Ancient Greek · ~29 min
ΑΛΕΞΙΑΣ ΙΕ.
Anna Comnena, Ἀλεξιάδα 3.1-16
Not analysed yet
Ταῦτα τοιγαροῦν οἰκονομήσας ἐκεῖνος οἶα σκοπὸς καθῆστο πόρρωθεν φύλακας διὰ πάσης ἀτραποῦ ἐπιστήσας· μέλλων δὲ αὐτοῦ που ἡμέρας ἱκανὰς αὐλίζεσθαι μεταπέμπεται ται τὴν Αὔγουσταν δι’ ἃς πολλάκις αἰτίας εἰρήκειμεν, ἐφ’ ᾧ συνεῖναι τούτῳ, μέχρις ἂν τὰς τῶν βαρβάρων ἐφόδους ἐνωτισθεὶς πεῖθεν ἀπᾶραι βουληθείη. ἡ δὲ θᾶττον τὴν Νικομήδειαν καταλαμβάνει· ὁρῶσα δέ τινας τῶν ἐναντίων ἐπιγανυμένους οἷον ἐφ’ οἶς ὁ βασιλεὺς ἠπρακτήκει καὶ πανταχοῦ διαλοιδορουμένους τῷ βασιλεῖ καὶ ὑποψιθυρίζοντας, ὡς ἄρα κατὰ τῶν βαρβάρων τοσοῦτον παρασκευασάμενος καὶ πολλὰς συνειλοχὼς δυνάμεις καὶ μηδὲν μέγα ἠνυκὼς ἀπέκλινε πρὸς τὴν Νικομήδειαν, καὶ τοῦτο οὐκ ἐν γωνίαις μόνον, ἀλλὰ καὶ ἐν πλατείαις καὶ ἀμφόδοις καὶ τριόδοις ἀναισχυντότερον λέγοντας ἠνιᾶτο καὶ ἤσχαλλεν. ὁ δέ αὐτοκράτωρ τὸ πέρας τῆς κατὰ τῶν ἐχθρῶν αὐτοῦ ὁρμῆς αἴσιον ἔσεσθαι στοχαζόμενος, δεινὸς ὢν περὶ τὰ τοιαῦτα παρ’ οὐδέν μὲν τὰς διατριβὰς ἐκείνων καὶ νεμέσεις ἐτίθετο, ὡς παιδαρίων ἀθυρμάτων πάμπαν τῶν τοιούτων καταφρονῶν καὶ τοῦ νηπιώδους αἰτῶν καταγελῶν φρονήματος· τὴν δέ γε Αὔγουσταν κρείττοσιν ἀνεκτᾶτο λογισμοῖς αὐτὸ τοῦτ’ ἔσεσθαι μείζονος νίκης αἴτιον ἐπομνύμενος, ὅπερ ἐκεῖνοι διασύρουσιν. ἐγὼ μὲν οὖν ἀνδρείαν οἶμαι, ὅταν τις σὺν εὐβουλίᾳ τῆς νίκης κρατήσειε· τὸ γὰρ θυμοειδές τῆς ψυχῆς καὶ δραστήριον ἄνευ τοῦ φρονεῖν κατηγορούμενον γίνεται καὶ θράσος ἐστὶν ἀντὶ θάρσους. θαρροῦμεν γὰρ τοῖς ὅπλοις καθ’ ὣν δυνάμεθα· θρασυνόμεθα δέ καὶ καθ’ ὣν οὐ δυνάμεθα, ὥσθ’ ὁπόταν κίνδυνος ἡμῖν ἐπικρέμαται, †ἀπὸ κατὰ πρόσωπον προσβαλεῖν **τότε τρόπον ἕτερον τὸν πόλεμον μεταχειριζόμεθα καὶ ἀμαχεὶ τῶν ἐχθρῶν κρατεῖν ἐπειγόμεθα. καὶ πρωτη εστὶν ἀρετῶν ἡ στρατηγῶν σοφία κτᾶσθαι ωίκην ἀκίνδυνον· τέχνη δ’ ἡνίοχος περιγίνεται ἡνιόχοιο, φησὶν Ὅμηρος. τὸ γὰρ μετὰ κινδύνου νικᾶν καὶ ἡ Καδμόθεν παροιμία διαφαυλίζει. ἐμοὶ δέ ἄριστον νενόμισται καὶ τὸ ἐν αὐτῇ τῇ μάχῃ μηχανᾶσθαί τι πανοῦργον καὶ στρατηγικόν, ὁπηνίκα μὴ ἀπόχρη τὸ στράτευμα πρὸς τὴν τῶν