Ancient Greek · ~30 min
ΑΛΕΞΙΑΣ ΙΔ.
Anna Comnena, Ἀλεξιάδα 5.1-13
Not analysed yet
Ὁ δὲ λῷος ἐχέσθω τῆς [τῶν Κελτῶν ]διηγήσεως. αὐλιζεται μέν οὖν ὁ αὐτοκράτωρ κατὰ τὴν πέραθεν Δάμαλιν· ἐκεῖσε γὰρ τοῦτον ὁ λόγος περαιωσάμενον καταλέλοιπε. καὶ συνέρρεον αὐτίκα ἅπαντες νιφετοὶ· δίκην διαπερῶντες πρὸς αὐτὸν αὐτοῦ που προσμένοντα, τὸ μὲν τὴν ἁπάντων ἔλευσιν ἀπεκδεχόμενον, τὸ δέ καὶ τὴν σφοδρὰν ἐκείνην ὀδύνην ῥᾳΐσαι ἐλπίζοντα. πλησιφαῆ δὲ τὴν σελήνην ἤδη θεασάμενος, ἐπεὶ συμπαρῆν καὶ Αὔγουστα τῆς τῶν ποδῶν ὀδύνης ἐπιμελουμένη καὶ κουφίζουσα τούτου τὰς ἀλγηδόνας διὰ παντοίας ἐπιμελείας, ὡς “εἴ ποτε” εἶπεν ὁ βασιλεύς “ἐς προνομὴν οἱ Τοῦρκοι ὁρμῆσαι ἐβούλοντο, ὁ καιρὸς ἤδη ἐΠιτήδειος πάρεστι, καὶ ἄχθομαι τὸν προσήκοντα καιρὸν ἀπολωλεκώς”. ἐσπέρας μὲν ἔφη τοῦτο, κατὰ δέ τὸ περίορθρον εἰσελθὼν ὁ περὶ τὸν κοιτῶνα τῶν βασιλέων ἐνασχολούμενος ἐκτομίας τὴν τῶν Τούρκων ἐς Νικαίαν κατήγ- γειλεν ἔφοδον καὶ τοῦ τηνικαῦτα ταύτην φρουροῦντος Εὐ- σταθίου τοῦ Καμύτζη γραφὴν ὑπεδείκνυ τὰ κατ’ αὐτοὺς διαλαμβάνουσαν. ὁ γοῦν αὐτοκράτωρ μηδέ μικρὸν ἀναμείνας μηδὲ μελλήσας ὅλως, ἀλλ’ οἷον τῆς συνεχούσης αὐτὸν ὀδύνης ἐπιλαθόμενος δι’ ἁρμαμάξης τῆς πρὸς Νικαίαν φερούσης ἥψατο τῇ δεξιᾷ χειρὶ λύγον κατέχων. οἱ δὲ στρατιῶται τηνικαῦτα τὰ δόρατα †τούτων ἀναλαβόμενοι κατ’ ἴλας στοιχηδὸν ἐφ’ ἑκάτερα ἴεντο. καὶ οἱ μέν παρέθεον τούτῳ, οἱ δέ προέπεμπον, οἱ δὲ συνείποντο συγχαίροντες μὲν αὐτῷ κατὰ τῶν βαρβάρων ἐξορμήσαντι, ἀνιώμενοι δέ διὰ τὴν ἀπείργουσαν αὐτὸν ἱππάζεσθαι ὀδύνην. ὁ δὲ πρὸς θάρσος ὤτρυνεν ἅπαντας νεύμασί τε καὶ λόγοις ἡδὶ προσμειδιῶν αἰτοῖς καὶ προσφθεγγόμενος. δι' ἡμερῶν δέ τριῶν κατέλαβε τόπον τινα Αὶγιαλοὺς καλούμενον, ἐξ οὗ πρὸς τὴν Κιβωτὸν διαπλωΐσασθαι ἔμελλεν. ἐπειγόμενον δὲ τοῦτον τὴν διαπεραίωσιν ὁρῶσα Αὔγουστα συνταξαμένη τούτῳ πρὸς τὴν βασιλεύουσαν ἐπορεύετο. τοῦ δὲ αὐτοκράτορος τὴν Κιβωτὸν καταλαβόντος προσέρχεταί τις αὐτῷ λέγων ἐκκρίτους σατράπας τεσσαράκοντα χιλιάδων διαιρεθῆναι καὶ τοὺς μὲν ἐς προνομὴν τῆς Νικαίας καὶ τῶν παρακειμένων αἰτῇ χωρῶν κατελθεῖν, τὸν δὲ Μονόλυκον καὶ τὸν . . . . . . τὰ παρὰ τὴν θάλασσαν δῃώσασθαι. οἵτινες τά τε παρακείμενα τῇ περὶ τὴν Νικαίαν λίμνῃ καὶ τὴν Προῦσαν δῃώσαντες, ὡς δὲ καὶ τὴν Ἀπολλωνιάδα, αἰτοῦ που περὶ ταύτην ηὐλίσαντο κἀκεῖσε τὴν λείαν πᾶσαν ἀφελόμενοι ὁμοῦ πρὸς τὰ πρόσω ἐχώρησαν, τό τε Λοπάδιον καὶ πάντα τὰ ξυμπαρακείμενα ληϊσάμενοι, ἀλλὰ καὶ αὐτήν, φησι, τὴν Κύζικον καταλαβόντες ἐξ ἐφόδου ἀπὸ τοῦ μέρους τῆς θαλάσσης κατέσχον τοῦ ταύτην φρουροῦντος μμδοπωσοῦν ἀντισχόντος, ἀγεννῶς ἐκεῖθεν ὑποχωρήσαντος. εἶτα τόν τε Κοντογμὴν καὶ τὸν Ἀμὴρ Μουχούμετ τῶν ἐκκρίτων ἀρχισατρόπας διὰ τῶν Λεντιαῶν πρὸς τὸ Ποιμανηνὸν ἀπιέναι ἐφελκομένους λείαν πολλὴν καὶ ἄνδρας πλείστοις δορυθηράτους καὶ γύναια καὶ παῖδας, ὅσους ἀφῆκεν ὁ σίδηρος. τὸν δέ γε Μονόλυκον ποταμόν τινα διαπεράσαντα Βαρηνὸν ἐγχωρίως καλούμενον, ῥέοντα μὲν ἀπό τινος ὄρους Ἰβιδος καλουμένου, ἀφ’ οὗ πολλοὶ καὶ ἄλλοι ἀπορρυίσκονται ποταμοί, Σκάμανδρός τε καὶ Ἀγγελοκωμίτης καὶ Ἔμπηλος, πρός τε τὸ Παριὸν ἀπονενευκέαι καὶ τὴν ἐφ’ Ἑλλησπόντου Ἄβυδον καὶ δι’ Ἀτραμυττίου τε καὶ τῶν Χλιαρῶν διεληλυθότα μετὰ πάσης αἰχμαλωσίας ἀναιμάκτως καὶ ἄνευ μάχης τινός. πρὸς ταύτην τὴν ἀγγελίαν ὁ αὐτοκράτωρ τὸν Καμύτζην δοῦκα τηνικαῦτα Νικαίας χρηματίζοντα διὰ γραμμάτων παρεκελεύσατο παρέπεσθαί τε τοῖς βαρβάροις μετὰ πεντακοσίων στρατιωτῶν καὶ τὰ κατ’ αὐτοὺς διὰ γραμμάτων δηλοῦν, φείδεσθαι δὲ τῆς μετ' αὐτῶν συμπλοκῆς. ὁ δὲ ἐξελθὼν τῆς Νικαίας καταλαμβάνει τόν τε Κοντογμήν καὶ τὸν Ἀμὴρ Μουχούμετ καὶ τοὺς λοιποὺς εἰς τὰ καλούμενα Ἀόρατα καὶ ὥσπερ τῆς τοῦ αὐτοκράτορος παραγγελίας ἐπιλαθόμενος παραχρῆμα τούτοις προσβάλλει. οἱ δέ τὸν αὐτοκράτορα προσδόκιμον ἔχοντες καὶ τοῦτον εἶναι τὸν ἐπεισπεσόντα νομίσαντες πτοηθέντες τὰ νῶτα διδόασι. Σκύθην δέ τινα τηνικαῦτα κατασχόντες καὶ παρὰ τούτου πυθόμενοί, ἐπεὶ τὸν Καμύτζην ἐγνώκεσαν εἶναι, τὰς ἀκρολοφιας διῄεσαν καὶ θαρρύνοντες ἑαυτοὺς διά τε τυμτάνων καὶ ἀλαλαγμῶν ἀνεκαλοῦντο τοὺς ἁπανταχῆ σκεδασθέντας τῶν ὁμοφύλων. οἱ δέ ἀνα· κλητι· κὸν τουτὶ τὸ σύνθημα γινώσκοντες πάντες συνέρρεον. ἐπανελθόντες οἶν κατὰ τὴν πεδιάδα τὴν διακεμένην ἐγγὺς κάτωθεν τῶν καλουμένων