Ancient Greek · ~20 min
ΑΛΞΙΑΣΗ.
Anna Comnena, Ἀλεξιάδα 4.1-6
Not analysed yet
Πυθόμενοι δὲ οἱ κατὰ τὴν γενομένην εἰς Χοιρηνοὺς ταφρείαν ἀμυθήτων Σκυθικῶν στρατευμάτων ἔλευσιν δηλοῦσι πέρι τούτων τῷ αὐτοκράτορι περὶ τὴν Λίνον ἔτι ἐνδιατρίβον- τι ὁ δὲ παραχρῆμα ἐν ἀμφιρύκῳ πλοίῳ εἰσελθὼν νᾶι παραπλεύσας, τὸν ποταμὸν διὰ τοῦ στομίου διελθών ἡνώθη μετὰ παντὸς τοῦ στρατεύματος. τὰς δὲ ἰδίας ὁρῶν δυνάμεις μηδὲ τὸ πολλοστημόριον τοῦ Σκυθικοῦ σωζούσας στρατεύματος, ἐν ἀμηχανίᾳ καὶ φόβῳ ἢν, μὴ ἔχων τὸν ἐπαρήγοντα κατὰ ἄνθρωπον. οὐκ ἀνέπιπτε δὲ ὅμως, οὐδὲ ἐμαλακίζετο, ἀλλὰ πολλοὺς τοὺς παρ’ ἑαυτῷ κυμαινομένους εἶχε λογισμούς. ὦτά γοῦν τετάρτην ἡμέραν ἐκ τοῦ ἑτέρου μέρους πόρρωθεν ὁρᾶ Κομανικὸν στράτευμα, ὡσεὶ τεσσαράκοντα χιλιάδας, ἐπικαταλαμ- βάνον ἤδη. σκεψάμενος δὲ μὴ καὶ αὐτοὶ τοῖς Σκύθαις προστεθέντες δεινὸν τὸν κὰτ αὐτοῦ ποιήσωνται πόλεμον, (καὶ οὐδὲν ἄλλο ἐντεῦθεν τὸ ἐλπιζόμενον ἥ πανωλεθρία,) δεῖν ἐλογίσατο ὑποποιήσασθαι αὐτούς · καὶ γὰρ προέφθη τούτους μετακαλέσασθαι. τοῦ δὲ Κομανικοῦ στρατεύματος πολλοὶ μὲν νᾷ ἄλλοι ἡγεμόνες κατέστησαν, προάγοι δὲ πάντων ὁ Τογορτάκ, ὁ Μανιὰκ καὶ ἕτεροι ἄνδρες μαχιμώτατοι. τὴν δὲ πληθὺν τῶν ἐπικαταλαμβανόντων ἤδη Κομάνων ὁρῶν, ἐδεδίει, τὸ εὐάγωγον πάλαι γινώσκων τῆς αὐτῶν γνώμης, μὴ οἱ σύμμαχοι ἐχθροὶ ναί πολέμιοι γεγονότες μεγίστην βλάβην αὐτῷ προξενίσειαν. ἀσφαλέστερον δὲ λογισάμενος ἐκεῖθεν ἀπάραντα μετὰ τοῦ ὁπλιτικοῦ παντὸς διαπερᾶσαι αὐθις τὸν ποταμόν, δεῖν ἐλογίσατο πρότερον τοὺς ἡγεμόνας τῶν Κομάνωνμετακαλέσασθαι. οἱ δὲ παραχρῆμα προσέρχονται τῷ βασιλεῖ, καὶ αὐτὸς ὁ Μανιάκ, κἂω ὀψιαίτερον τῶν ἄλλων, πρότερον ἀναβαλλόμενος. δαψιλῆ τοίνυν τράπεζαν αὐτοῖς παρατεθῆναι τοῖς ὀψοποιοῖς ἐπέταξε. καλῶς οὐν εὐωχηθέντας μετὰ ταῦτα φιλοφρονησάμενος αὐτοὺς καὶ παντοίων δωρεῶν ἀξιώσας, ὅρκον καὶ ὁμήρους ἐξ αὐτῶν ᾐτεῖτο, ὑποπτεύων τὸ τῆς αὐτῶν γνώμης εὐεξαπάτητον. οἱ δὲ ἑτοίμως τὸ προσταχθὲν ἐπλήρουν τὰς πίστεις παρασχόμενοι, αἰτησάμενοι παραχωρηθῆναι