Ancient Greek · ~23 min
ΑΔΕΞΙΑΣ ΙΒ.
Anna Comnena, Ἀλεξιάδα 5.1-11
Not analysed yet
Κυκεὼν δὲ κατὰ τοῦ αὐτοκράτορος ἄλλος αὖθις κακῶν ἐξεγήγερτο, ὃς οὐχ ὑπὸ τῶν τυχόντων ἐξηρτί ἕτο ἤδη. ἄνδρες γάρ τινες ὲπ᾿ ἀνδρείᾳ καὶ γένους εὐκλείᾳ μεγάλα αὐχοῦντες κατὰ τοῦ βασιλικοῦ ἐμελέτησαν σώματος φόνιον πνέοντες. καὶ θαιμάζω ἐνταῦθα τῆς ἱστορίας γεγονυῖα, πόθεν τοσοῦτον πλῆθος κακῶν τὸν βασιλέα περιεστοίχισεν. οὐδὲν γάρ, οὐδέν ἦν οὐδ᾿ ὁποθενοῦν, ὃ μὴ κατ᾿ αὐτοῦ ἐκεκίνητο. τά τε γὰρ ἔνδον ἀποστασίας ἦσαν μεστὰ καὶ τὰ ἔξωθεν ἐπαναστάσεως ἔγεμε. καὶ μήπω πρὸς τὰ ἔνδον τοῦ αὐτοκράτορος ἀντικαταστάντος τἀκτὸς πάντα περιεφλέγμανε, βαρβάρους ἅμα καὶ τοὺς ἔνδον τυράννους τῆς Τύχης αὐτῆς ὥσπερ τινὰς Γἴγαντας αὐτοφυεῖς ἀναβλαστανούσης ,καίτοι τοῦ βασιλέως ἅπαντα πρὸς τὸ ἡμερώτερον καὶ φιλανθρωπότερον ἐπιτροπεύοντος καὶ διοικονουμένου τὰ πράγματα καὶ οὐκ ἔστιν ὅντινα μὴ τοῖς ἀγαθοῖς κατακλύζοντος. τοὺς μὲν γὰρ καὶ ἀξιωμάτων τιμαῖς καταύδαινε καὶ δωρεαῖς μεγάλαις καταπλουτίζων ἀεὶ οὐκ ἀνῆκε· τοὺς δὲ ὁποιδήποτε βαρβάρους, ἀφορμὰς μὴ διδοὺς πολέμων μηδ᾿ ἀνάπην ἐπάγων αἰτός, ἀνασοβοῦντας ὅμως ἀνέστελλεν, ὡς ἔστι κακὼν στρα- τηγῶν, τῶν πραγμάτων ἡσυχαζόντων αὐτοὺς ἐξεπίτηδες ἀνερεθίζειν τοὺς πέριξ εἰς πόλεμον. εἰρήνη μὲν γὰρ τέλος ἐστὶ πολέμου παντός, τὸ δ᾿ ἀνθελέσθαι ἀεὶ αὐτόθεν τὸ ἕνεκά του *καὶ τοῦ ἀγαθοῦ τέλους ἀεὶ ἀμελεῖν, τοῦτο ἀνοήτων ἐστὶ στρατηγῶν καὶ δημαγωγῶν καὶ ὄλεθρον πραγματευομένων τῆς πόλεως. ἀλλ᾿ ὁ βασιλεὺς Ἀλέξιος τοὐναντίον ἅπαν ἐποίει καὶ τοῦ εἰρηνεύειν ἐκτόπως ἐπεμελεῖτο καὶ *παροῦ- σαν ἀεὶ πανταχόθεν συνεῖχε καὶ ἀποίσης ἐπηγρύπνει πολλάκις, ὅπως ἐπανέλθοι. καὶ ἦν ὁ αὐτὸς κατὰ φύσιν μὲν εἰρηνικός, ἀναγκαζόντων δὲ τῶν πραγμάτων πολεμικώτατος. καὶ ἔγωγ᾿ ἂν φαίην θαρρούντως περὶ τοῦ ἀνδρὸς ἐκείνου, ὡς ἄρα τοῦ βασιλικοῦ χαρακτῆρος πολλοῦ χρόνου καταλελοιπότος τὰ τῶν ῾Ρωμαίων βασίλεια, ἐπ᾿ αὐτοῦ καὶ μόνου ἐπανεληλυθέναι τρόπον τινὰ τότε πρώτως τῇ ῾Ρωμαίων ἡγεμονίᾳ ἐπιξενουμένου ***ἀλλ᾿ ὅπερ ἔλεγον τοῦ λόγου ἀρχομένη, ὅτι θαυμάζειν ἔχω τῆν τοσαύτην τῶν πραγμάτων τῶν πολεμικῶν ἐπίχυσιν. τά