Ancient Greek
ΑΛΕΞΙΑΣ Δ.
Anna Comnena, Ἀλεξιάδα 4.1-4
Not analysed yet
Μεμαθηκὼς δὲ τὰ κατὰ τὸν Ῥομπέρτον ὁ αὐτοκράτωρ, παραχρῆμα διὰ γραφῆς τῷ Πακουριανῷ τὴν αὐτοῦ ἀκάθεκτον ὁρμὴν παρίστησι καὶ ὅπως τὸν Αὐλῶνα κατέλαβε, μὴ πεφροντικὼς ὅλως τῶν συμπεσόντων αὐτῷ δεινῶν κατ’ ἤπειρόν τε καὶ θάλατταν μήτε τῆς ἥττης ἐκείνης, ἣν ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας ἐπεπόνθει· καὶ ὡς χρὴ μὴ μέλλειν, ἀλλὰ θᾶττον τἀς δυνάμεις ἐπισυναγαγόντα ἑνωθῆναί οἱ. ταῦτα μὲν οὖν πρὸς τὸν Πακουριανόν. αὐτὸς δὲ παραυτίκα ἔξεισι τῆς Κωνσταντίνου εἰς μῆνα Αὔγουστον τῆς τεταρ- της ἐπινεμήσεως, τὸν Ἰσαάκιον εἰς τὴν μεγαλόπολιν κατλιπών, ἐφ’ ᾧ τὰ κάτα τὴν πόλιν ἑδράζεσθαι, καὶ εἴπου τινὲς λόγοι ἀπᾴδοντες ἐξ ἐχθρῶν ἐξακούοιντο, ὁποῖα εἴωθεν, αὐτον διασκεδάζειν τε καὶ φρουρεῖν τὰ βασίλεια καἰ τὴν πό- λιν, ἅμα καἰ τὸ τῶν γυναικῶν φιλοπενθὲς ἀνακτώμενον τὸ δέ γε εἰς τὴν μητέρα ἧκον, οὐδεμιᾶς, ὡς οἶμαι, βοηθείας ἐδεῖτο, ῥωμαλαιοτάτης καθισταμένης ἐκείνης καὶ ἄλλως μεταχειρίζεσθαι τὰ πράγματα δεξιωτάτης. τοιγαροῦν τὸ γράμμα ὁ Πακουριανὸς ἀνελίξας, τηνικαῦτα ὑποστράτηγον προχειρίζεται Νικόλαον τὸν Βρανᾶν, ἄνδρα γενναῖον καὶ πολλὴν ἐμ- πειρίαν ἔχοντα περὶ τὰ πολεμικά· ὁ δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς καὶ τῶν μείζονος τύχης τῆς Ὀρεστιάδος σπουδαίως ἔξεισιν, ἑνωθῆναι τῷ βασιλεῖ ἐπειγόμενος. ἐφθακὼς δὲ καἰ ὁ αὐτοκράτωρ εὐθὺς εἰς πολέμου σχῆμα τὸ ὁπλιτικὸν ἅπαν κατέστησεν, ἡγεμόνας τῶν λογάδων ἐπιστήσας ἄνδρας γενναιοτάτους, παρακελευσάμενος οὕτω τῆς ὁδοιπορίας ἔχεσθαι, οὑπερ ὁ τόπος αὐτοῖς τοῦτο δίδωσιν, ἵνα τὸ σχῆμα τῆς παρατάξεως διαγνόντες καὶ τὸν ἔδιον ἕκαστος γνωρίσας τόπον, ἐν τῷ καιρῷ τῆς μάχης ἀσύγχυτοι μένωσι, καὶ μὴ ῥαδίως μεταφέροιντο καὶ ὡς ἔτυχεν. ἐξῆρχε μὲν οὖν τοῦ τῶν ἐἐξκου- βίτων τάγματος Κωνσταντῖνος ὁ Ὦπος, τῶν Μακεδόνων ὁ -Ἀντίοχος, τῶν Θετταλῶν δὲ Ἀλέξανδρος ὁ Καβασίλας, ὁ δέ γε Τατίκιος καὶ μέγας τῷ τότε πριμικήριος τῶν περὶ τὴν Ἀχριδὼ οἰκούντων Γούρκων ἡγεμόνευε, γενναιότατος ὢν καὶ ἀκατάπληκτος ἐν μάχαις, οὐκ ἐλευθέρας μὲν ὢν τύχης ἐκ προγόνων· καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Σαρακηνὸς ὢν ἐκ· προνομῆς περιῆλθε τῷ πρὸς πατρὸς ἐμῷ πάππῳ Ἰωάννῃ τῷ Κομνηνῷ. τῶν δέ γε Μανιχαίων πρὸς τοῖς ὀκτακοσίοις εἰς δισχιλίους ποσουμένων ἡγεμόνες ἦσαν ὁ Ξαντᾶς καὶ ὁ Κουλέων, τῆς αὐτῆς αἱρέσεως καὶ οὗτοι· ἄνδρες ἅπαντες οὗτοι μαχιμώτατοι καὶ αἵματος ἀπογεύσασθαι τῶν ἐχθρῶν καιροῦ καλοῦντος ἑτοιμότατοι, καὶ πρός γε ἔτι καὶ ἰταμοὶ καἰ ἀναίσχυντοι· τῶν δέ γε οἰκειοτέρων αὐτῷ (βεστιαρίτας ἡ καλεῖ,) καὶ τῶν Φραγγικῶν ταγμάτων ὁ Πανουκωμίτης καὶ Κωνσταντῖνος ὁ Οὐμπερτόπουλος, ἐκ γένους τὴν ἐπωνυμίαν λαχών. οὕτως οὖν τὰ τάγματα καταστήσας, πανστρατὶ στρατὶ κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησε. συναντήσας δέ τινι ἐκεῖθεν ἐξερχομένῳ, περὶ τῶν κατὰ τὸ Δυρράχιον πυθόμενος σαφέστερον ἐμεμαθήκει, ὅτι ὁ Ῥομπέτος κινήσας πάντα τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ὄργανα τοῖς τείχεσι προσεπέλασεν. ὁ δὲ Παλαιολόγος Γεώργιος διὰ πάσης νυκτὸς καὶ ἡμέρας πρὸς τὰς ἔξωθεν ἐλεπόλεις καἰ τὰ μηχανήματα ἀντικαθιστάμενος καὶ ἀπαγορεύσας ἤδη καὶ τὰς πύλας ἀναπετάσας καὶ ἐξελθὼν μετ’ αὐτὸν καρτερὸν συνεστήσατο πόλεμον. καὶ καιρίως ἐν διαφόροις τοῦ σώματος τόποις ἐπλήγη, καὶ μᾶλλον περὶ τòν κρόταφον, βέλους διελθόντος. ὁ βιαζόμενος ἐξελεῖν καὶ μὴ δυνηθεὶς, μετακαλεσάμενός τινα τῶν ἐμπείρων, περιεῖλε τὰ ἄκρα, τόν τε στύρακά φημι καὶ οὑ τὸ βέλος πτερύσσεται, τὸ δ’ ἐπίλοιπον μέρος τῷ τόπῳ τῆς πληγῆς ἐναπέμεινε. δεσμήσας δὲ τὴν κεφαλήν ὡς ὁ καιρὸς ἐνεδίδου, αὖθις ἐς μέσους τοὺς ἐναντίους ἑαυτὸν ὠθήσας, μαχόμενος μέχρι δείλης ἑσπέρας ἀκλόνητος ἕστατο. ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ διαγνοὺς ἀρωγῆς ταχείας τοῦτον δεῖσθαι, ἐπέτεινε τὴν ὁδοιπορίαν. καταλαβὼν δὲ τὴν Θεσσαλονικήν, διὰ πολλῶν ἐπὶ πλέον τὰ κατὰ τὸν Ῥομπέτον ἐβε- βαιοῦτο. καὶ γὰρ ἕτοιμος ὢν ὁ Ῥομπέτος καὶ γενναίους μὲν παρετοιμάσας στρατιώτας, πολλὴν δὲ καὶ ὕλην κατὰ τὴν πεδιάδα συναθροίσας τοῦ Δυρραχίου, τὴν παρεμβολὴν κατέ- θετο ὡσεὶ τόξου βολὴν τῶν τειχῶν τούτου ἀπέχουσαν· πολ- Λάς μέντοι ὦν ὑπ᾿ αὐτὸν