Ancient Greek · ~20 min
ΑΔΕΞΙΑΣ ΙΒ.
Anna Comnena, Ἀλεξιάδα 2.1-11
Not analysed yet
Ἐπεὶ δ᾿ ἡ τοῦ Βαϊμούντου διαπεραίωσις ἁπανταχῆ διεδίδοτο καὶ πολλῶν ἐδεῖτο ὁ αὐτοκράτωρ δυνάμεων καὶ ἀναλόγου στρατεύματος ἀντικαθισταιιένου πρὸς τὰ Κελτικὰ πλήθη, οὐκ ἔμελλεν οὐδ᾿ ἀνεδύετο, ἀλλὰ τοὺς περὶ τὴν Κοίλην Συρίαν μετεπέμπετο, τὸν Καντακουζηνόν φημι καὶ τὸν Μοναστρᾶν· ὁ μέν γὰρ τὴν Λαοδίκειαν ἐφρούρει, ὁ δέ τὴν Ταρσόν. τούτους οὖν ἐκεῖθεν μεταπεμπόιιενολ᾿ οὐκ ἐρήμους τὰς ὑπ᾿ αὐτῶν φρουρουμένας χώρας καὶ πόλεις κατέλιπεν· εἰς μέν γὰρ τὴν Λαοδίκειαν τὸν Πετζέαν μεθ᾿ ἑτέρων ἐκπέμπει δυνάμεων, ἐς δέ γε Ταρσὸν καὶ ἁπάσας τὰς ὑπὸ τὸν Mοναστρᾶν πόλεις καὶ χώρας τὸν Ἀσπιέτην. ἀνὴρ δὲ οὗτος εὐγενὴς ἐξ Ἀρμενίων ὁρμώμενος καὶ τῶν ἐπ᾿ ἀνδρείᾳ διαβεβοημένων, ὡς ἡ φήμη τὸ τηνικαῦτα ἐκήρυττε, κἂν ὁ τότε καιρὸς οὐ πάνυ τοιοῦτον ὄντα ἐξήλεγξεν ὅσον γε τὰ εἰς στρατηγικὴν δύναμιν. ὁ μέν γὰρ τῆς Ἀντιόχου ἐπιτρο- πεύων Ταγγρέ, ὃν ὁ λόγος φθάσας καταλέλοιπεν ἐν Συρίᾳ, φήμας τε ὑπεπέμπετο πυκνάς, ὡς ἄρα ταχὺ καταλάβοι τὴν ω Κιλικίαν, ἐφ᾿ ᾧ πολιορκήσειν αὐτὴν καὶ τῶν τοῦ βασιλέως ἀφελέσθαι χειρῶν, ἅτε ἰδίαν οὖσαν καὶ τῷ δόρατι τούτου τῶν Τούρκων ἀφαιρεθεῖσαν· καὶ οὐ μόνον φήμας τοιαύτας πανταχόσε κατέπεμπεν, ἀλλὰ καὶ διὰ γραμμάτων ἠπείλει τὰ χείρω τούτων· ἃ καὶ τῷ Ἀσπιέτῃ καθ᾿ ἡμέραν ἑκάστην ἐνεχειρίζετο. καὶ οὐκ ἠπείλει μόνον, ἀλλὰ καὶ τῶν ἀπειλῶν πρόδρομά τινα καὶ ἐποίει καὶ καθιπισχνεῖτο ποιεῖν δυνάμεις τε σιναποχὼς ἁπανταχόθεν ἐξ Ἀρμενίων τε καὶ Κελτῶν καὶ τούτοις καθ᾿ ἑκάστην ἡμέραν γιμνάζων καὶ πρὸς παρατάξεις καὶ μάχας ἐξομαλίζων τὸ στράυειμα καὶ ἔστιν οὗ καὶ εἰς προνομὰς ἀποστέλλων καὶ τὸν καπνὸν πρὸ τοῦ πυρὸς παρεμφαίνων τά τε πολιορκητικὰ ὄργανα κατασκευαζόμενος καὶ παντοιοτρόπως πρὸς τὴν πολιορκίαν ἑαυτὸν ἀνιστῶν. ἀλλὰ ταῦτα μὲν ἐκεῖνος· ὁ δὲ Ἀμένιος Ἀσπιέτης ὥσπερ μὺδενὸς