Ancient Greek · ~29 min
ΑΛΕΞΙΑΣ ΙΕ.
Anna Comnena, Ἀλεξιάδα 4.1-13
Not analysed yet
Οὕτω γοῦν παραταξάμενος τὴν Σαντάβαριν |. . . . . . . . τοὺς ἡγεμόνας ἅπαντας τῆς |τοιαύτης . . . . . . . . . διελὼν τὸν μὲν Καμύτζην κατὰ |τοῦ πολ . . . . . . . . Κέδρου ἐξέπεμψε (πολί|χνιον δέ τοῦτο ἐρυμνότατον τινος σατράπου |Πουχέα καλουμένου κατεχόμενον), τῷ δέ Στυ|πειώτῃ κατὰ τῶν ἐν τῷ Ἀμορίῳ βαρβάρων ἀπελ|θεῖν . . . . . . . αἰσθόμενοι δέ τῆς βουλῆς δύο |τινές Σκύθαι αὐτόμολοι μόλοι προσεληλυθότες τῷ Πουχέᾳ τὴν τοῦ Καμύτζη διεμήνυον ἔφοδον, ἅμα δέ καὶ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν. ὁ δὲ φόβῳ τηνικαῦτα πολλῷ συσχεθεὶς περὶ μέσας φυλακὰς τῆς νυκτὸς ἐκεῖθεν ἐξελθὼν μετὰ τῶν ὁμοφύλων ᾤχετο. αὐγαζούσης δέ ἤδη τῆς ἡμέρας καταλαβὼν ὁ Καμύτζης τὸν μέν Πουχέαν οὐχ εὗρεν, ἀλλ’ οὐδέ τινα τὸ παράπαν Τοῦρκον· πλῆρες δέ λαφύρων τὸ πολίχνιον, τὴν Κεδρέαν φημί, εὑρηκὼς πρὸς οὐδέν τούτων ἀπένευσεν, ἀλλ’ ἠνιᾶτο καθάπερ οἱ θηραταὶ τὴν ἐν χεροῖν ἄγραν ἀπολωλεκότες καὶ μὴ ἀνασχόμενος εὐθὺς τὰς ἡνίας στρέψας κατὰ τοῦ Πολυβότου ἄπεισι καὶ ἀθρόον τούτοις ἐπεισπεσὼν κτείνει μέν βαρβάρους ὑπὲρ ἀριθμόν, ἅπασαν δέ τὴν λείαν καὶ τοὺς δορυαλώτους ἀναλα- βόμενος περὶ τὰ κεῖθι μέρη αὐλίζεται τὶν τοῦ αὐτοκράτορος ἀπεκδεχόμενος ἔλευσιν. τὰ αὐτὰ καὶ ὁ Στυπειώτης τὸ Ποιμανηνὸν καταλαβὼν δράσας πρὸς τὸν βασιλέα ἐπανέστρεψε. καταλαμβάνει δὲ κὼ ὁ αὐτοκράτωρ τὴν Κεδρέαν περὶ ἡλίου δυσμάς. καὶ προσεληλυθότες παραχρῆμα αὐτῷ στρατιῶταί τινες ἔφασαν, πληθὺν ἀμέτρητον εἶναι βαρβάρων εἰς τὰ τοὐ πάλαι ᾀδομένου Βούρτζη πολίχνια ἀγχοῦ ποι· διακείμενα. ὁ δὲ αὐτοκράτωρ αὐτίκα τε ἠκηκόει τοῦ λόγου καὶ πρὸς ἔργον ἡτοίμαστο. καὶ παραυτίκα τὸν ἐκείνου τοῦ Βούρτζη ἀπόγονον Βάρδαν τὴν κλῆσιν μετὰ Γεωργίου του Δεβούνη Σκύθην Πιτικὰν σκυθικῶς καλούμενον μετὰ τῶν ὑπ᾿ αὐτοὺς εἰς] ἀξιόμαχον παραστήσας δύναμιν κατ’ ἐκείνων ἐξέπεμψεν ἐπισκήψας, ἐπὰν ἐκεῖσε παραγένωνται, προνομεῖς ἀποστεῖλαι κατὰ τῶν παρακειμένων κωμοπόλεων καὶ ἁπάσας δῃώσασθαι καὶ αὐτοὺς δὴ τοὺς αὐτόχθονας ἐκεῖσε μετοικίσαντας