Ancient Greek · ~12 min
ΑΛΕΞΙΑΣ Δ.
Anna Comnena, Ἀλεξιάδα 3.1-5
Not analysed yet
Ὁ δὲ Ῥομπέρτος μαχιμώτατος ὤν, δεῖν ἔγνω μὴ ἀφίστασθαι τοῦ πολέμου, ἀλλὰ καρτερῶς μάχεσθαι. χειμῶνος δὲ ὄντος οὐκ ἦν αὐτῷ τὰ πλοῖα εἰς τὴν θάλασσαν καθελκύσαι· ἀπεῖργε δὲ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας ἐρχομενους καὶ τοὺς τά πρὸς χρείαν αὐτῷ ἐκεῖθεν κομίζοντας ὅ τε Ῥωμαϊκὸς καὶ ὁ τῶν Βενετίκων στόλος, τὸν ἀναμεταξὺ πορθμὸν ἐπιμελῶς τηροῦντες. ὡς δὲ τὸ ἔαρ ἤδη παρῆν καὶ ὁ θαλάτ- τιος κλύδων ἐπέπαυτο, πρῶτον μὲν οἱ Βενέτικοι λύσαντες τὰ πρυμνήσια κάτα τοῦ Ῥομπέρτου ἐξώρμησαν· ἐχομένως δὲ οτούτοις ὁ Μαύριξ μετὰ τοῦ Ῥωμαϊκοῦ ἀπέπλευσε στόλου. καὶ συναίρεται πόλεμος ἐντεῦθεν βαρύτατος, καὶ οἱ τοῦ Ῥομπέρτου τὰ νῶτα διδόασιν. εἶτα δεῖν ἔγνω ὁ Ῥομπέρτος ἅπαντα τὸν αὐτοῦ στόλον ἑλκύσαι εἰς τὴν χέρσον. οἱ δὲ νησιῶται καὶ τὰ παρὰ θάλατταν τῆς ἡπείρου πολίχνια καὶ ὁπόσοι ἄλλοι φόρους παρεῖχον τῷ Ῥομπέρτῳ, τεθαρρηκότες διὰ τὰ συμπεσόντα αὐτῷ, οὐχ ἑτοίμως τὰ ἐπιτεθέντα βάρη ἐδίδουν, τὴν αὐτοῦ κατὰ θάλατταν μαθόντες ἧτταν. δεῖν οὖν οὖν ἔγνω πλείονι περιεργίᾳ πολέμου χρήσασθαι καὶ διά τε καὶ ἡπείρου μάχεσθαι. ἐπεὶ δὲ οὐκ ἐνῆν τὰ κατὰ γνώμην εἰς ἔργον προάγειν, δεδιὼς τὸ ναυάγιον, ἀνέμων μεγάλων τηνικαῦτα πνεόντων, ἐγκαρτερήσας ἔπι δυσί μησὶ πρὸς τὸν λιμένα τῆς Ἱεριχὼ ηὐτρεπίζετο, βουλόμενος ἀπό τε τῆς θα- λάττης καὶ τῆς ἠπείρου μάχεσθαι, καὶ τὰ τῆς μάχης ἐξήρτυεν. ὁ δὲ στόλος ὅ τε Βενέτικος καὶ ὁ Ῥωμαϊκός, ὡς ἐνόν, τὸν πορθμὸν ἐτήρει, καὶ ὁπηνίκα μικρὸν ἡ θάλασσα τοῖς βουλομένοις πλεῖν νῶτα ὑπεῖχε, τοὺς ἔκειρεν πρὸς τὸν Ῥομπέρτον ἐπιχειροῦντας διαπερᾷν ἀπεῖργεν. ὡς δὲ οὐδ᾿ ἄπο τῆς ἠπείρου ῥοῦ ῥᾳδίως ἐνῆν τὰ πρὸς χρείαν κομίζεσθαι περὶ τὸν Γλυκὺν ποταμὸν αὐλιζομένοις αὐτοῖς, τῶν ἐκ τοῦ Δυρραχίου ἀπειργόντων τοὺς χορταγωγίας χάριν ἢ συγκομιδῆς ἑτέρῳ ἐξιόντας τῆς τοῦ Ῥομπέρτου ταφρείας, λιμώττειν ἐντεῦθεν τούτοις συνέβαινεν ἀλλὰ καὶ τὸ ἄηθες τοῦ τόπου μεγάλως αὐτοὺς ἐλυμαίνετο. διὰ παραδρομῆς τοίνυν μηνῶν τριῶν ὡς λέγεται, φθορὰ γέγονεν ἀνδρῶν εἰς χιλιάδας δέκα συμποσουμένων. ἡ δὲ νόσος αὕτη καὶ τὰς μετὰ τοῦ Ῥομπέρτου ἱππικὰς δυνάμεις καταλαβοῦσα, πολλοὺς διέφθειρεν. ἀπὸ μὲν γὰρ τῶν ἱππέων κόμητες καὶ λογάδες ἀλκιμώτατοι ἄνδρες μέχρι τῶν πεντακοσίων νόσου καὶ λιμοῦ παρανάλωμα γεγόνασι, τῆς δὲ χθαμαλωτέρας τύχης ἱππεὶς ἀναρίθμητοι. τῶν δὲ πλοίων αὐτοῦ εἰς τὸν Γλυκὺν ἐνορμισθέν- των ποταμόν, ὡς εἴρηται, τούτου ὀλιγωθέντος διὰ τὴν ἀνυδρίαν, ἤδη μετὰ τὸν χειμῶνα καἰ τὸ ἐπιγεγονὸς ἔαρ τοῦ ρέους θερμότερον ἐπιβάλλοντος, καἰ μηδ’ ὁπόσον ταῖς χαράδραις εἴωθε καταρρεῖν ὕδωρ ἔχοντος, ἐν ἀμηχανίᾳ ἠν, μὴ δυνάμενος αὖθις αὐτὰ εἰς τὴν θάλασσαν ἑλκύσαι. ἀλλ’ οἶα μηχανικώτατος ὢν καὶ βαθύνους ἀνήρ, πασσάλους ἑκατέρωθεν ἐκέλευε πήγνυσθαι τοῦ ποταμοῦ, παμμεγέθη δὲ τοὺτους διὰ λύγων πυκνῶν, εἶτα δένδρη παμμεγέθη κόπτοντας ῥιζόθεν ὄπισθεν αὐτῶν καταστρωννύειν, ψάμμον ἐπιπάττοντας ἄνωθεν, ὡς εἰς ἕνα τὸ ὕδωρ συλλείβεσθαι τόπον, ὥσπερ εἰς διώρυχα μίαν τὴν ἐκ τῶν πασσάλων γεγοο νυῖαν συναθροιζόμενον. καὶ κατὰ μικρὸν ἀναλιμνάζον τὸ ὕδωρ τὴν κρηπῖδα πᾶσαν ἐπλήρου τοῦ ποταμοῦ καὶ εἰς βάθος ἀξιόλογον ἤρχετο, ἕως τὰς ναῦς ἀνεκούφισε καἰ τὰς τέως ἐρηρεισμένας νῆας τῇ γῇ ἀνέσχε τε καὶ ἀκρόπλους ἐποίησε. καὶ τὸ ἀπὸ τοῦδε εὐπλοΐας ἐπιδραξάμενα τὰ πλοῖα, εὐκόλως πρὸς τὴν θάλασσαν εἱλκύσθησαν.