τε γὰρ ἔξω καὶ τἄνδον πάντα ἦν ἰδεῖν κυμαινόμενα πανταχόθεν. ἀλλ᾿ ὅ γε βασιλεὺς Ἀλέξιος καὶ τὰ ἀφανῆ τῶν ἐχθρῶν καὶ κρύφια καὶ προῃσθάνετό τε καὶ παντοδαποῖς μηχανήμασι πόρρω τὰς βλάβας ἀπήλαυνε καὶ πρὸς τοὺς ἔνδοθεν τυράννους καὶ πρὸς τοὺς ἔξωθεν βαρβάρους ἀνταγωνιζόμενος ἀεὶ προφθάνων ὀξύτητι νοῦ τὰς τῶν ἐπιβουλευόντων ἐπιβουλὰς καὶ ἀνακόπτων τὰς τούτων ὁρμάς. καὶ ἔγωγε στοχάζομαι ἀπὸ τῶν πραγμάτων αὐτῶν τὴν Τύχην **τῆς βασιλείας, ὅτι πανταχόθεν συνέρρευσε τὰ δεινὰ καὶ ἐτετάρακτο αὐτό τε τὸ σῶμα τῆς πολιτείας καὶ πᾶν ἀλλότριον ἐμεμήνει κατὰ τῆς βασιλείας Ῥωμαίων, ὡς εἴ τις οὕτως ἔχοι κακῶς, ὥστε καὶ ὑπὸ τῶν ἀλλοδαπῶν πολεμεῖσθαι καὶ ὑπὸ τῶν οἰκείων κατατρύχεσθαι τὰς σάρκας διαμασσώμενον, τοῦτον δὲ ἀνεγεῖραι τὴν πρόνοιαν, ἵνα πρὸς τὰ πανταχόθεν κακὰ ἀντιμηχανῷτο, ὡσπερ δὴ καὶ τὸ τηνικαῦτα συνιδεῖν ἔδει. ὅ τε γὰρ Βαϊμοῦντος ὁ βάρβαρος ὁ πολλάκις ἡμῖν εἰρημένος ἐξηρτύετο κατὰ τῶν σκήπτρων Ῥωμαίων βαρύτατον στράτευμα ἐπαγομένος καὶ τὸ τυραννικὸν τοῦτο πλῆθος ἑτέρωθεν ἀντεπηγείρετο, καθάπερ ἄνωθεν τοῦ λόγου πεπροοιμίασται. τέσσαρες μὲν ἦσαν οἱ ξύμπαντες οἱ τῆς βουλῆς καταρχόμενοι, Ἀνεμάδες τὴν ἐπωνυμίαν, τὰς κλήσεις ὁ μὲν Μιχαήλ, ὁ δέ Δέων, ὁ ἕτερος . . . . ,ὁ ἄλλος . . . . . προσηγορεύετο. ἀδελφοὶ δ’ ἦσαν καὶ τέ σώματα πρότερον καὶ τότε τὴν γνώμην· εἰς ταὐτὸ γὰρ ἅπαντες συνεφρόνησαν, ἀποκτεῖναί τε τὸν αὐτοκράτορα καὶ τῶν βασιλικῶν ἐπιλήψεσθαι σκήπτρων. συνυπήγοντο δὲ αἰτοῖς καὶ ἒτεροι τῶν εὐγενῶν, οἵ τε Ἀντίοχοι γένους ὄντες περιφανοῦς καὶ οἱ Ἐξαζηνοὶ καλούμενοι, ὅ τε Δούκας καὶ ὁ Ὑαλέας, ἄνδρες ἐκθυμότατοι τῶν πώποτε γεγενημένων πρὸς μάχας, πρὸς δέ καὶ Νικητὰς ὁ Κασταμονίτης καὶ Κουρτίκιός τις καὶ ὁ Βασιλάκιος Γεώργιος. οὗτοι μέν οὖν ἤσαν τοῦ στρατιωτικοῦ καταλόγου πρωτεύοντες, τῆς δέ γε συγκλήτου ὁ Σολομῶν Ἰωάννης. ὅν διὰ περιουσίαν καὶ γένους λαμπρότητα βασιλέα χρίσειν ὁ Μιχαὴλ ὁ καὶ κορυφαῖος τῆς τετρακτύος τῶν Ἀνεμάδων σχηματιζόμενος ἐπηγγέλλετο. ὁ δέ Σολομῶν οὗτος τῆς συγκλήτου λογάδος τὰ πρῶτα φέρων οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν συνεξηπατημένων