Ancient Greek · ~19 min
ΑΔΕΞΙΑΣ ΙΒ.
Anna Comnena, Ἀλεξιάδα 4.1-10
Not analysed yet
Τὸν δέ γε αὐτοκράτορα τὴν Θεσσαλονίκην καταλαβόντα μεμαθηκότες οἱ ἐκ τῶν ἑσπερίων λήξεων, καθάπερ τὰ βαρέα τῶν σωμάτων ἐπὶ κέντρα φέρεται, οὕτω δὴ καὶ ἅπαντες πρὸς αὐτὸν ἐφοίτων. ἀκρὶς μὲν οὖν οὐ προηγήσατο τῶν Κελτῶν καθαπερεὶ τῶν πρότερον διελθόντων· ἐν οὐρανῷ δὲ κομήτης ἐφάνη μέγας καὶ τῶν πάλαι φανέντων ὁ μέγιστος, ὂν οἱ μὲν δοκίδα, οἱ δ’ ἀκοντίαν ἔφασαν εἶναι. ἔδει γὰρ τῶν μελλόντων καινισθῆναι ξενοπρεπῶν πραγμάτων προοίμιά τινα προκαταγγελτικὰ τούτων μηνυθῆναι ἄνωθεν. καὶ γὰρ ἠν τοῦτον θεᾶσθαι ἐπὶ τεσσαράκοντα νυχθημέροις ὅλοις παμφαίνοντα῾ ἐφαίνετο δέ ἀπὸ τῶν δυτικῶν μερῶν ἐξιὼν καὶ πρὸς ἀνατολὰς ἡλίου διήκων. ὅν οἱ θεώμενοι ἅπαντες ἐζήτουν, τίνων ὁ ἀστὴρ ἄγγελός ἐστιν. ὁ δὲ αὐτοκράτωρ μηδὲ πάνυ τοῖς τοιούτοις προσέχων, ἀλλὰ φυσικῆς τινος ἐξηρτῆσθαι τὰ τοιαῦτα αἰτίας δοξάζων, ὅμως ἠρώτα τοὺς περὶ τὰ τοιαῦτα δεινούς· μεταπεμψάμενος δὲ καὶ τὸν τῆς ἐπαρχίας τοῦ Βυξαντίου τὴν ἀξίαν πρώην εἰληφότα Βασίλειον (ἀνὴρ δὲ οὗτος πολλὴν τὴν περὶ τὸν αὐτοκράτορα εὔνοιαν ἐνδεικνύμενος) περὶ τοῦ φανέντος ἀστέρος ἐπυνθάνετο. ὁ δέ ἐς νέωτα φυλάξειν ἐπηγγείλατο τὴν ἀπόκρισιν καὶ ἀπελθὼν οἷ κατέλυε (τέμενος δέ τοῦτο ἐπ᾿ ὀνόματι τοῦ εὐαγγελιστοῦ Ἰωάννου πάλαι ἀνοικοδομηθέν), ἐπεὶ πρὸς δυσμὰς ὁ ἥλιος ἦν, περιεσκόπει τὸν ἀστέρα. διαπορουμένῳ δέ καὶ καμόντι τοῖς λογισμοῖς ὑπνῶσαι ξυμβεβήκει καὶ τηνικέντρῳ καῦτα τὸν ἅγιον θεάσασθαι τερατικῶς ἐσταλμένον. ὁ δὲ περιχαρὴς γεγονὼς οὐκέτ’ ὄναρ ἐδόκει, ἀλλ’ ὕπαρ ὁρᾶν. ἔνθεν τοι καὶ γνωρίσας τὸν ἅγιον ἔμφοβος γενόμενος μεθ’ ὑποστολῆς ᾐτεῖτο, τίνων ἀγγελτικὸς ὁ ἀστήρ ἐστι, γνωρίσαι οἱ. ὁ δέ Κελτῶν κίνησιν προσημαίνειν τοῦτον ἔφη · “τὸ δὲ σβέννυσθαι τὴν τούτων αὐτοῦ που κατάλυσιν δηλοῖ.’’ ἀλλὰ περὶ μὲν τοῦ φανέντος ἀστέρος τοιαῦτα · ὁ δὲ βασιλεὺς τὴν Θεσσαλονίκην καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἡτοιμάζετο πρὸς τὴν τοῦ Βαϊμούντου διαπεραίω- σιν ἐκπαιδεύων μέν τοὺς νεολέκτους τόξον τε τείνειν καὶ βέλη κατὰ σκοποῦ πέμπειν καὶ περιφράττεσθαι θυρεῷ ἀλλὰ καὶ ξενικὰς ἐξ ἀλλοδαπῶν διὰ γραμμάτων παρασκευάζων δυνάμεις, ἲν᾿ ὁπηνίκα καιρὸς καλοίη, θᾶττον παραγένωνται. πολλὴν δὲ καὶ τὴν τοῖ Ἰλλυρικοῦ ἐπεποίητο πρόνοιαν τήν τε πόλιν τὸ Δυρράχιον ἀσφαλισάμενος καὶ ἡγεμόνα ταύτης τὸν δεύτερον υἱὸν Ἱσαακίου τοῦ σεβαστοκράτορος Ἀλέξιον καταστησάμενος. ἅμα δέ κἀκ τῶν Κυκλάδων νήσων καὶ τῶν παρὰ θάλασσαν τῆς Ἀσίας πόλεων καὶ αὐτῆς τῆς B Εὐρώπης στόλον παρεκελεύσατο ἀπαρτίσαι· πολλῶν δέ παρεμποδιζόντων τὴν τοῦ στόλου κτίσιν διὰ τὸ μήπω τὴν τοῦ Βαϊμούντου κατεπείγειν διαπεραίωσιν, ὁ δ’ ὅμως οὐκ ἐπείθετο λέγων δεῖν εἶναι τὸν στρατηγὸν ἀνύστακτον φύλακα καὶ μὴ πρὸς τὰ ἐν ποσὶ μόνον παρασκευάζεσθαι, ἀλλὰ καὶ τὰ πόρρω ὁρᾶν μήτε μὴν φειδοῖ χρημάτων καιροῖ καλοῦντος ἀνέτοιμον φαίνεσθαι καὶ μᾶλλον, ὁπηνίκα ἔφοδον ἐχθροῦ αἴσθηται. ταῦτα τοίνυν δεξιώτατα διαθέμενος ἐκεῖθεν μεταναστὰς καταλαμβάνει τὴν Στρούμπιτζαν κἀκεῖθεν αὖθις ἄχρι τοῦ Σλοπίμου. μεμαθηκὼς δέ καὶ τὴν Ἱωάννου τοῖ τἱοῦ τοῦ σεβαστοκράτορος ἧτταν κατὰ τῶν Δαλματῶν προαποσταλέντος ἀποσταλέντος δυνάμεις ἀποχρώσας ἐκπέμπει εἰς ἀρωγήν. ὁ μὲν οὑν Βολκάνος εὐθὺς πονηρότατος ὢν ἐρωτᾷ πρὸς τὸν βασιλέα τὰ περὶ εἰρήνης καὶ τοὺς ζητηθέντας ἐκπέμπει. ἐκεῖνος δὲ ἐγκαρτερήσας ἐπὶ ἐνιαυτὸν ἴνα καὶ μῆνας δύο, ὡς τὸν Βαϊμοῦντον ἔτι ἐν τοῖς τῆς Λογγιβαρδίας μέρεσι διατρίβοντα ἐπεπληροφόρητο, τοῦ χειμῶνος ἐπικαταλαμβάνονντος ἤδη, τοὺς στρατιώτας πρὸς τὰς σφῶν οἰκίας ἐξέπεμψεν, αὐτὸς