Ἀοράτων αὖθις ἠθροίσθησαν. ὁ δέ γε Καμύτζης τὴν λάαν πᾶσαν ἀφελόμενος ἐξ αἰτῶν οὐκ ἤθελε μέχρι τοῦ Ποιμανηνοῦ καταλαβεῖν, ὡς εὖ τὰ κατ’ αὐτὸν ἐν τούτῳ διαθέσθαι (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον), ἀλλὰ περὶ Ἀόρατα ἐμβραδύνων ἔλαθε καθ’ ἑαυτοῦ βουλευσάμενος. οἱ βάρβαροι γὰρ ἐν τῷ ἀκινδύνῳ γεγονότες οὐκ ἐπελάθοντο τοῦ Καμύτζη, ἀλλ' ἐνήδρευον τοῦτον διὰ παντός. καὶ μεμαθηκότες ἔτι αὐτὸν εἰς τὰ Ἀόρατα ἐνδιατρίβοντα καὶ τὰ περὶ τὴν λείαν ἅπασαν καὶ τοὺς δοριαλώτοις διατιθέμενον παραχρῆμα τὰς ὑπ’ αὐτοὺς δυνάμεις κατ’ ἴλας καταστησάμενοι περὶ δείλην ἑῴαν εἰσπίπτουσιν αὐτῷ. τὸ μὲν οὖν πλεῖον τοῦ στρατεύματος τοῦ Καμίτζη τοσαύτην πληθὺν βαρβάρων ἐπεισπεσοῦσαν αἰτοῖς ἑωρακότες φυγῇ τὴν ἑαυτῶν σωτηρίαν ἐδόκουν πραγματεύσασθαι. αὐτὸς δὲ μετὰ τῶν Σκυθῶν καὶ τῶν Κελτῶν καὶ ὁπόσοι τῶν Ῥωμαίων εὐψυχότεροι ἦσαν ἐκθύμως ἐμάχετο. καὶ τηνικαῦτα οἱ τούτων πλείους πίπτουσιν· ὁ δέ γε Καμύτζης μετ’ ὀλίγων καταλειφθεὶς ἔτι ἀντείχετο τῆς μάχης. καιρίαν δὲ ὁ ἵππος, ἐν ὡ ἐπωχεῖτο, πληγεὶς κατὰ γῆς ἔρριπτο. ὁ δέ γε τούτου ἐδελφιδοῦς Καταρόδων οὕτω καλούμενος ἀποβὰς τοῦ ἰδίου ἵππου τοῦτον αὐτῷ δίδωσι. βαρὺς δὲ ὢν ὁ ὀνὴρ καὶ μέγας ῥᾳδίως τοῦ ἵππου ἐπιβῆναι οὐκ εἶχεν· ἔνθεν τοι καὶ μικρὸν ἀναποδίσας ἐπί τινα δρῦν ἑαυτὸν προσερείσας καὶ τὸν ἀκινάκην σπασάμενος τάς τε σωζούσας ἀπολωλεκὼς ἐλπίδας, ὁπόσοι τούτῳ τῶν βαρβάρων συμπλακῆναι κατετόλμων, κατά γε κόρυθος καὶ ὤμων καὶ αὐτῶν δὴ τῶν χειρῶν παίων οὐκ ἐνεδίδου. ἐπὶ πολὺ γοῦν τοῦτον ἀντέχοντα ὁρῶντες οἱ βάρβαροι καὶ πολλοὺς κτείνοντα, πολλοὺς δέ καὶ τιτρώσκοντα ὑπεραγάμενοι τὴν τοῦ ἀνδρὸς τόλμαν καὶ τὸ σταθηρὸν αὐτοῦ θαυμάσαντες τὴν σωτηρίαν αὐτοῦ διὰ ταῦτα πραγματεύσασθαι ἐβουλήθησαν. ὁ δέ ἀρχισατράπης Μουχούμετ τὴν κλῆσιν τοῦτον καὶ πάλαι γινώσκων καὶ τηνικαῦτα ἀναγνωρίσας ἀνακόπτει μὲν τῆς ὁρμῆς τοὺς αὐτῷ συμπλεχομένους, ἀποβὰς δὲ τοῦ ἵππου μεθ’ ὧν ἔτυχε προσελθὼν ἔφη “μὴ πρόκρινε τῆς σῆς σωτηρίας τὸν θάνατον ἀλλὰ δίδου μοι τὴν χεῖρα καὶ δώζοὐ”. ὁ δέ ὑπὸ τοσούτων περιστοιχούμενον ἑαυτὸν ὁρῶν καὶ μὴ πρὸς τοσούτους ἀντέχειν ἔτι δυνάμενον