Ancient Greek · ~31 min
ΑΛΕΞΙΑΣ ΙΔ.
Anna Comnena, Ἀλεξιάδα 4.1-12
Not analysed yet
Οἱ δὲ τοῦ Φραγγικοῦ στόλου ἡγεμόνες διὰ τῶν περισωθέντων ἀπὸ τῶν πέντε δρομάδων νηῶν τὰ περὶ τοῦ Ῥωμαϊκοῦ στόλου, ὡς εἴρηται, βεβαιωθέντες, καὶ ὅτι ὁ βασιλεὺς τὸν στόλον εὐτρεπίσας τὴν αὐτῶν ἔφοδον περὶ τὴν Χερρόνησον περιμένων ἐνδιατρίβει, τοῦ προτέρου σκοποῦ ἀπέστησαν μηδόλως τοῖς μέρεσι τῆς Ῥωμανίας πλησιάσαι θελήσαντες. παραχειμάσας οὖν ὁ βασιλεὺς εἰς Καλλιούπολιν μέτα τῆς βασιλίδος (συνείπετο γὰρ αὐτῷ διὰ τὴν τῶν ὀδύνην, ὡς πολλάκις ἱστόρηται) καὶ τὸν καιρόν, καθ’ ὃν ὁ τῶν Λατίνων εἴωθεν ἀποπλεῖν στόλος, εἰς τὴν βασιλεύουσαν ὑπέστρεψεν. οὐ πολὺς παρίππευκε χρόνος καὶ Τούρκων ἔφοδος καταγγέλλεται ἐξ ἁπασῶν τῶν τῆς ἀνατολῆς χωρῶν καὶ αὐτοῦ τοῦ Χορασὰν ὡς εἰς πεντήκοντα χιλιάδας συμποσουμένων. οὐδὲ γὰρ πρὸς βραχὺ ῥᾳστώνης μετειλήχει τὸν ἅπαντα τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἄλλων καὶ ἄλλων ἐπιφυομένων πολεμίων δινηεκῶς. μετακαλεῖται τοίνυν ἁπανταχόθεν τὸ ὁπλιτικὸν ἅπαν, καὶ τοῦ καιροῦ στοχασάμενος, καθ’ ὃν σύνηθες τοῖς τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιεῖσθαι, τὸν ἀναμεταξὺ Βυζαντίου καὶ Δαμάλεως διαπερᾷ πορθμόν. καὶ οὐδὲ ἡ ἐπελθοῦσα τούτῳ τῶν ποδῶν περιωδυνία ἀπεῖρξε τοῦ ἔργου. ἥτις οὔτε τινὶ τῶν προγόνων ξυμβέβηκέ ποτε, ἵνα τις ἐκ σπερματικῶν λόγων καὶ ἐς αὐτὸν κατιοῦσαν νομίζοι τὴν νόσον, οὔτε ἐκ διαίτης ἁβρᾶς, ὁποῖα τοῖς διαρρέουσι τὸν βίον φιληδόνοις συμβαίνειν εἴωθεν· ἀλλ’ ὅπως αὐτῷ ἡ διάθεσις τῶν ποδῶν ἐπηρέαζεν, ἐγὼ διηγήσομαι. ἐσφαί- ριζέ ποτε γυμναζόμενος συσφαιρίζοντα καὶ τὸν Τατίκιον ἔχων, περὶ οὗ πολλάκις διείλεγμαι. ὃς καὶ ὑπὸ τοῦ ἵππου παρασυρεὶς ἐμπίπτει τῷ βασιλεῖ · κἀντεἷθεν ἀλγήσας τὴν κεφαλίδα τοῦ γόνυος καὶ αὐτὸν ὅλον τὸν πόδα διὰ τὸ ἀκροβαρὲς τῆς καταφορᾶς οὐκ ἐνεδείξατο μὲν ἀλγῆσαι φερεπονώτατος ὤν, ὅμως μέντοι μικρᾶς τινος τυχὼν ἐπιμελείας καὶ κατ᾿ ὀλίγον ἐς τὸ ἀνώδυνον ἐλθὼν τῶν συνήθων διατριβῶν εἴχετο. αὕτη μὲν οὖν πρώτη αἰτία τῆς τῶν ποδῶν ἀλγηδόνος τοῦ βασιλέως· αἱ γὰρ ὀδύναι τῶν τόπων εἰς ἑαυτὰς τὰ ῥεύματα ἐφειλκύσαντο. δευτέρα δέ καὶ ἐναργεστέρα καὶ τῆς ὅλης ὀδύνης μήτηρ τοιαύτη τις ἦν. τίς οὐκ οἶδε τὰ ἄπειρα τῶν Κελτῶν ἐκεῖνα πλήθη τῶν τήν βασιλίδα πόλιν κατειληφότων, ὁπότε τῆς ἑαυτῶν ἁπανταχόθεν ἀπαναστάντες πρὸς ἡμᾶς ὥρμησαν; τότε γὰρ οὗτος εἰς πέλα- γος ἀχανές φροντίδων ἐμπεπτωκὼς ἐκ πολλοῦ συνιδὼν αὐτοὺς τὴν ῾Ρωμαίων βασιλείαν ὀνειρώττοντας, ὑπὲρ τὴν ἄμμον δὲ καὶ τὰ ἄστρα τὴν αὐτῶν πληθὺν ὁρῶν, τὰς δὲ ῾Ρωμαϊκὰς ἁπάσας δυνάμεις οὐδὲ πρὸς πολλοστημόριον τούτων ἐξισουμένας, εἰ καὶ εἰς ἓν συναφθεῖεν, πολλῷ γε μᾶλλον διεσπαρ- Λ μένων τῶν πλειόνων ὄντων καὶ τῶν μὲν τὰ περὶ τὴν Σερβίαν τέμπη καὶ Δαλματίαν ἐπιτηρούντων, τῶν δὲ τὰ περὶ τὸν Ἴστρον ὡς τἀς τῶν Κομάνων καὶ Δακῶν ἐφόδοις πολλῶν δὲ καὶ τὴν τοῦ Δυρραχίου φρουρὰν ἐμπιστευομένων, ὡς μὴ ὑπὸ τῶν Κελτῶν καὶ αὐθις ἁλῴη, ταῦτα συνορῶν ὁ αὐτοκράτωρ ὅλος γίνεται τῶν Κελτῶν τἆλλα πάντα ἐν δευτέρῳ θέμενος. καὶ τὸ μέν πέριξ ὑποκινούμενον βαρβαρικὸν καὶ μήπω ἐς φῶς ἐκρῆξαν τὴν ἔχθραν ἀξιώμασιν ἀνεῖργε καὶ δωρεαῖς, τῶν δὲ Κελτῶν τὴν ἔφεσιν παντοίαις μεθοδείαις ἀναστέλλων καὶ τῶν οἴκοι τὴν στάσιν οὐχ ἧττον, ὅτι μὴ καὶ μᾶλλον ὑφορώμενος παντοίως φυλάττεσθαι ἔσπευδεν ἐντέχνως τούτων ἀπείργων τὰ βουλεύματα. ἀλλὰ τίς τῶν ἐπεισπεσόντων αὐτῷ κακῶν τὸν κυκεῶνα ἀπαγγεῖλαι δυνήσεται; παντοῖος παντοῖος οὖν πρὸς πάντας γινόμενος ὡς ἐνὸν τοῖς πράγμασι πρὸς τὸ κατεπεῖγον ἐνίστατο καθάπερ τις δόκιμος ἰατρῶν τῷ τῆς τέχνης κανόνι χρώμενος. ἐπὶ τοῦ βασιλικοῦ τοίνυν ἅμα ἡμέρᾳ καὶ εἰθὺς ἡλίου τὸν ἀνατολικὸν ἀναθορόντος ὁρίζοντα καθῆστο θρόνου κελεύων τοὺς Κελτοὺς ἅπαντας ἀκωλύτως εἰσιέναι ἡμέραν ἑκάστην, ἅμα μέν τὰς ἑαυτῶν αἰτήσεις ἀπαγγέλλειν τούτους ἐθέλων, ἅμα δὲ καὶ τοῖς αἰτοῖ θελήμασιν ὑπάγεσθαι διὰ παντοίων λόγων αὐτοὺς μηχανώμενος. οἱ δὲ Κελτοὶ κόμητες φύσει μὲν τὸ ἀναίσχυντον καὶ ἰταμὸν ἔχοντες φύσει δὲ τὸ ἐρασιχρήματον καὶ πρὸς πᾶν τὸ αὐτοῖς βουλητὸν ἀκρατὲς καὶ πολυρρῆμον ὑπὲρ πᾶν γένος ἀνθρώπων κεκτημένοι οὐ σὺν εὐταξίᾳ τὴν πρὸς τὸν αὐτοκράτορα εἴσοδον ἐποιοῦντο, ἀλλ᾿ ὁπόσους ἂν ἕκαστος τῶν κομήτων ἐβούλετο, συμπαραλαμβάνων εἰσῄει· καὶ τούτου ἐχομένως ἕτερος, ἐφεξῆς δ᾿ ἐκείνου ἄλλος. εἰσερχόμενοι δὲ οὐ πρὸς ὕδωρ, καθάπερ ποτὲ τοῖς