δὲ τὴν Θεσσαλονίκην καταλαμβάνει. ἐν τῷ τὴν πρὸς Θεσσαλονίκην ἀνύειν ἐτέχθη ὁ πρωτότοκος τῶν υἱῶν τοῦ πορφυρογεννήτου καὶ βασιλέως Ἰωάννου κατὰ τὴν Βαλαβίσταν συνεπαγόμενος ἐν τῷ τίκτεσθαι καὶ ἕτερον θῆλυ. ἐκεῖσε γοῦν τὴν μνήμην τοῖ· μεγαλομάρτυρος Δημητρίου ἐκτελέσας εἰσέρχεται εἰς τὴν μεγαλόπολιν. γέγονε καί τι τοιοῦτον. περὶ τὰ μέσα τοῖ Κωνσταντινίου φόρου χαλκοῦς τις ἀνδριὰς ἵστατο καὶ πρὸς ἀνατολὰς ἀπέστραπτο ἐπὶ πορφυροῦ κίονος περιόπτου σκῆπτρον μέν κατέχων τῇ δεξιᾷ, τῇ δὲ λαιᾷ σφαῖραν ἀπὸ χαλκοῦ κατασκευασθεῖσαν. ἐλέγετο δ᾿ οὖν εἶναι οὗτος Ἀπόλλωνος ἀνδριάς· Ἀνθήλιον δέ, οἶμαι, οἱ τῆς Κωνσταντίνου οἰκήτορες αὐτὸν προσηγόρευον. ὂν ὁ μέγας ἐν βασιλεῦσι Κωνσταντῖνος ἐκεῖνος καὶ τῆς πόλεως καὶ πατὴρ καὶ δεσπότης εἰς τὸ ἑαυτοῦ μετέθηκεν ὄνομα Κωνσταντίνου αὐτοκράτορος ἀνδριάντα αὐτὸν προσειπών. ἐπεκράτησε δέ ἡ ἀρχῆθεν τεθεῖσα προσηγορία τῷ ἀνδριάντι καὶ ἤτοι Ἀνήλιος ἢ Ἀνθήλιος ὑπὸ πάντων ἐλέγετο. τοῦτον τὸν ἀνδριάντα ἐξ αἰφνιδίου πνεύσαντες ὄνεμοι πλατύτατοι λίβες ἐκεῖθέν τε ὦσαν καὶ εἰς γῆν ἔρρι- ψαν περὶ τὸν ταῦρον τοῦ ἡλίου τότε ὁδεύοντος. ὅπερ οὐκ ἀγαθὸς οἰωνὸς τοῖς πλείοσιν ἔδοξε καὶ μᾶλλον, ὁπόσοι μὴ καλῶς πρὸς τὸν αὐτοκράτορα εἶχον· ὑπεψιθύριζον γὰρ τὸν τοῦ βασιλέως θάνατον τὸ συμβὰν προμηνύειν. ὁ δέ “ζωῆς καὶ θανάτου ἕνα κύριον ἐπίσταμαι,” ἔλεγε “πτώσεις δέ εἰδώλων θάνατον ἐπάγειν οὐδόλως πιστεύειν ἔχω. ὁπηνίκα γὰρ Φειδίας τις, φέρε εἰπεῖν, ἤ τις τῶν λιθοξόων λίθον ἀποξέσας εἴδωλον ἀπεργάσοιτο, ἀναστήσει μέν καὶ νεκρούς, παράξει δὲ καὶ ἔμψυχα; καὶ εἰ ταῦτα, τῷ τῶν ὁπάντων δημιουργῷ τί καταλειφθήσεται; ἀποκτενῶ γὰρ καὶ ζῆν ἐγὼ ποιήσω φησὶ καὶ οὐχὶ τοῦδε ἢ τοίδε εἰδώλου πτῶσις ἢ ἀνέγερσις.” καὶ γὰρ τὰ πάντα τῇ μεγίστη τοῦ Θεοῦ ἁνετίθει προνοίᾳ.