Ancient Greek · ~20 min
ΑΔΕΞΙΑΣ ΙΒ.
Anna Comnena, Ἀλεξιάδα 1.1-11
Not analysed yet
ὰ μὲω οὖν τῆς πρωτης τοῦ Βαϊμούντου δια- περαιωσεωσ ἒργα καὶ οποσα πραγματεθσαμενος κατα του αὐτοκράτορος φαίνεται τὰ σκῆπτρα τῶν Ρωμαίων ἐαυτῷ μνηστευόμενος καὶ ὂπως τὴν ἐκεῖθεν ὑποχώρησιν μετὰ ῤᾳδιουργίας προμηθευσάμενος καὶ δὴ καὶ τυχὼν τοῦ σκοποῦ καὶ τοταύτην τὴν ναυλοχίαν καθαπερεὶ νεκρὸς φερόμενος Res in prima Βο ποιησάμενος τὴν Κορυφὼ κατέλαβεν, ὧδέ πη περιγεγράφθω. ἐχέσθω δ’ αὖθις ὁ λόγος τῶν μετ’ ἐκεῖνα τούτου πράξεων. καταλαβὼν δέ ὁ νεκρὸς ὀδωδὼς τὴν Κορυφώ καθά γε καὶ εἴρηται, καὶ ἀπειλησάμενος διὰ τοῦ ἐκεῖσε δουκὸς τῷ αὐτοκράτορι, ὁπόσα ὁ λόγος φθάσας ἐδήλωσε, πρὸς τὴν Δογγιβαρδίαν τὸν ἀπόπλουν ποιησάμενος ἔργου ἥπτετο σκεπτόμενος αὖθις τὸ Ἰλλυρικὸν καταλαβεῖν καὶ συμμάχους διὰ τοῦτο σπεύδων συναγηοχέναι πλείους τῶν πρὸ τοῦ. καὶ περὶ κἠδους τῷ ῤηγὶ Φραγγίας ὁμιλήσας τὴν μέν τῶν θυγατέρων αὐτοῦ εἰς ἰδίαν αὐτῷ γυναῖκα ἐξέδοτο, τὶν δέ γε ἐτέραν διαπόντιον πρὸς τὴν Ἀντιόχου πόλιν ἐξέπεμψεν, ἐφ’ ᾧ συναφθῆναι τῷ ἀνεψιῷ αὐτοῦ Ταγγρέ. εἶτα δυνάμεις ἁπανταχόθεν μυριοπληθεῖς συλλεξάμενος ἐκ πάσης τε Χώρας καὶ πόλεως τοὺς κόμητας μεταπεμψάμενος μετὰ Τῶν ὐπ' αὐτοὺς στρατευμάτων τὴν πρὸς τὸ Ἰλλυρικὸν διαοεραίωσιν ἐπετάχυνεν. ὁ γοῦν βασιλεὺς τὰ διὰ του Ἀλεξίου πρὸς αὐτὸν μηνυθέντα ἀκηκοὼς εὐθὺς κατὰ πάσας τὰς χώρας, Πίσσαν τε καὶ Γένουαν καὶ Βενετίαν γράμματα ἐπέστελλε προπαρασκευάζων αὐτοὺς μὴ συναπαχθέντας τοῖς ἀπατηλοῖς λοῖς τοῦ Βαϊμούντου λόγοις ἐκείνῳ συνεφέψεσθαι. καὶ γὰρ περιϊὼν ἁπάσας τὰς χώρας καὶ πόλεις πολλὴν τὴν κατὰ τοῖ αὐτοκράτορος καταδρομὴν ἐποιεῖτο παγανὸν ὀνομάζων αὐτὸν καὶ τῶν Χριστιανῶν πολέμιον. ἐπεὶ δὲ καὶ ὁ Βαβυλώνιος τριακοσίους φθάσας κατέσχε τότε κόμητας, ὁπότε τὰ ἄπειρα πλήθη τῶν Κελτῶν διὰ τῆς ἑσπέρας διαπεραιωσάμενα τὴν Ἀσίαν τήν τε Ἀντικόχου πόλιν καὶ τὴν Τύρον καὶ τὰς παρακειμένας