κομίσαι οἱ ἐκεῖνοι μὲν οὖν εὐθὺς τῖς προκειμένης ὁδοῦ εἴχοντο, ὁ δὲ αὐτοκράτωρ ἐχόμενος τοῦ προτέρου σκοποῦ τὸ Πολύβοτον καταλαβεῖν ἠπείγετο καὶ μέχρις Ἰκονίου ἀποδραμεῖν. ταῦτα διαλογιζόμενος καὶ ἔργου ἀπαρτὶ ἅπτεσθαι μέλλων, ἐπεὶ τοὺς βαρβάρους καὶ αὐτὸν δὴ τὸν Σολυμᾶν σουλτάνον τὴν αὐτοῦ ἔφοδον μεμαθηκότας ἐβεβαιοῦτο ἐμπρῆσαι τὰς ἀρούρας τῆς Ἀσίας ἁπάσας καὶ τὰς πεδιάδας, ὡς μήτε τοῖς ἀνθρώποις μήτε τοῖς ἵπποις τροφὴν τὸ παράπαν παρεῖναι, ἀπὸ δὲ τῶν ἀνωτέρων μερῶν ἄλλη βαρβάρων ἔφοδος διεκηρυκεύετο καὶ ἡ φήμη αὕτη ὑπόπτερος ἅπασαν διέτρεχε τὴν Ἀσίαν, τὸ μέν ἐδεδίει, μὴ ὲν τῷ πρὸς Ἰκόνιον ἀπέρχεσθαι ἅπαν τὸ στράτευμα λιμοῦ παρανάλωμα διὰ τὴν σπάνιν τῶν χορτασμάτων γένηται, τὸ δὲ καὶ τοὺς ἐλπιζομένους ἐκεῖ βαρβάρους ὑφορώμενος ἤχθετο. βουλὴν οὑν βουλεύεται συνετήν τε καὶ τολμηράν, Θεὸν ἐπερωτῆσαι, εἰ χρὴ τῆς πρὸς τὸ Ἰκόνιον ἔχεσθαι ἢ κατὰ τῶν περὶ τὸ Φιλομήλιον ἐξορμῆσαι βαρβάρων. ἐν δυσὶ γοῦν χαρτίοις περὶ τούτων ἐπερωτήσας καὶ ἄνωθεν τῆς ἱερᾶς καταθέμενος ταῦτα τρατέζης παννύχιον τὸν ὕμνον καὶ ἀτενεῖς τῷ Θεῷ προσέφερε τὰς ἐντεύξεις. κατὰ δέ τὸ περίορθρον εἰσελθὼν ὁ ἱερεὺς καὶ θάτερον τῶν τεθέντων χαρτίων ἀναλαβόμενος καὶ παρουσίᾳ λύσας ἁΠάντων ὑπανεγίνωσκε τῷ αὐτοκράτορι τῆς πρὸς τὸ Φιλομήλιον ἀνθέξεσθαι ὁδοῦ παρακελευόμενον. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν αὐτοκράτορα· ὁ δέ γε Βάρδας ὁ Βούρτζης ἐν τῷ ἔχεσθαι τῆς ἤδη ῥηθείσης ὁδοῦ στράτευμα πολὺ θεασάμενος ἑνωθῆναι μετὰ τοῦ Μονολύκου διὰ τῆς γεφύρας τοῦ Ζόμπη ἐπειγόμενον παρευθὺ ὁπλισάμενος συμμίγνυται τούτοις περὶ τὴν του Ἀμορίου πεδιάδα καὶ νικᾷ κατὰ κράτος. ἕτεροι δέ ἀπὸ τοῦ ἀνατολικοῦ μέρους Τοῦρκοι κατερχόμενοι · καὶ ὡς πρὸς τὸν Μονόλυκον σπεύδοντες παρατυχόντες τῇ τοῦ Βούρτζη παρεμβολῇ ἐκείνου μήπω φθάσαντος ἀφαιροῦνται τὰ παρατυχόντα ὑποζύγια καὶ τὰς παρασκευὰς τῶν στρατιωτῶν. ὁ δὲ Βούρτζης [ἐκεῖθεν] νικητὴ ὑποστρέφων καὶ πολλὴν συνεπιφερόμενος λείαν συνηντηκώς τινι τῶν ἐκεῖθεν ἐρχομένων καὶ μεμαθηκώς, ὅπως οἱ Τοῦρκοι ἅπαντα τὰ ὲν τῇ παρεμβολὴ παρεμβολῆ καὶ τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ᾤχοντο, διεσκοπεῖτο τί ἂν χρῇ ποιεῖν. ὀξέως δέ τὸν δρόμον τῶν βαρβάρων ποιουμένων ἤθελε μὲν καὶ ὄπισθεν ὄπισθεν διώκειν τούτων, οὐκ ἠδύνατο δὲ κεκμηκότων τῶν ἵππων. καὶ διὰ τοῦτ᾿ ἀπειπὼν τὴν ἐπιδίωξιν, ὡς μὴ χεῖρόν τι συμβαίη, βραδεῖ ποδὶ σὺν εὐταξίᾳ στείχων κατὰ τὸ περίορθρον τὰ ἤδη ῥηθέντα τοῦ Βούρτζη καταλαμβάνει πολίχνια καὶ ἐξοικίζει ἅπαντα. κἀκεῖθεν τούς τε δορυαλώτους ἀναλαμβάνων καὶ ὁπόση τις ἦν περιουσία τοῖς βαρβάροις ἐπαγόμενος καὶ μικρὸν ἐν ἐπικαίρῳ τόπῳ τότῳ τε καὶ πάντας κεκοπιακότας ἀνακτησάμενος ἀνίσχοντος ἡλίου τῆς ὡς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχετο. ἐν τῷ μεταξὺ δὲ ἑτέρα τις περιτυχοῦσα τούτῳ Τουρκικὴ δύναμις παραχρῆμα ξυμμίγνυται τούτοις καὶ πόλεμος ἐντεῦθεν ἀναρριπίζεται μέγας. ἐφ᾿ ἱκανὸν δὲ τὴν μάχην ἀναδεξάμενοι τοὺς δορυαλώτους D ῇτοῦντο καὶ τὰ ἐξ αἰτῶν ἀφαιρεθέντα λάφυρα διαβεβαιού- μενοι, ὡς εἰ τῶν ἐπιζητουμένων τύχοιεν οὐκέτι προσβαλεῖν τοῖς “Ρωμαίοις ἐχἶιχειρύσοισιν, ἀλλ᾿ οἴκαδε ἀπελεύσονται. ὁ δὲ Βούρτζης οὐδαμῶς τῷ τῶν βαρβάρων θελήματι συνετίθετο, ἀλλὰ καρτερῶς τῆς μάχης ἀντείχετο γενναίως ἀγωνιζόμενος. ἐπεὶ δὲ τῇ προτεραίᾳ ὕδατος τὸ παράπαν οὐκ ἀπεγεύσαντο μαχόμενοι, ἐπὰν ὄχθους ποταιιοῦ τινος κατέλαβον, κατέψυχον τὸ καῦμα τοῦ δίψους καὶ αὖθις ἀμοιβαδὸν τῆς μάχης ἀντείχοντο· τῶν δὲ αὖθις τοῦ πολέμου ἀντεχομένων οἱ προκεκμλῆθος διὰ τοῦ ὕδατος ἑαυτοὺς διανέπαυον. τοσαύτην δὲ τῶν βαρβάρων τόλμαν ὁ Βούρτζης ὁρῶν καὶ πρὸς τοσοῦτον πλῆθος ἀποκναίων ἐν ἀμηχανίᾳ ἦν καὶ οὐ τῶν κοινῶν τινα στρατιωτῶν πρὸς τὸν βασιλέα τὴν περὶ τούτων ἀγγελίαν κομίσοντα πέπομφεν, ἀλλὰ τὸν ἤδη ῥηθέντα Γεώργιον τὸν Λεβούνην. ὁ δὲ μὴ ἔχων ἄλλην ἀτραπόν, ἐν ᾗ οὐ πλῆθος Τούρκων παρῆν, ῥιψοκινοδύνως ἐς μέσον τούτων ἑαυτὸν ὤσας διεληλύθει καὶ μέχρι βασιλέως διεσέσωστο. ὁ δὲ τὰ κατὰ τὸν Βούρτζην μεμαθηκὼς περί τε Τούρκων πληθύος ἀκριβέστερον διαγνοὺς καὶ ὡς χρεία τῷ Βούρτζῃ πολλῶν καὶ χειρῶν καὶ δυνάμεων, αὐτὸς μὲν τηνικαῦτα ἐπὶ τοῖς ὅπλοις ἢν καὶ τὸ ὁπλιτικὸν