Ancient Greek · ~17 min
ΑΛΕΞΙΑΣ ΙΕ.
Anna Comnena, Ἀλεξιάδα 9.1-14
Not analysed yet
Τὰ μέν οὖν τοῦ τέρατος τούτου ταύτῃ ἐχέτω· ἠβουλόμην δὲ καὶ πᾶσαν τὴν τῶν Βογομίλων διηγήσασθαι αἵρεσιν· ἀλλά με κωλύει καὶ αἰδώς, ὥς πού φησιν ἡ καλὴ Σαπφώ, ὅτι συγγραφεὺς ἔγωγε γυηνὴ καὶ τῆς πορφύρας τὸ τιμιώτατον καὶ τῶν Ἀλεξίου πρώτιστον βλάστημα τά τε εἰς ἀκοὴν πολλῶν ἐρχόμενα σιγῆς ἄξια. βούλομαι μὲν γράφειν, ἴνα τὸ πλῆρες τῆς τῶν Βογομίλων παραστήσω αἱρέσεως· ἀλλ᾿ ἴνα μὴ τὴν γλῶτταν μολύνω τὴν ἐμαιτῆς, παρίημι ταῦτα. παραπέμπω δὲ τοὺς βουλομένοις τὴν ὅλην αἵρεσιν τῶν Βογομίλων διαγνῶναι εἰς τὸ οὕτω καλούμενον βιβλίον δογματικὴν πανοπλίαν ἐξ ἐπιταγῆς τοὐμοῦ πατρὸς συντεθεῖσαν. καὶ γὰρ μοναχόν τινα Ζυγαβηνὸν καλούμενον, γνωστὸν μὲν τῇ δεσποίνῃ καὶ πρὸς μητρὸς ἐμῇ μάμμῃ καὶ πᾶσι τοῖς τοῦ ἱερατικοῦ καταλόγου, γραμματικῆς δὲ εἰς ἄκρον ἐληλακότα καὶ ῥητορικῆς οὐκ ἀμελέτητον ὄντα καὶ τὸ δόγμα ὡς οὐκ ἄλλος τις ἐπιστάμενον, τοῦτον ὁ αὐτοκράτωρ μεταπεμψάμενος ἐπέταξεν ἁπάσας τὰς αἱρέσεις ἐκθέσθαι ἑκάστην ἰδίᾳ καὶ ἐφ᾿ ἑκάστῃ τὰς τῶν ἁγίων πατέρων ἀνατροπᾶς ἐγγράψασθαι καὶ αὐτῶν δὴ τῶν Βογομίλων τὴν αἵρεσιν, καθὼς ὁ ἀσεβὴς ἐκεῖνος Βασίλειος ὐφηγήσατο. ταύ- την τὴν βίβλον δογματικὴν πανοπλίαν ὁ αὐτοκράτωρ ὠνόμασε· μέχρι τοῦ νῦν οὕτω προσαγορεύεται τὰ βιβλία. ὁ δὲ λόγος αὖθις πρὸς τὴν τοῦ Βασιλείου καθαίρεσιν ἀνατρεχέτω. ὁ γὰρ αὐτοκράτωρ τοὺς ἁπανταχοῦ γῆς μαθητὰς καὶ συμ- μύστας τοῦ Βασιλείου μεταπεμψάμενος καὶ μάλιστα τοὺς δώδεκα λεγομένους μαθητὰς ἀπεπειρᾶτο καὶ τούτων τῆς γνώμης. καὶ ἦσαν ἄντικρυς μαθηταὶ Βασιλείου. καὶ γὰρ ἐνεβάθυνε τὸ κακὸν καὶ· εἰς οἰκίας μεγίστας καὶ πολλοῦ πλήθους ἥψατο τὸ δεινόν. καθάπαξ οὖν κατεψηφίσατο πυρκαϊὰν τῶν ἀλλοτρίων, τοῦ τε κορυφαίου καὶ τοῦ χοροῦ. ἀθροιζομένων γὰρ τῶν φωραθέντων Βογομίλων καὶ τῶν μὲν τῆς σφῶν ἀντιποιουμένων αἱρέσεως, τῶν δ’ ἀπαρνουμένων παντάπασι καὶ πρὸς τοὺς ἐλέγχοντας ἰσχυρῶς ἀνθισταμένων καὶ τὴν Βογομιλικὴν διαπτυόντων διαπτυόντων ἐπεὶ ἐτοίμως ὁ αὐτοκράτωρ τούτοις πιστεύειν οὐκ εἶχεν, ἵνα μή τις πολλάκις Χριστιανὸς τοῖς Βογομίλοις ὡς Βογόμιλος ἀναμιγνύηται ἢ Βογόμιλος ὡς Χριστιανὸς διαδράσῃ, καινόν τινα τρόπον ἐπινοεῖται, δι᾿ οὗ οἱ ὄντως Χριστιανοὶ ἀποφανθήσονται. ἐπὶ τοῦ βασιλικοῦ τοίνυν τῇ μετ’ αὐτὴν καθῆστο θρόνου. πολλοὶ δὲ τηνικαῦτα παρῆσαν τῆς τε συγκλήτου καὶ τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων αὐτῶν, ὁπόσοι λόγου μετεῖχον, λογάδες. πάντων δὲ τῶν τὴν Βογομιλικὴν ἐγκαλουμένων αἵρεσιν ἐς τὸ μέσον ὁμοῦ παραχθέντων ὁ αὐτοκράτωρ αὖθις ἐπερωτᾶσθαι ἕκαστον ἐκέλευσεν. ὡς δέ οἱ μέν ὡμολόγουν Βογόμιλοι εἶναι καὶ τῆς σφᾶν ἰσχυρῶς ἀντμαθητὰς] ἐποιοῦντο αἱρέσεως, οἱ δὲ παντάπασιν ἀνένευον Χριστιανοὺς ἑαυτοὺς ὀνομάζοντες καὶ παρ’ ἄλλων ἐλεγχόμενοι οὐδαμῶς κατετίθεντο, ἐπιτοξεύσας αὐτοῖς τὰς ὀφρῦς ἔφη “χρὴ τὴν σήμερον δύο καμίνους ἀναφθῆναι, θατέρᾳ δὲ τούτων σταυ- ρὸν ἐμπαγῆναι αὐτῇ γῇ, εἶτα αἵρεσιν δοθῆναι πᾶσιν, ἱν ὁποῖοι τῇ τῶν χριστιανῶν πίστει ἐπαποθανεῖν τὴν σήμερον βούλοιντο, ἀποκριθέντες τῶν ἄλλων τῇ τοῦ σταυροῦ καμίνῳ προσχωρήσωσιν, οἱ δέ τῆς Βογομιλικῆς αἱρέσεως ἀντεχόμενοι πρὸς θατέραν ἐμβληθήσονται. βέλτιον γὰρ Χριστιανοὺς αὐτοὺς ὄντας ἀποθανεῖν ἢ ζῶντας ὡς Βογομίλους διώκεσθαι καὶ τὰς τῶν πολλῶν τύπτειν συνειδήσεις. ἄπιτε γοῦν καὶ ὑμεῖς καὶ ἡμεῖς], ὅπη βουλητόν, ἓκαστος χωρείτω.” ταῦτα μέν οὖν πρὸς τοὺς Βογομίλους ἀποφηνάμενος ὁ βασιλεὺς ἐν σχήματι ἀπέλυσεν. εὐθὺς οὖν παραλαβόντες D τούτους ἀπῄεσαν καὶ πλῆθος παρειστήκει πολὺ συρρεόντων ῥεόντων ἑκασταχοῦ. κάμινοι δέ τηνικαῦτα ἑπταπλασίως κατὰ τὸν μελῳδὸν ἀνήπτοντο εἰς τὸ οὑτωσί πως καλούμενον Τζυκανιστήριν·’ τὸ πῦρ εἰς οὐρανοὺς ἀνῄει· ὁ ἐπὶ θατέρᾳ ἵστατο· αἵρεσις τοῖς ἐνόχοις ἐδίδοτο, ὅπη ἂν βουλητὸν ἑκάστῳ, χωρεῖν, ὡς καυθησομένων ἁπάντων. εἶτα τὸ ἄφυκτον ὁρῶντες του πράγματος, ὁπόσοι μέν ἐν αὐτοῖς ὀρθόδοξοι ἦσαν, τῇ τοῦ σταυροῦ προσεχώρουν καμίνῳ ὡς ὄντως μαρτυρήσοντες· οἱ δέ γε ἀθεώτατοι τῖς μυσαρᾶς ἀντεχόμενοι αἱρέσεως πρὸς θατέραν ἀπένευσαν. καὶ ἀπαρτὶ τούτων ἐν ταῖς καμίνοις ὁμοῦ ἐρρῖφθαι μελλόντων, οἱ μέν παρεστῶτες ἅπαντες ὑπὲρ τῶν Χριστιανῶν ἤλγουν ὡς καυθησομένων ἤδη καὶ τοῦ βασιλέως πολλὰ κατεστύγναζον ἀλνοοῦντες τὸ οἰκονομούμενον. ἀλλὰ βασιλική τις πρόσταξις προκαταλαβοῦσα τοὺς δημίους ἐκείνους ἀπεῖρξε τοῦ ἐγχειρήματος καὶ οὕτω βεβαίαν τὴν τῶν Βογομίλων ὄντως ὁ αὐτοκράτωρ ἐσχηκὼς κατάληψιν τοὺς συκοφαντουμένους Χριστιανοὺς πολλὰ παραινέσας ἀπέλυσεν, ἐκείνους δέ πάλιν εἰρκταῖς εἶχε διαιρίσας τοὺς ἀποστόλους τοῦ ἀσεβοῦς Βασιλείου διακρίνας] τῶν ἄλλων· εἶτα καθ’ ἑκάστην πεμπόμενος τοὺς μὲν δι ἑαυτοῦ ἐδίδασκεν πολλὰ παραινῶν τῆς μυσαρᾶς ἀποσχέσθαι θρησκείας, πρὸς δέ τοὺς ἄλλους λογάδας τινὰς τοῦ ἱεροῦ τῆς ἐκκλησίας συντάγματος ἐπέσκηψε καθ’ ἑκάστην παραγινομένους ἀναδιδάσκειν αὐτοὺς τὴν ὀρθόδοξον πίστιν καὶ παραινεῖν ἀποσχέσθαι τῆς βογομιλικῆς αἱρέσεως. καί τινες μὲν τούτων μετέβαλον ἐπὶ τὸ βέλτιον καὶ τῆς φρουρᾶς ἀπελύθησαν, οἱ δέ τῇ σφᾶν ἐπαπέθανον αἱρέσει ἐν εἰρκταῖς κατεχόμενοι, τροφῆς μέντοι καὶ ἀμφίων δαψιλῆ τὴν χορηγίαν ἔχοντες.