δυνάμεις καὶ πέρι τὰ ἄρη καὶ τὰ τέμπη καὶ τοὺς βουνοὺς κατέθετο. ἀλλὰ καὶ τὴν τοῦ Παλαιολόγου ἐπιμέλειαν ἐκ πολλῶν κατεμάνθανε. ἤδη γὰρ ὁ Παλαιολόγος ἐμπρῆσαι διανοούμενος τὸν ἑτοιμασθέντα παρὰ Ῥομπέρτου μόσυνα, καὶ τοῖς τείχεσιν ἐπιθεὶς νάφθαν καὶ πίσσαν ἴω ξηρῶν ξύλων σχίδακας καὶ λιθοβόλα ὄργανα, τὴν τοῦ πολέμου συμβολὴν ἐκαραδόκει. προσδόκιμον δὲ τὸν Ῥομπέρτον ἔχων ἐς νέωτα, ὅν προφθάσας ἡτοίμασεν ἐντὸς ξύλινον πύργον κατευθὺ τοῦ ἔξωθεν ἐρχομένου πύργον καταστήσας δι’ ὅλης νυκτὸς δοκιμασίαν ἐπεποίητο τοῦ ἄνωθεν τούτου δοκοῦ, ἒν προβάλλεσθαι ἔμελλον κατὰ τῶν θυρέτρων τοῦ μόσυνος τοῦ ἔξωθεν ἐνηνεγμένου, εἰ ῥᾷστά τε κινοῖτο καὶ ἀντιπρόσωπος ἀντιπίπτων ταῖς θύραις οὐκ εὐκόλως ἀνοίγνυσθαι ξυγχωρήσειεν. διαγνοὺς δὲ ὡς εὐπετῶς τὸ ξύλον ὐθεῖται καὶ εὐστοχήκει τοῦ πράγματος, ἀπεθάρρησεν ἤδη πρὸς τὸν ἐλπιζόμενον πόλεμον. τῇ μετ’ αὐτὴν δὲ σιδηροφορῆσαι κελεύσαντος τοῦ ῾Ρομπέρτου ἅπαντας καὶ ἐντὸς τοῦ πύργου τε καὶ ἱππεῖς ὁπλοφόρους ὡσεὶ πεντακοσίους εἰσαγα- γόντος, ἐπεὶ τῷ τείχει τοῦτον προσπελάσαντες ἤδη τὴν ἄνωθεν οὖσαν θύραν ἀναπεταννύειν ἠπείγοντο, ὡς γεφύρᾳ ταύτῃ χρησόμενοι πρὸς τὴν τοῦ κάστρου εἰσέλευσιν, ὁ Παλαιολόγος ἐντὸς τὸ παμμέγεθες ξύλον τηνικαῦτα ὤθησας δι’ ὧν φθάσας προκατεσκεύασε μηχανῶν καὶ ἀνδρῶν πολλῶν καὶ γενναίων, ἄπρακτον τὴν τοῦ ῾Ρομπέρτου μηχανὴν ἐποίησε, τοῦ τὸ παράπαν μὴ συγχωροῦντος ἀνεῳχθῆναι τὴν θύραν. εἶτα βάλλων τοὺς ἄνωθεν τοῦ πύργου ἱσταμένους Κελτοὺς συνεχῶς οὐκ ἀνίει· οἱ δὲ τὰς βολὰς μὴ φέροντες ἐκρύπτοντο. κελεύει τοίνυν ἐμπρησθῆναι τὸν πύργον καὶ οὔπω πᾶν εἴρητο ἔπος, καὶ εὐθὺς ἔργον ἡ τοῦ πύργου πυρκαϊὰ ἐγένετο. καὶ οἱ μὶν ἄνωθεν ἐκρημνίζοντο, οἱ δὲ κάτωθεν ἀνοίξαντες τὴν περιπέζιον τοῦ πύργου θύραν ἔφευγον. τούτους δὲ φεύγοντας γοντας ὁρῶν ὁ Παλαιολόγος, τηνικαῦτα γενναίους ἄνδρας ὁπλοφόρους ἐξάγει διὰ τῆς πυλίδος τοῦ κάστρου καὶ ἑτέρους μετὰ ἀξινῶν, ὡς ἂν δι᾿ ἀυτῶν ὁ ξύλινος πύργος ἀφανισθῇ. καὶ οὐδὲ τούτου ἠστοχήκει, ἀλλὰ τοῦ πύργου τὰ μὲν ἄνωθεν ἐμπρήσας, τὰ δὲ κάτωθεν διά τινων λαξευτηρίων ὀργάνων ποδοκοπήσας τελείως ἠφάνισεν.