ῥήτορσιν ἐφεῖτο, τὴν ὁμιλίαν ἐποιοῦντο, ἀλλ᾿ Ὀπόσον ἕκαστος καὶ ὁ τυχὼν ἠβούλετο προσομιλεῖν τῷ αὐτοκράτορι χρόνον, τοσούτου καὶ ἐτύγχανεν. οἱ δὲ τοιοῦτοι ὄντες τὸ τρόπον καὶ τὴν γλῶτταν ἀσύμμετροι καὶ μήτε τὸν αὐτοκράτορα αἰδούμενοι μήτε τὸν καιρὸν παραρρέοντα εὐλαβούμενοι μήτε τὴν τῶν ὁρώντων νέμεσιν ὐφορώμενοι οὐ τοῖς ὄπισθεν ἐρχομένοις ἕκαστος τόπον ὀμιλίας παρεῖχεν, ἀλλ᾿ ἀνέτως τὰς ὁμιλίας καὶ τὰς αἰτήσεις ἐποιοῦντο. τὸ λάλον δὲ τούτων καὶ θηρευτικὸν καὶ σμικρολόγον τῶν λέξεων ἅπαντες μὲν ἴσασιν, ὁπόσοις ἠθῶν ἀνθρώπων μέλει καταστοχάζεσθαι· τοὺς δὲ τότε παρόντας ἀκριβέστερον ἡ πεῖρα δεδίδαχε. καὶ γὰρ ἐπὰν ἑσπέρα καταλάβοι, ἄσιτος δι᾿ ὅλης διαμεμενηκὼς ἡμέρας ἐξανίστατο τοῦ θρόνου πρὸς τὸν βασιλικὸν κοιτωνίσκον ἀπονεύων· ἀλλ᾿ οὐδ᾿ οὕτως τῆς τῶν Κελτῶν ἠλευθεροῦντο ὀχλήσεως. ἄλλου γὰρ ἄλλον προφθάνοντος οὐ τῶν ἀπολειφθέτων μόνον τῆς ἡμερινῆς ὁμιλιας, ἀλλὰ κἀκείνων αὖθις ἐπανιόντων κὼ ἄλλας καὶ ἄλλας αἰτίας λόγων προβαλλομένων ἐκεῖνος ἵστατο ἀκλινὴς τῆς τοσαύτης γλωσσαλγίας ἀνεχόμενος περιστοιχούμενος ὑπὸ τῶν Κελτῶν. καὶ ἦν ἰδεῖν καὶ πρὸς τὰς ἁπάντων ὑποφορὰς ἑτοίμως τὸν αὐτὸν καὶ ἕω τὰς ἀνθυποφορὰς ποιούμενον. πέρας δέ τῆς ἀκαίρου τούτων γλωσσαλγίας οὐκ ἠν. ὁπηνίκα δέ τις ἀνακόψαι τῶν μεσαζόντων τούτους ἐπεχείρει, παρὰ τοῦ βασιλέως ἀνεκόπτετο. τὸ γὰρ τῶν Φρόγγων φύσει ὀργίλον γινώσκων ἐδεδίει, μὴ ἁ μικρᾶς προφάσεως μέγας πυρσὸς σκανδάλου ἀναφθῇ κἀκ τούτου μεγάλη ἐσεῖται βλάβη τῇ Ῥωμαίων ἀρχῇ. καὶ ᾦ ὡς ἀληθῶς παραδοξότατον τὸ φαινόμενον. ὥσπερ γὰρ σφυρήλατος ἀνδριὰς ἢ ἀπό τινος χαλκοῦ τυχὸν ἢ ψυχρηλάτου σιδήρου κατεσκευασμένος, οὕτω παννύχιος ἵστατο ἐξ ἑσπέρας πολλάκις μέν μέχρι μέσης νυκτός, πολλάκις δέ καὶ τρίτης ἀλεκτοροφωνίας, ἔστι δ’ ὅτε σχεδὸν καὶ περὶ τὰς σαφεστάτας ἡλίου αὐγάς. πάντες δέ κεκμηκότες πολλάκις μεθιστάμενοι ἀνέπαυον ἑαυτοὺς καὶ αὖθις εἰσῂεσαν δυσχεραίνοντες. †κἀντεῦθεν οὐδεὶς ἠδύνατο τῶν συνόντων αὐτῷ πρὸς τὴν τοσαύτην ἀμετακλινῆ στάσιν, ἀλλὰ μετώκλαζον ἅπαντες ἄλλοτε ἄλλος· καὶ ὁ μὲν ἐφηδράζετο, ὁ δ’ ἐπλαγίαζε τὴν κεφαλὴν ἐρεισάμενος, ὁ δ’ εἰς τοῖχον ὑπήρειδεν ἑαυτόν. μόνος πρὸς τὸν τοσοῦτον