ἐξώπλιζε. καὶ οὕτω κατὰ φάλαγγας κα- ταστήσας τὸ ὁπλιτικὸν κατὰ τῶν βαρβάρων ἐπορεύετο σὺν εὐταξίᾳ πολλῇ. εἶχε δὲ τὸ μὲν ἔμπροσθεν κέρας ὁ βασι- λεὺς Μιχαήλ, τὸ δεξιὸν ὁ Βρυέννιος, τὸ ἀριστερὸν ὁ Γαβρᾶς καὶ τὴν οὐραγίαν ὁ Κεκαυμένος. ὡς δὲ πόρρωθεν οἱ Τοῦρκοι τούτους ἐδέχοντο, Νικηφόρος ὁ τῆς βασιλίδος ἀδελφιδοῦς, νέος ὢν καὶ πρὸς μάχας σφαδάζων, αὐτός τε προεκδεδραμήκει τῆς παρατάξεως καί τινας σὺν αὐτῶ ἐφελκυσάμενος Ἄρεος ὑπασπιστὰς καὶ συμπλακεὶς τοῖς κατ’ αὐτοῦ πρότερον ἐφωρμηκόσι πλήττεται μὲν τηνικαῦτα κατὰ τοῦ γόνυος, πλήττει δὲ τὸν παίσαντα κατὰ τὸ στέρνον διὰ τοῖ δόρατος. ὁ δὲ παραχρῆμα τοῦ ἵπποι κατενεχθεὶς ἄφωνος ἔκειτο. τοῦτο οἱ ὄπισθεν βάρβαροι θεασάμενοι τὰ μετάφρενα τοῖς Ῥωμαίοις παραυτίκα διδόασιν. ὁ δὲ βασιλεὺς ἀριστέα τὸν νεανίαν ἀπολαβὼν ἥσθη τὸ παραυτίκα καὶ μεγάλως τοῦτον ἐπαινέσας πρὸς τὸ Φιλομήλιον ἤλαυνε. καὶ τερὶ τὴν λίμνην τῶν τεσσαράκοντα μαρτύρων ἐφθακὼς τῇ μετ’ αὐτὴν τὰ καλούμενα Μεσάνακτα κατέλαβεν· ἐκεῖθεν ἀπάρας τὸ Φιλομήλιον ἐξ ἐφόδου κατέσχεν. εἶτα ἀποσπάδας διαφόρους τοῦ στρατεύματος ἀποδιελόμενος παντὸς μεθ’ ἡγεμόνων γενναίων κατὰ πασῶν τῶν Ἰκονίῳ παρακειμένων κωμοπόλεων ἐξαπέστειλε, ἐφ’ ᾧ δῃώσασθαί τε καὶ τοὺς δορυαλώτους τῆς ἐκείνων ἀφαρπάσαι χειρός. οἱ δὲ ὡς θῆρές τινες διασπαρέντες ἁπανταχοῦ ἀγεληδὸν πρὸς τὸν βασιλέα τοὺς δορυαλώτους τῶν βαρβάρων κομίζοντες ἐπανήεσαν μετὰ τῶν σκευῶν αἰτῶν τούτους ἐξανδραποδισάμενοι πάν- τὰς. συνείποντο δὲ τούτοις αὐθαιρέτως καὶ οἱ ἀντόχθονες τῶν τοιούτων χωρῶν Ῥωμαῖοι φεύγοντες τὰς τῶν βαρβάρων χεῖρας, γυναῖκές τε ὁμοῦ μετὰ τῶν νεογνῶν καὶ ἄνδρες αὐτοὶ καὶ παῖδες, καθάπερ εἰς τι κρησφύγετον ἐς τὸν αὐτοκράτορα προσπεφευγότες. ὁ δὲ τὴν καινὴν ἐκείνην αὖθις παράταξιν διατυπωσάμενος καὶ μέσον τοὺς δορυαλώτους ἅπαντας σὺν γυναιξὶ καὶ παιδίοις εἰσελάσας τὴν αὐτὴν ἀτραπὸν διῄει, δι’ ἧς διεληλύθει ὁδοῦ, καὶ ἐφ’ οἶς ἂν προσεπέλασε τόποις, μετ’ ἀσφαλείας ἀπάσης ἐπορεύετο. καὶ εἶπες ἂν ἰδὼν πόλιν τινὰ ἔμφυχον πεπυργωμένην πορεύεσθαι κατὰ τὴν εἰρημένην ἐκείνην καινουμένην σύνταξιν.