δίδωσι χεῖρας τῷ Μουχούμετ. καὶ ὅς ἐφ’ ἵππον τοῦτον ἐπιβιβάσας τοὺς αὐτοῦ πόδας δεσμεῖ, ὡς μὴ ῥᾳδίως ἀποδρᾶσαι δύνασθαι. ἀλλὰ ταῦτα μὲν τὰ τῷ Εὐσταθίῳ συμπεσόντα· ὁ δέ γε αὐτοκράτωρ στοχασάμενος τῆς ἀτραποὶ; δι’ ἧς διϊέναι ἔμελλον, ἄλλην τραπόμενος Λά τε τῆς Νικαίας διελθὼν καὶ τῶν Μαλαγίνων τῶν οἴτῳ καλουμένων Βασιλικῶν (ταῦτα δὲ τέμπη εἰσὶ καὶ δύσβατοι ἀτραποὶ περὶ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου διακείμενα) κατέρχεται εἰς τὰ Ἀληθινὰ κἀκεῖσε καταλαμβάνει τὴν Ἀκροκὸν ἐπειγόμενος προκαταλαβεῖν ἀπὸ τῶν ἔμπροσθεν τοὺς Τούρκους καὶ οὕτω καρτερῶς μετ᾿ αἰτῶν συνάψαι τὸν πόλεμον. οἱ δέ μηδὲ μνείαν ὅλως Ῥωμαϊκοῦ στρατεύματος εἰς νοῦν λαβόντες τὸν κατὰ τὴν τέμπειαν διακείμενον καλαμῶνα καταλαβόντες ἵκει ποι· περιχυθέντες ἐξέκειντο. ἐπεὶ δὲ ἀπηγγέλη τῷ αὐτοκράτορι ἀπερχομένῳ κατ’ αὐτῶν τὴν πεδιάδα τῆς τεμπείας τοῖς βαρβάρους καταλαβεῖν, ἀπὸ διαστήματος ἱκανοῖ· τὸ στράτευμα εἰς πόλεμοι· τύπον καταστήσας καὶ παραταξάμενος ἔμπροσθεν μὲν Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ τὸν Μοναστρᾶν ἔταξεν, ἐφ’ ἑκάτερα δέ ἰλαδὸν καταστήσας τὸ στράτευμα τὴν οὐραγίαν τῷ Τζιπουρέλῃ καὶ τῷ Ἀμπελᾷ πολλὴν τὴν του πολέμου πεῖραν ἐκ μακροῦ ἐσχηκόσι δέδωκε. τὸ δέ μέσον τῆς παρατάξεως αὐτὸς διέπων πων ὅλας συνετάραττε φάλαγγας καὶ οὕτως ὥσπερ κεραυνὸς τοῖς Τούρκοις ἐμπεσὼν καρτερὸν τὸν μετ’ αἰτῶν συνῆψε πόλεμον. πολλοὶ μὲν οἶν τηνικαῦτα κτείνονται τῶν βαρβάρων ἀγχεμάχου τῆς μάχης γεγονυίας, πολλοὶ δέ καὶ δορυθήρατοι ἄγονται. οἱ δέ τῷ καλαμῶνι προσπεφευγότες τέως ἐσώζοντο· ὁ δὲ αὐτοκράτωρ λαμπρὰν τὴν κατ’ αὐτῶν νίκην ἀράμενος πρὸς τὸν καλαμῶνα ἐπιστραφεὶς ἔσπευδε κἀκεῖθεν τούτους ἀπελάσαι. οἱ δέ στρατιῶται διὰ τὸ βαλτῶδες καὶ πυκνὸν τοῦ καλαμῶνος μὴ δυνάμενοι εἰσιέναι ἐν ἀμηχανίᾳ ἦσαν. καὶ ὃς περιζώσας τὸν καλαμῶνα διὰ τῶν στρατιωτῶν πῦρ ἐκ μέρους τοῦ καλαμῶνος ἁφῆναι ἐπέταξε. τούτου δὲ γενομένου ἡ φλὸξ εἰς ὕψος ἦρτο μέγα· οἱ δὲ ἐντὸς φεύγοντες τὸ πῦρ εἰς τὰς τῶν στρατιωτῶν ἐνέπιπτον χεῖρας. καὶ τούτων δέ οἱ μέν παρανάλωμα ξίφους ἐγίνοντο, οἱ δέ πρὸς τὸν αὐτοκράτορα ἤγοντο.