τὸν μετὰ τῶν Πατζινακῶν πόλεμον συνάψασθαι ἐπὶ τρισὶν ἡμέραις· καὶ εἰ τὴν νίκην αὐ- τοῖς δοίη ὁ θεός, διχῆ τὴν ἐπιλαχοῦσαν αὐτοῖς ἅπασαν λείαν διελόντας, θάτερον μέρος ἀφόρισαι τῷ βασιλεῖ ὑπισχνοῦντο. ὁ δὲ οὐκ ἐπὶ τρισὶ μόναις ἡμέραις ἀλλ’ ἔπι ὅλαις δέκα μετελεύσεσθαι τοὺς Σκύθας κατὰ τὸ αὐτοῖς βουλητὸν ἄδειαν ἐδεδώκει, καὶ τὴν ἐκεῖθεν ἅπασαν ἀφαιρεθησομένην λείαν, εἴ γε τέως τὴν νίκην αὐτοῖς παράσχοι θεός, ἀποχ̣αρισάμενος. ἦσαν μὲν οὖν ἔπι ταυτοῦ τέως μένοντα τὰ Σκυθικὰ καὶ Κομάνων στρατεύματα, τῶν Κομάνων δι’ ἀκροβολισμῶν πειρωμένων τῆς Σκυθικῆς στρατιᾶς. τριῶν δὲ ἡμερῶν οὔπω διελ θουσῶν, μεταπεμψάμενος ὁ βασιλεὺς τὸν Ἀντίοχον, ἀνὴρ δὲ οἶτος τῶν εὐγενῶν καὶ δραστηριότητι γνώμης τῶν πολλῶν διαφέρων,) ἐπισκήπτει αὐτῷ γέφυραν κατασκευάσαι. θᾶττον δὲ διὰ πλοίων ἐπιζευχθέντων μακροτάτοις ξύλοις κατασκευασθείσης γεφύρας, μεταπεμψάμενος τόν τε πρωτοστράτορα Μιχαὴν τὸν Δούκαν καὶ γυναικάδελφον αὐτοῦ, καὶ τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν καὶ μέγαν δομέστικον, παρεκελεύσατο παρὰ τῷ χείλει τοῦ ποταμοῦ ἑστάναι καὶ μὴ συγχωρεῖν συμμίγδην διαπερᾶν πεζούς τε καὶ ἱππότας, ἀλλὰ τοὺς πεζοῖς τῶν ἰππέων πρότερον διακρινομένους καὶ τὰς ἁμάξας μέτα τῶν σκευῶν καὶ τὰς φορταγωγοὺς ἡμιόνους. διαπερασάντων οὖν τῶν πεζῶν, δεδιὼς τὰς Σκυθῶν καὶ Κομάνων δυνάμεις καὶ τὰς λαθραίας τούτων ὑποπτεύων ἐφόδους, θᾶττον ἢ λό- γος τάφρον πεποιηκώς, ἔντος τούτου εἰσήγαγεν ἅπαντας, εἶτα καὶ τοὺς ἱππότας παρεκελεύσατο διαπερᾷν. καὶ αὐτὸς δὲ παρὰ τῷ χείλει τοῦ ποταμοῦ ἱστάμενος τοὺς διαπερῶντας ἑώρα. ὁ δὲ Μελισσηνὸς κὰν ἣν φθάσας ἐδέ· ξατο γραφὴν τοῦ αὐτοκράτορος πεποιηκὼς καὶ συλλέξας δυνάμεις ἁπανταχόθεν ἀπὸ δὲ τῶν ἐγγὺς καὶ πεζοὺς ἐξελάσας ἐπεισάξαντας ἐν ἁμάξαις ὑπὸ βοῶν ἑλκομέναις τὰς ἰδίας σκευὰς καὶ τὰ πρὸς χρείαν ἃπαντα, σπουδαίως πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψεν. οἱ δὲ φθάσαντες ἤδη ἐκ διαστήματος, καθόσον ὀφθαλμὸς ἐξικνεῖται περιαθρεῖν τὸ ὁρώμενον, ἀποσπὰς Σκυθῶν