αὐτῷ βραχύτατος μέν ἦν τὴν ἡλικίαν, κουξότατος δέ τὴν γνώμην. Ἀριστοτελικῶν τε καὶ Πλατωνικῶν μαθημάτων ᾤετο εἰς ἄωον ἐληλυθέναι· οὐ μὴν εὖ ἧκε τῆς φιλοσόφου εἰδήσεως, ἀλλ’ ὅμως ἐτετύφωτο διὰ περιουσίαν κουφότητος. λοιπὸν πρὸς τὴν βασιλείαν ὅλοις ἱστίοις ἀπένευε καθάπερ ὑπὸ τούτων τῶν Ἀνεμάδων ἐμπνεόμενος. ἀλλ’ ἦσαν ἄρα τὰ πάντα πλάνοι. οὐ γὰρ εἶχον ἐν νῷ τοῦτον οἱ ἀμφὶ τὸν Μιχαὴλ ἐς τὸν βασιλικὸν θρόνον ἐναγαγεῖν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τῇ κουφότητι τοῦ ἀνδρὸς καὶ τῷ πλούτῳ πρὸς τὴν ἰδίαν ἐπιχείρησιν ἀπεχρῶντο. ἀεί τι ἐκεῖθεν τοῦ χρυσοῦ ῥεύματος ἐπισπῶντες καὶ ταῖς ἐλπίσι τῆς βασιλείας ποιοῦντες ὑπότυφον ὅλω ἐαυτοῖς τιθασσὸν ἐποιήσαντο γνώμης τοιαύτης ἔχοντες, ὡς εἰ εὔοδα πράξαιεν καὶ ἡ Τύχη αὐτοῦς εὐνούστερόν πως ἐνατενίσειε, τενίσειε, τὸν μέν παραγκωνίσαιντο ἀφέντες ψαίρειν ἐπὶ πελάγους, αὐτοὶ δὲ τῶν σκήπτρων ἀνθέξοιντο μικράν τινα δόξαν καὶ εὐετηρίαν αὐτῷ ἀπονείμαντες. οἱ μέντοι γε πρὸς ἐκεῖνον λόγοι τῆς ἐπιβουλῆς οὐ φόνον τοῦ αὐτοκράτορος ἐπηγγέλλοντο οὐδὲ ξιφουλκίας ἐμέμνηντο, οὐ μάχης οὐδὲ πολέμων, ἵνα μὴ καταπτοήσαιεν τὸν ἄνδρα πάλαι τοῦτον εἰδότες πὼς ἅπαν εἶδος πολέμου δειλότατον. τοῦτον τοίνυν τὸν Σολομῶντα ὥσπερ δὴ Κορυφαιότατον τῶν ἄλλων ἐνηγκαλίσαντο. συνυπήχθησαν δὲ τῇ τούτων βουλῇ καὶ ὁ Σκληρὸς καὶ ὁ τὴν ἐπαρχίαν τῆς Κωνσταντίνου τῷ τότε διηνυκὼς Ξηρός. ὁ μέντοι Σολομῶν κουφοτέρας ὢν γνώμης, καθάπερ ἄνωθεν εἴρηται, καὶ μηδὲν τῶν παρὰ τοῦ Ἐξαζηνοῦ καὶ τοῦ Ὑαλέα καὶ αὐτῶν δὴ τῶν Ἀνεμάδων μελετωμένων συνεὶς ἐν χερσὶν ἤδη τὴν βασιλείαν Ῥωμαίων οἰόμενος προσωμίλει τισὶ καὶ ὑπεποιεῖτο ὑποσχέσεσι δωρεῶν καὶ ἀξιωμάτων τούτους ὑπαγόμενος. φοιτήσας δέ ποτε πρὸς αὐτὸν ὁ τοῦ δράματος κορυφαῖος Μιχαὴλ ὁ Ἀνεμᾶς καὶ θεασάμενος ὁμιλοῦντά τινι ἐπυνθάνετο, τί ἂν εἴη τὸ λεγόμενον. ὁ δὲ Σολομῶν μετὰ τῆς συνήθους ἁπλότητός φησιν ὡς “ἀξίωμα αἰτήσας ἡμᾶς καὶ λαβὼν τὴν ὑπόσχεσιν συνέθετο κοινωνὸς ἡμῖν τῆς βουλῆς τῶν πάντων ὁ δέ μωρίαν τούτου καταψηφισάμενος καὶ περίφοβος γεγοωώς, ὡς μηδόλως ἐχεμυθεῖν πεφυκότα διαγνούς, οὐκέθ᾿ ὡς τὸ πρότερον πρὸς αὐτὸν ἐφοίτα.