αὐτῷ ἐπικειμένου μηδὲ φοβοῦντος μιδὲ τοσοῦτον ἐπικρεμαννύντος κίνδυνον ἐκάθητο ῥᾳθυμῶν βαρυτάτους πότους νύκτωρ ἑαυτῷ συνιστῶν. καίτοι ἀνδρικώτατός τε ἦν καὶ Ἄρεως ὑπασπιστὴς γενωιóτατος· ἐπὰν δέ Κιλικίᾳ προσώκειλε, πόρρω δεσποτικῆς χειρὸς γεγονὼς καὶ ἐναυθεντήσας τοῖς πράγμασι τρυφαῖς ἑαυτὸν ἐκδεδώκει παντοίαις. οὕτως ὁ Ἀρμένιος ἐκεῖνος ἐκθηλυνόμενος καὶ διαρρέων διηνεκῶς, ἐπειδὴ καταλάβοι ὁ τῆς πολιορκίας καιρός, ἀναπεπτωκὼς ὤφθη πρὸς στρατιώτην φερεπονώτατον τὸν Ταγγρέ. καὶ οὔτε πρὸς τὰς βροντὰς ἐκείνου τῶν ἀπειλῶν κατεκροτήθη τὴν ἀκοὴν οὔτε κεραυνοφόρου τούτου ἐληλυθότος διὰ τῶν κατὰ Κιλικίαν πορθήσεων πρὸς τὰς ἀστραπὰς ἐνητένιζεν. ὁ μέν γὰρ ταγγρὲ ἀθρόον ἐξ Ἀντιοχείας στρατεύσας στρατὸν μυρίανδρον καὶ διχῆ τούτους διελόμενος τοὺς μέν διὰ τῆς ἠπείρου πέμπει ταῖς Μόψου πόλεσι, τοὺς δέ ναυσὶ τριήρεσιν ἐμβαλὼν διὰ τῆς θαλάττης ἄγει τῷ ποταμῷ Σάρωνι. ῥεῖ δέ ἄνωθεν οὗτος ἀπὸ τῶν τοῦ ταύρου ὀρῶν καὶ διὰ μέσου παραρρέων τῶν δυεῖν πόλεων Μόψου, τῆς τε καταλελυμένης καὶ τῆς ἱσταμένης, ἐς τὸ Συριακὸν ἐκδίδωσι πέλαγος. ἀφ’ οὗ αἱ νῆες ἀναπλεύσασαι τοῦ Ταγγρὲ καὶ τῷ στόματι πελάσασαι τούτου τοῦ ποταμοῦ πρὸς τὰς γεφύρας ἀνήχθησαν, αἰ τὰς ἀμφοτέρας πόλεις ξυνάπτουσι. περιερρεῖτο τοίνυν ἡ πόλις ἑκατέρωθεν τῷ στρατεύματι βαλλομένη. ἔνθεν τοι καὶ ῥᾳδίως εἶχον διαναυμαχεῖν πρὸς τὴν πόλιν οὔτοι καὶ πεζομαχεῖν ἐκ θατέρου οἱ ἀπὸ τῆς γῆς αὐτὴν ἐπιθλίβοντες. ὁ δὲ ὥσπερ μηδεμιᾶς καινοτομίας ὑπούσης μηδέ τοσούτου σμήνους στρατιωτῶν περιβομβοῦντος κύκλῳ τὴν πόλιν ὀλίγα τούτων ἐφρόντιζεν οὐκ οἶδ’ ὅ παθὼν καὶ ἀναξίως τότε τῆς αὐτοῦ γενναιότητος διατεθείς. τοῦτο εὐμισητότατον τὸν ἄνδρα τῷ βασιλικῷ στρατεύματι πεποίηκε. τί οὑν ἔδει παθεῖν τὰς Κίλικας πόλεις ὑπὸ τηλικούτου καταστρατηγουμένας ἀνδρός; τά τε γὰρ ἄλλα ὁ Ταγγρὲ ῥωμαλεώτατος τῶν κατ’ αὐτὸν ἐγεγόνει καὶ εἰς ἐμπειρίαν τῶν σφόδρα θαυμαζομένων, πολιορκῆσαι δὲ πόλεις ἀφυκτότατος στρατηγός. καὶ θαυμάσειέ τις ἐνταυθοῖ γεγονώς, πῶς τὸν αὐτοκράτορα διέλαθε τὸ τοῦ Ἀσπιέτου ἀπειροπόλεμον. ἐγὼ δ᾿ ἂν ὐπεραπολογησαίμην τοὐμοῦ πατρός, ὅτι τὸ τοῦ γένους ἐπίσημον τὸν αὐτοκράτορα πέπεικεν, ὡς ἥ τε τοῦ γένους λαμπρότης καὶ τὸ τοῦ ὀνόματος περιβόητον πολλὰ συνεισενεγκεῖν ἔχοι τῇ τοῦ Ἀσπιέτου ἀρχῇ. ἦν ἠν γὰρ τῶν Ἀρσακιδῶν τὰ πρῶτα φέρων ἐκεῖνος καὶ ἐκ βασιλικοὶ καταγόμενος αἵματος. ἔνθεν τοι καὶ στρατοπεδάρχην αὐτὸν ἠξιώκει πάσης ἀνατολῆς καὶ εἰς ὑπερηφάνους βαθμίδας ἀνήνεγκεν ἄλλως τε καὶ πεῖραν τῆς ἀνδρείας ἐκείνου λαβών. καὶ γὰρ ὁπόταν τῷ Ῥομπέρτῳ συνεκρότησε πόλεμον ὁ αὐτοκράτωρ καὶ ἐμὸς γενέτης, καθάπερ ἐμνημόνευσα, κατὰ τὴν τοῦ πολέμου ἐκείνου σύρραξιν Κελτός τις ὑπερωμίας ἰθύνας τὸ δόρυ καὶ μυωπίσας τὸν ἵππον καθάπερ τις σκηπτὸς ἐμπίπτει τῷ Ἀσπιέτῃ. ὁ δέ τοῦ ξίφους ἐπιδραξάμενος δέχεται δέχεται τοῦ Κελτοῦ βιαίαν φορὰν καὶ τιτρώσκεται μὲν καιριωτάτην πληγὴν τοῦ δόρατος τὸν πνεύμονα μὲν παραμείψαντος, ἐκεῖθεν δὲ διὰ τῆς ῥάχεως διενεχθέντος · ὁ δὲ μήπω συγχθεὶς τῇ πληγῇ μηδέ τῆς ἔδρας ἐκκυλισθείς, ἀλλ’ ἑδράσας ἑαυτὸν ἰσχυρότερον παίει τὸν βάρβαρον κατὰ τῆς κόρυθος καὶ διαιρεῖ καὶ τὴν κεφαλὴν καὶ τὴν κόρυθα. καὶ πίπτουσι καὶ ἄμφω τῶν ἵππων, ὁ μέν νεκρὸς ὁ Κελτός, ὁ δ᾿ Ἀσπιέτης ἔτι ἐμπνέων. ὅν οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι γεγονότα τάπασιν ἔξαιμον καὶ καλῶς ἐπιμεληθέντες πρὸς τὸν αὐτοκράτορα ἤνεγκαν δεικνύντες καὶ τὸ δόρυ καὶ τὴν πληγὴν καὶ τὸν θάνατον τοῦ Κελτοῦ διηγούμενοι. ταίτης τῆς οὐκ οἰδ᾿ ὅπως ἀνδρείας καὶ τόλμης τὸ τηνικαῦτα τῷ Ἀσπιέτῃ μεμνημένος ὁ αὐτοκράτωρ καὶ τούτοις ἐπισυνάψας τὸ γένος καὶ τὴν ἀπὸ τοῦ γένους εὔκλειαν *ἀξιόμαχον στρατηγὸν ἀποστέλλει κατὰ τὴν Κιλικίαν πρὸς τὸν Ταγγρὲ στρατοπεδάρχην τοῦτον προχειρισάμενος, καθάπερ φράσασα γέγραφα.