ἐναντίων ἰσχύν· καθώς ἐστιν ἐκ τῆς ἱστορίας ἀναλέγεσθαι τῷ βουλομένῳ, ὡς οὐκ ἄρα μονότροπος ἡ νίκη οὐδὲ μονοειδής, ἀλλ᾿ διαφόροις κόποις πάλαι μέχρι τοῦ δεῦρο κατορθουμένη, ὥστε τὴν μὲν νίκην μίαν εἶναι, τοὺς δέ τρόποις, δι’ ὧν αὕτη τοῖς στρατηγοῖς περιγίνεται, διαφόροις τε καὶ ποικίλοις τὴν φύσιν. τινές γὰρ τῶν πάλαι ὑμνουμένων στρατηγῶν αὐτῇ ἰσχύϊ *τῷδε τρόπῳ τοὺς ἐναντίους νικήσαντες φαίνονται· ἄλλῳ δέ ἄλλοι πολλάκις χρησάμενοι τὴν νικῶσαν εἶχον. ὁ δέ γε ἐμὸς πατὴρ καὶ βασιλεὺς ὅπου μὲν ἀλκῇ τῶν ἐκράτει, ὅπου δὲ καὶ περινοίᾳ τινὶ χρησάμενος, ἔστι δ’ οὗ κὰν ταῖς μάχαις αὐταῖς ὀξύ τι στοχασάμενος καὶ τολμήσας τὴν νικῶσαν εἶχεν εὐθύς. ὅπου μὲν καὶ στρατηγικῷ μηχαήματι αυγχρησάμενος, ὅποι δὲ καὶ διὰ χειρῶν μαχόμενος πολλὰ πολλάκις ἐξ ἀπροσδοκήτων ἐστήσατο ἢν μὲν γάρ, εἴπερ ἄλλος τις, καὶ φιλοκίνδυνος ὁ ἀνήρ, καὶ συνεχεῖς ἢν ὁρᾶν αὐτῷ τοῖς κινδύνους ἐγειρομένους, ἀλλὰ ποτὲ μὲν γυμνῇ τῇ κεφαλῇ πρὸς τούτους παραπεδύετο ὁμμόσε τοῖς βαρβάροις ἐχώρει, ποτέ δέ καὶ ἐσχηματίζετο ὑπο· κατακλίνεσθαι καὶ τὸν ὀρρωδοῦντα ὑπεκρίνετο, ὡς καιρὸς ἐδίδου καὶ τὰ πράγματα ὑπηγόρευε. καὶ ἵνα συνελοῦσα τὸ πᾶν εἴποιμι, καὶ φεύγων ἐκράτει καὶ διώκων ἐνίκα, καὶ ἵστατο καταπίπτων καὶ καταβάλλων ὄρθιος ἦν κατὰ τὴν τῶν τριβόλων θέσιν καὶ ταῦτα γὰρ ὅπως ἂν ῥίψειας ὀρθά σοι ἑστήξεται. πάλιν δ’ ἐνταῦθα γενομένη παραιτοῦμαι τὴν μέμψιν, ὅτιπερ περιαυτολογοῦσα καταλαμβάνομαι· ἀλλὰ πολλάκις ἀπελογησάμην, ὅτι οὐχ ἡ τοῦ πατρὸς εὔνοια τοὺς λόγους τούτους παρέχεται, ἀλλ’ ἡ τῶν πραγμάτων φύσις. τι γὰρ κωλύει πρὸς τῆς ἀληθείας αὐτῆς, καὶ φιλοπάτορα εἶναι κατὰ ταὐτόν τινα καὶ φιλαλήθη; ἐγὼ μέν γὰρ τἀληθῆ προειλόμην ξυγγράφειν καὶ περὶ ἀνδρὸς ἀγαθοῦ· εἰ δὲ τὸν αὐτὸν ξυμβέβηκεν εἶναι καὶ πατέρα τοῦ ξυγγραφέως, τὸ μὲν τοῦ πατρὸς ὄνομα προσερρίφθω ἐνταῦθα καὶ κείσθω ἐκ τοῦ παρέλκοντος· τῇ δὲ φύσει τῆς ἀληθείας ἀνακείσθω τὸ σύγγραμμα. ἐν ἄλλοις μὲν γὰρ τὴν πρὸς τὸν πατέρα ἐνεδειξάμην εὔνοιαν καὶ διὰ τοῦτο καὶ δυσμενῶν κατ’ ἐμαυτῆς ἠκόνησα δόρατα καὶ ξίφη παρέθηξα. καὶ ἴσασιν ὁπόσοι τὰ καθ’ ἡμᾶς