πόνον ἀμειλίκτως εἶχεν ὁ βασιλεύς. καὶ τίς γὰρ τῆς ἐκείνου φερεπονίας λόγος ἐφίκοιτο; μυριάνδρου γὰρ οὔσης τῆς διαλέξεως πολλὰ μὲν ἕκαστος ἐλάλει καὶ ἀμετροεπῶς ἐκολῴα καθ’ Ὅμηρον· ἄλλος μεταστὰς παρεδίδου ἑτέρῳ τὴν λαλιὰν κἀκεῖνος εἰς ἄλλον μετέπεμπεν, εἶτ’ αὖθις οὗτος εἰς ἕτερον. καὶ ἦν μὲν ἐν διαλείμμασι τούτοις ἡ στάσις, ὁ δέ τὴν στάσιν εἶχεν ἀπέραντον μέχρι πρώτης ἡ καὶ δευτέρας ἀλεκτοροφωνίας. μικρὸν δέ διαναπαπαυόμενος ἡλίου πάλιν ἀνίσχοντος ἐπὶ τοῦ θρόνου καθῆστο, καὶ πάλιν ἕτεροι πόνοι καὶ ἀγῶνες διπλοῖ τοὺς νυκτερινοὺς ἐκείνοις διαδεχόμενοι. ἐκ ταίτης τοιγαροῦν τῆς αἰτίας ἡ ὀδύνη τῶν ποδῶν ἐνσκήπτει τοῦ αὐτοκράτορος. ἔκτοτε δέ μέχρι τέλους ἐκ διαστημάτων τινῶν χρονικῶν ἐπῄει τὸ ῥεῦμα ὀδύνην ἐπάγον σφοδράν. ὁ δὲ τοδοῦτον ἐγκαρτερῶν ἢν, ὡς μηδέποτε γογγυστικὸν ῥῆμα, ἀλλὰ τὸ “ἀξίως πάσχω· εὐλόγως μοι ταῦτα διὰ τὴν τῶν ἐμῶν ἁμαρτιῶν πληθύν”. εἰ καί που δὲ τῶν χειλέων αὐτοῦ ῥῆμα μικροψυχίας ἐκδεδραμήκει, εὐθὺς τῷ τοῦ σταυροῦ σημείῳ κατὰ τοῦ παλαμναίου ἐχρῆτο δαίμονος “φεῦγε” λέγων “ἐξ ἐμοῦ πονηρέ· οὐαί σοι καὶ τοῖς σοῖς κατὰ τῶν Χριστιανῶν μηχανήμασιν”. ἀλλὰ τὰ μέν τῆς τῶν ποδῶν ἀλγηδόνος ἱκανῶς ἡμῖν εἰρήσθω τὰ νῦν· εἰ δέ τις τῇ νόσῳ ταύτῃ συνήρατο κἀκ τοῦ κερασθέντος τούτῳ μεστοῦ πικρίας κρατῆρος, καθὼς ὲν ὀλίγοις ἐνσημανούμεθα, ἵνα μὴ λέγω τὸ πᾶν, καὶ τὰς ἀλγηδόνας συνηύξανε, κἂν ἡ βασιλις μέλιτι τὸν κρατῆρα περιχρίουσα τὰ πολλὰ διολισθαίνειν τῶν κακῶν προσεμηχανᾶτο φύλαξ ἀνύστακτος τοῦ αὐτοκράτορος οἶσα, προσερρίφθω καὶ οὗτος τῷ λόγῳ καὶ ἔστω τρίτη τις αἰτία τῆς νόσου τοῦ βασιλέως οὐ προχαταρκτικὴ μόνον, ἀλλὰ καὶ αυνεκτικωτάτη κατὰ τοὺς παῖδας τῶν ἰατρῶν οἱ καθάπαξ προσκεκρουκὼς ἐκεῖνος ἀπῆν, ἀλλὰ συμπαρῆν καὶ συμπαρωμάρτει ὡς ἐν τοῖς ἀγγείοις οἱ πονηρότατοι τῶν χυμῶν· μᾶλλον δέ, εἴ τις εἰς τὶν ἐκείνου φύσιν ἀπεῖδεν, οὐ μόνον αἰτία νοσήματος ἢν, ἀλλὰ καὶ ἄντικρους νόσημα καὶ βαρύτατον σύμπτωμα. ἀλλ' ἐπέχειν τὸν λόγον ἀνάγκη τὴν γλῶτταν ἐνδακόντας καὶ μὴ παρεκθέειν τῆς λεωφόροι, κἂν ὅτι μάλιστα προθυμότατος ᾐ κατὰ τῶν κακουργοτάτων ἐφάλλεσθαι. εἰς καιρὸν γὰρ τὸν προσήκοντα τὰ περὶ τούτου τεταμιεύσθω μοι.