμμὴν καπνάδη φανῆναι κατὰ τὸ μέσον τῆς φλογός. καὶ γὰρ κὼ τὰ στοιχεῖα κατὰ τῶν ἀσεβῶν ἐπαίρεται· φείδεται δέ, ὥς γε τἀληθές εἰπεῖν, τῶν θεοφιλῶν, ὡσπερ ποτὲ ὑπεχώρει καὶ ὑπείκαθε τοῖς θεοφιλέσιν ἐκείνοις νεανίαις ἐν Βαβυλῶνι καὶ περιέστεφεν αὐτοὺς τὸ πῦρ καθάπερ τις χρυσοειδὴς θάλαμος. ἐνταῦθα δέ τὸν ἀλάστορα τοῦτον Βασίλειον οὔπω ἀκριβῶς οἱ τοῦτον μετεωρίσαντες εἶχον, καὶ ἡ φλὸξ ἐδόκει προεκτρέχειν, ἐφ’ ᾡ τὸν δυσσεβῆ ἐξαρπάσαι. τὸν δ’ ὑπόλοιπον ἀριθμόν, ὅσοι τῆς ἀπωλείας ἦσαν τοῦ Βασιλείου, σφαδάζοντος τοῦ παρεστηκότος λαοῦ καὶ βιαζομένου ἐπιρρίψειν καὶ αὐτοὺς τῷ πυρί, ὁ αὐτοκράτωρ οὐ συνεχώρησεν ἐγκλεισθῆ- ναι κελεύσας ἐν ταῖς τῶν μεγίστων ἀνακτόρων στοαῖς καὶ τοῖς περιδρόμοις. καὶ τούτου γεγονότος διελύθη τὸ θέατρον. καὶ μετὰ ταῦτα διαδέχεται τοὺς ἀθέους τις ἄλλη ἀσφαλεστάτη φρουρὰ, εἰς ἣν ἐμβληθέντες καὶ πολύν τινα χρόνον διατετριφότες τῇ ἀσεβείᾳ αὐτῶν ἐναπέθανον. τοῦτο μὲν οὖν ὕστατον ἔργον καὶ ἆθλον τῶν μακρῶν ἐκείνων πόνων καὶ κατορθωμάτων τοῦ αὐτοκράτορος καὶ καινοπραγία τις καὶ τόλμη παράδοξος. καὶ οἶμαι ὁ τότε παρὼν ἢ καὶ συνὼν ἐκείνῳ θαυμάζει μέχρι τοῦ νῦν καὶ οὐχ ὕπαρ τὰ τότε γεγενημένα θεάσασθαι δοκεῖ, ἀλλ’ ὄνειρός τις αὐτῷ καὶ φαντασία φαίνεται. καὶ γὰρ ἐξ ὅτου τῶν ὁρίων τῆς Ῥωμαίων ἀρχῆς ἐξ αὐτῆς τοῦ Διογενοῦς ἀναρρήσεως οἱ βάρβαροι ἐπέβησαν οὐκ εὐτυχῶς ἐκ πρώτης, ὅ φασι, βαλβῖδος κατ’ αὐτῶν ἐξορταῖς μήσαντος, οὐ μέχρι τῆς τοὐμοῦ πατρὸς αὐτοκρατορίας ἡ βαρβαρικὴ χεὶρ συνέσταλται, ἀλλὰ καὶ ξίφη καὶ δόρατα κατὰ Χριστιανῶν ἐξεθήγετο, καὶ μάχαι κὼ πόλεμοι καὶ σφαγαί. ἠφανίζοντο μὲν πόλεις, ἐληΐζοντο δὲ χῶραι καὶ πᾶσα ἡ Ῥωμαίων γῆ Χριστιανῶν αἵμασιν ἐμιαίνετο. οἱ μέν γὰρ βέλεσί τε καὶ δόρασιν οἰκτρῶς ἔπιπτον, οἱ δὲ τῶν σφετέρων ἀπελαυνόμενοι δοριάλωτοι πρὸς τὰς πόλεις Πέρσιδος ἀπήγοντο. κὼ τρόμος ἅπαντας εἶχεν ἐπὶ τὰ ἄντρα καὶ τᾶ ἄλση κὼ τὰ ὄρη καὶ τοὺς βουνοὺς ἀπὸ τῶν εἰσπιπτόντων δεινῶν κρύπτεσθαι ἐπειγομένοις. ὲν τούτοις οἱ μὲν ἐποτνιῶντο ἐφ’ οἶς ἔπασχον πρὸς Πέρσιδα ἀπαγόμενοι, οἱ δ’ ἔτι περιόντες, εἲ πού τινες Ῥωμαϊκοῖς ὁρίοις ἐναπέμειναν, βύθιον στένοντες ὁ μὲν υἱόν, ὁ δὲ θηγατέρα ἐθρήνει· ὁ δὲ ἀδελφόν, ὁ δὲ ἀδελφιδοῦν ἀπεκλαίετο πρὸ καιροῦ θνήσκοντα καὶ οἶα γυναῖκες θερμὸν κατέσταζον δάκρυον. καὶ οὐκ ἦν τότε οὐδεμία τις σχέσις ἄδακρυς οὐδ’ ἀστένακτος. βασιλεὺς δὲ πλὴν ὀλίγων, λέγω δὲ Τζιμισκῆν τε καὶ Βασίλειον τὸν βασιλέα, ἔκτοτε κὼ μέχρι τοὐμοῦ πατρὸς οὐδεὶς ἄκροις ποσὶ τῆς Ἀσιάτιδος ἐφάψασθαι τὸ παράπαν τετόλμηκεν.