οὐκ ἠγνόησαν πράγματα. οὐ μὴν ἐν τῷ τῖς ἱστορίας σχήματι καταπροδοίην ἂν τὴν ἀλήθειαν. ἄλλος μὲν γὰρ καιρός ἐστιν εὐνοίᾳ πατρικῆς, καθ’ ὃν ἡμεῖς ἠνδρισάμεθα, ἕτρος δέ καιρὸς ἀληθείας, ὅντινα παραπεπτωκότα οὐκ ἂν παρὰ φαῦλον θείην. εἰ δ’, ὅπερ εἶπον, καὶ φιλοπάτορας ἡμᾶς συναποδείκνυσιν ὁ καιρὸς οὗτος, οὐ †παρὰ τοῦ τὰ τῆς ἀληθείας ἐπηλυγάσαι τὸ τῶν ἀνθρώπων μεμψίμοιρον. ὁ μέντοι λόγος ἀνατρεχέτω αὖθις πρὸς τὸ προκείμενον. ἄλλο δ’ οἶδέν ὁ αὐτοκράτωρ ἔργον εἶχεν, ἐφ᾿ ὅσον ἐκεῖ που τὴν αὐλαίαν ἐπήγνυτο, ἢ νεολέκτους τῷ παντὶ συγκαταλέγειν στρατεύματι ἐπιμελῶς τε ἐκπαιδεύειν, ὅπως χρὴ τόξον τείνειν καὶ δόρυ κραδαίνειν ἵππον τε ἐλαύνειν καὶ μερικὰς ποιεῖσθαι συντάξεις, τὸ καινὸν ἐκεῖνο σχῆμα τῆς παρατάξεως, ὅπερ αὐτὸς ἐξεῦρεν, ἀναδιδάσκων τοὺς στρατιώτας, ἔστιν οὗ καὶ αὐτὸς συνιππαζόμενος τούτοις καὶ παραθέων τὰς φάλαγγας καὶ τὸ δέον ἅπαν ὑποτιθέμενος. τοῦ ἡλίου δέ τῶν μειζό- νῶν ἀφισταμένου κύκλων καὶ παραμείψαντος μὲν τὴν φθι- νοπωρινὴν ἰσημερίαν, ἐπικύπτοντος δὲ ἤδη πρὸς τοὺς νοτιωτέρους κύκλους, ἐπεὶ οὑτοσὶ εὔθετος ὁ καιρὸς ταῖς ἐκστρα- τείαις ἐδόκει, σὺν ὅλαις δυνάμεσι κατευθὺ Ἰκονίου ἤλαυνε καθ’ ὃν ἀρχῆθεν προέθετο λογισμόν. καὶ τηνικαῦτα τὴν Νικαίαν καταλαβὼν εὐζώνους στρατιώτας μετ’ ἡγεμόνων ἀποδιελόμενος τοῦ λοιποῦ στρατεύματος εἰς προ- νομὴν κατὰ τῶν Τούρκων προεκδραμεῖν τούτους παρεκελεύσατο διεσπαρμένως τὰς ἐκδρομὰς ποιουμένους· ἀλλὰ μηδέ, εἰ τὴν νίκην θεόθεν λάβοιεν καὶ κατατροπώσαιντο τοὺς ἐχθρούς, ἐς μακρὰν ἀποτελεῖν τὴν καταδρομήν, ἀρκουμένοις δέ τῇ δεδομένῃ μετ’ εὐταξίας πάλιν τὴν ὑποστροφὴν παρηγγύα ποιεῖν. καταλαβόντες οὖν ἅμα τῷ αὐτοκράτορι τόπον τινὰ *διακείμενον, ἐγχωρίως οὑτωσὶ Γαΐτα προσαγορευόμενον, ἐκεῖνοι μέν εὐθὺς ἀπῄεσαν, ὁ δὲ ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὴν κατὰ τὸν Πιθηκᾶν διακειμένην καταλαμβάνει γέφυραν. εἶτα ἐν τρισὶν ἡμέραις διὰ του Ἀρμενοκάστρου καὶ τῶν οὕτω καλουμένων Λευκῶν τὰς τοῦ Δορυλέου καταλαμβάνει πεδιάδας, ἀποχρώσας δὲ ταύτας πρὸς παρατάξεις κατανοήσας καὶ θέλων ἅπαντας θεάσασθαι καὶ τὴν ὁπλιτιτὴν πάντως ἐγνωκέναι δύναμιν, ἦν πάλιν ὤδινε πολεμικὴν σύνταξιν καὶ ἐν διφθέραις πολλάκις συνεγράψατο σχηματίζων τὰς παρατάξεις ἦν γὰρ οὐδὲ τῆς Αἰλιανοῦ τακτικῆς ἀδαής), ταύτην κατὰ τὸν παρεστηκότα τότε καιρὸν ἐν ἀληθείᾳ συντάξας κατὰ τὸ πεδίον ἐκεῖνο ἐστρατοπέδευσεν. εἰδὼς γὰρ οὗτος ἐξ ἐμπειρίας πάνυ πολλῆς] ὅτι ἡ Τουρκικὴ παράταξις οὐ κατὰ τὰς τῶν ἄλλων ἐθνῶν παρατάξεις συνέστηκεν, οὐδ’, ὡς Ὅμηρός φησιν, ἀσπὶς δ’ ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρις κόρυν, ἀνέρα δ’ ἀνήρ, ἀλλὰ καὶ τὸ δεξιὸν κέρας τοῖς Τούρκοις καὶ τὸ εὐώνυμον καὶ τὸ μέτωπον ἀπ’ ἀλλήλων διέσπασται καὶ ἑστήκασιν οἶον ἀπερρωγυῖαι ἀπ’ ἀλλήλων αἰ φάλαγγες, καὶ ὅταν τις ἐπὶ τὸ δεξιὸν ἢ τὸ εὐώνυμον κέρας ὁρμήσειεν, ἐφάλλεται αὐτῷ καὶ τὸ μέτωπον καὶ τὸ μετ’ ἐκεῖνο μέρος τῆς ὅλης παρατάξεως καὶ καθάπερ τινὲς λαίλαπες τὸ ὑποκείμενον συνετάραξαν· τὰ δέ πολεμικὰ τούτοις ὄργανα, οὐ πάνυ δόρασι χρῶνται καθάπερ οἱ λεγόμενοι Κελτοί, ἀλλὰ πανταχόθεν κυκλοῦντες τὸν ἐχθρὸν τόξοις βάλλουσιν· καὶ ἔστιν ἡ ἀμία τούτων πόρρωθεν· ὁπόταν διώκῃ, ἁλίσκει τῷ τόξῳ, καὶ διωκόμενος κρατεῖ τοῖς βέλεσι, καὶ βάλλει βέλος καὶ τὸ βέλος πετόμενον ἢ τὸν ἵππον ἢ τὸν ἱππότην ἔπληξεν, ἀπὸ δὲ βαρυτάτης χειρὸς ἀφεθέν δι’ ὅλου τοῦ παρελήλυθεν· οὕτως εἰσὶ τοξικώτατοι· πρὸς γοῦν τοῦτο ὁ πολυπειρότατος ἐκεῖνος βασιλεὺς ἐνιδὼν τὰς παρατάξεις αὐτὸς ἐπεποίητο καὶ συνίστα τὰς φάλαγγας οὕτως, ὡς τοὺς μὲν ἀπὸ τῶν δεξιῶν τοξεύειν, ὅθεν αἱ ἀσπίδες προβέβληντο, τοὺς δέ ἡμετέρους ἐκ τῶν ἀριστερῶν ὅθεν τὰ ἀσκέπαστα ἦν τοῦ σώματος. καὶ αὐτὸς μέν τὴν τοιαύτην κατανοήσας παράταξιν ὡς ἄμαχός ἐστιν ἐθαύμασε τῆς δυνάμεως· ὥσπερ τινὰ Θεοῦ σύνταξιν ἄντικρυς καὶ ἀγγέλων παρεμβολὴν τὴν τοιαύτην ἡγεῖτο παράταξιν. ἅπαντες δὲ καὶ ἐθαύμαζον καὶ ἐγεγήθεσαν τεθαρρηκότες ἐπὶ τῷ τοῦ αὐτοκράτορος σκέμματι. ἐκεῖνος δέ ἅμα καὶ τὰς δυνάμεις κατα|νοῶν καὶ τὰς πεδιάδας, δι’ ὧν διϊέναι ἔμελλε, μένος καὶ τὸ τῆς παρατάξεως στερρὸν καὶ ἀ|διάσπαστον λογιζόμενος χρηστὰς ἐλπίδας ἐντεῦθεν |ἐλάμβανε καὶ ἔργον ταύτας Θεῷ προβῆναι έπηύ|χετο.