ἁπάσας πόλεις καὶ χώρας ἐμάστιζον, καὶ δεσμώτας ἐμφρούρους εἶχεν, ἡ δὲ φρουρὰ δεινὴ τῶν πάλαι γεγενημένων, καὶ τὰ περὶ τῆς τούτων ἁλώσεως καὶ τὰ ἐντεῦθεν συμπεσόντα τούτοις δεινὰ μεμαθηκὼς ὁ αὐτοκράτωρ ἐδάκνετο τὴν ψυχὴν καὶ ὅλος τῆς ἐκείνων ἀναρρύσεως ἐγεγόνει. καὶ μεταπεμψάμενος Νικήταν τὸν Πανουκωμίτην μετὰ χρημάτων πρὸς τὸν Βαβυλώνιον ἐξαπέστειλε γραφὰς πρὸς αὐτὸν ἐγχειρίσας, δι᾿ ὧν τοὺς δορυαλωτους ἐκείνους ᾐτεῖτο κόμητας πολλὰς ὑποσχόμενος αὐτῷ τὰς χάριτας, εἰ τούτους λύσας τῶν δεσμῶν ἀπολύσει. ὁ δὲ Βαβυλώνιος τὸν Πανουκωμίτην θεασάμενος καὶ ἀκούσας, ἅττα δὴ παρὰ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διεμηνύθη, ἀνελίξας δὲ καὶ τὰς γραφὰς λύει μὲν παραχρῆμα τοὺς κόμητας τῶν δεσμῶν, ἐξάγει δὲ καὶ τῆς φρουρᾶς· οὐ μέντοι γε παντελῶς ἐλευθερίας αὐτοὺς ἀξιοῖ, ἀλλὰ τῷ Πανουκωμίτῃ παραδιδωσι πρὸς τὸν αὐτοκράτορα τούτους ἐξαποστείλας μηδ᾿ ὁτιοῦν τῶν ἀποσταλέντων χρημάτων ἀναλαβόμενος· εἴτε δὲ ὡς μὴ ἀποχρώντων πρὸς τοσούτους λύτρων, εἴτε καὶ δωροληψίας ἐκφεύγων ὑπόνοιαν καὶ ὡς μὴ φαίνοιτο τιμῆς τούτους ἀποδόμενος, ἀλλὰ καθαρὰν τὴν χάριν ἀπονέμων τῷ βασιλεῖ καὶ ἀκίβδηλον, εἴτε καὶ πλειόνων ἐφιέμενος, Θεὸς ἂν εἰδείη. τούτους ὁ βασιλεὺς καταλαβόντας θεασάμενος ὑπερηγάσθη μὲν τὴν τοῦ βαρβάρου γνώμην καὶ τεθαύμακεν, ἐπιπόνως δέ τούτους περὶ τῶν συμβεβηκότων αὐτοῖς ἐπερωτήσας καὶ μεμαθηκώς, ὅπως ἐπὶ τοσοῦτον χρόνον καὶ τοσούτων κύκλων περιόδους ἔμφρουροι ὄντες οὐδὲ ἅπαξ ἥλιον ἐθεάσαντο οὐδέ τῶν δεσμῶν ἐλύθησαν, ἀλλὰ καὶ τροφῶν παντοίων ἄγευστοι τὸ παράπαν ἐπὶ το- σοῦτον διαμεμενήκεσαν μόνου ἄρτου καὶ ὕδατος μεταλαμ- βάνοντες, οἰκτείρας τοῦ πάθους καὶ θερμὸν καταστάξας δάκρυον πολλῆς παραχρῆμα ἠξίου φιλοφροσύνης χρήματά τε ἐπιδοὺς καὶ ἀμφία παντοῖα παρασχὼν ἐς βαλανεῖά τε προτρεπόμενος καὶ παντοίως τῆς τοσαύτης κακότητος ἀνακτηι- σασθαι τούτους μηχανώμενος. οἱ δέ ἔχαιρον ἐφ᾿ οἷς παρὰ τοῦ αὐτοκράτορος εὖ πεπόνθασιν, οἱ πρὶν ἐχθροὶ καὶ πολέμιοι, οἱ παραβάται τῶν πρὸς αὐτὸν ὁρκίων καὶ ὑποσχέσεων, τὴν τοσαύτην ἐς αὐτοὺς ατανοοῦντες ἀνεξικακίαν. ὁ δὲ μεθ᾿ ἡμέρας μεταπεμψάμενος τούτους ἔφη “ἄδειαν ὑτμῖυ τοῦ λοιποῦ δίδωμι, ἵνα ὁπόσον βούλεσθε κατὰ ταύτην τὴν πόλιν ἐγκαρτερήσητε μεθ᾿ ἡμῶν. ὁπηνίκα δέ τις τῶν οἰκείων ἐπιμνησθεὶς ἐθελήσοι ἀναχωρεῖν, ἀκωλύτως καὶ τῆς πρὸς τὰ οἴκοι φερούσης ἂψαιτο συνταξάμενος ἡμῖν καὶ οὕτω διὰ χρημάτων καὶ παντοίας ἄλλης οἰκονομίας ἐφοδιασθεὶς καλῶς διευθετηθείη. καὶ ἁπλῶς καὶ παρεῖναι καὶ ἀπεῖναι ἄδειαν ἔχειν ὑμᾶς βούλομαι καὶ τὸ βουλητὸν ὡς ἐλευθέρους κατὰ τὴν οἰκείαν γνώμην πράττειν.’’ ἠσαν μέν οἶ,ν τέως οἱ κόμητες μετὰ τοῖ αὐτοκράτορος παντοίας, ὡς εἴρηται, θεραπείας ἀξιούμενοι καὶ δυσαποσπάστως αἰτοῖ ἔχοντες. ἐπεὶ δὲ τὴν Λογγιβαρκίαν ὁ Βαϊμοῦντος καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, πλείω τῶν προτέρων στρατευμάτων σπεύδων συναγαγεῖν πολλὰ τοῦ αὐτοκράτορος κατὰ πᾶσαν πόλιν καὶ χώων περιϊὼν καὶ παγανὸν αὐτὸν λαμπρᾷ τῇ φωνῇ ἀνακηρύττων καὶ τοῖς παγανοῖς ὅλη γνώμῃ ἐπαρήγοντα, τοῦτο ὁ αὐτοκράτωρ μεμαθηκὼς τοὺς ῥηθέντας κόμητας τὸ μέν τι καὶ αὐτῶν προθυμουμένων ἤδη πρὸς τὰς σφῶν ἀπιέναι χώρας, τὸ δέ τι καὶ πρὸς ἔλεγχον τῶν κατ᾿ αὐτοῦ παρὰ τοῦ Βαϊμούντου διακηρυκευομένων δαψιλεῖς τὰς δωρεὰς ἀπιχορηγήσας αἰτοῖς οἴκαδε ἐξαπέστειλεν. αὐτὸς δέ πρὸς τὴν Θετταλοῦ πόλιν σπουδαίως ἐξῄει, ἅμα μέν καὶ τοὺς νεήλυδας τὰ στρατιωτικὰ παιδεύειν, ἅμα δέ καὶ τὸν Βαϊμοῦντον ἐκ τῆς περὶ αὐτοῦ φήμης ἀπείργεσθαι τῆς ἀπὸ Λογγιβαρδίας πρὸς τὴν ἡμεδαπὴν διαπεραιώσεως. ἀπελθόντες τοίνυν οἱ κόμητες ἐκεῖνοι ἔλεγχοι τοῦ Bαϊμούντου γεγόνασιν ἀψευσέστατοι ἀπατεῶνα ἀποκαλοῦντες αὐτὸν καὶ μηδ᾿ ἐπὶ τῷ τυχόντι ἐπαληθεύοντα κατὰ πρόσωπον αὐτὸν πολλάκις ἐλέγχοντες καὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν ἀποκηρύττοντες, μάρτυρας αὐτοπίστους ἑαυτοὺς καθιστῶντες.