ἐδόκει τοῖς πλείστοις κατὰ τοῦ αὐτοκράτορος ἰέναι. ἤδη δὲ καὶ τις τεθαρρηκὼς καἰ τῷ δακτύλῳ ὑποδεικνὺς τῷ αὐτοκράτορι, Σκύθας διενίστατο εἶναι. ὁ δ’ ἀληθὲς τὸ ῥηθὲν οἰθεὶς καὶ πρὸς τοσούτους μὴ ἐξισχύων, ὲν ἀμηχανίᾳ καθειστήκει. μεταπεμψάμενος οὖν τὸν Ῥοδομηρòν τηνικαῦτα ἀνὴρ δὲ οὗτος ἐκ Βουλγάρων ὁρμώμενος εὐγενὴς κὼ μητρόθεν συγγενὴς τῆς Αὐγούστης καἰ μητρὸς ἡμετέρας,) τοῦτον ἀποστείλας ἐπέσκηψε κατασκοπῆσαι τοὺς ἐρχομένους. ὁ δὲ ταχὺ τὸ κελευ- σθὲν διηνυκώς, ὑποστρέψας τοὺς ἐκ τοῦ Μελισσηνοῦ πεμφθέντας εἶναι ἔλεγεν. ὁ δέ γε αὐτοκράτωρ περιχαρὴς γεγονὼς καὶ μικρὸν ἐγκαρτερήσας φθασάντων, διαπερᾷ σὺν αὐτοῖς, καἰ παραχρῆμα τὴν γενομένην ταφρείαν ἐπιπλέον ἐπαυξήσας, ἥνωσε τούτους μετὰ τοῦ λοιποῦ στρατεύματος. οἱ δὲ Κομάνοι παραχρῆμα τὴν τάφρον καταλαμβάνουσιν, ὅθεν ὁ βασιλεὺς μετὰ τοῦ ὁπλιτικοῦ παντὸς ἀπάρας διεπέρασεν, αὐτοῦ που κατασκηνώσαντες. τῇ γοῦν μετ’ αὐτὴν ἐκεῖθεν ἀπών ὁ αὐτοκράτωρ, καταλαμβάνειν ἔμελλε τὸν κάτωθεν τοῦ ποταμοῦ πόρον τοῦ Φιλοκά- λου ἐγχωρίως καλούμενον· ἱκανοῖς δὲ τῶν Σκυθῶν ἐντυχών καὶ τηνικαῦτα προσβαλὼν αὐτοῖς, καρτερὸν συνῆψε πόλεμον. καὶ κτείνονται μὲν οὖν ἐν τῷ μάχεσθαι ἐξ ἑκατέρων πολλοί· ὅμως δὲ τὴν νικῶσαν εἶχεν ὁ βασιλεύς ἡττησας τοὺς Σκύθας κατὰ κράτος. οὕτω γοῦν τῆς μάχης διαλυθείσης καὶ τῶν στρατευμάτων διακριθέντων πρὸς τὰς οἰκείας παρεμβολάς, αὐτοῦ που τὸ ῾Ρωμαϊκὸν προσέμεινε στράτευμα δι’ ὅλης τῷ τότε νυκτὸς. αὐγαζούσης δὲ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες, καταλαμβάνουσι τόπον τινὰ καλούμενον τοῦ Λεβούνη· βου- νὸς δὲ τῆς πεδιάδος ὑπερκείμενος. ἄνεισι μὶν οὖν ἐκεῖσε ὁ αὐτοκράτωρ. ἐπεὶ δὲ μὴ τὸ πᾶν τοῦ στρατεύματος ὁ ὑπερκείμενος ἐχώρει τόπος, περὶ τοὺς πρόποδας αὐτοῦ διώρυχα ποιήσας καὶ τάφρον ἀποχρῶσαν τῷ παντὶ στρατεύματι, ἐκεῖ τούτους κατατίθησι. πρόσεισι δὲ τηνικαῦτα τῷ αὐτοκράτορι αὖθις αὐτόμολος ὁ Νεάντζης καἰ σὺν αὐτῷ ὀλιγοῖ Σκύθαι. ὄιν θεασάμενος ὁ βασιλεὺς καὶ τῆς προτέρας αὐτοῦ ἀγνωμο- σύνης ἀναμνήσας καὶ ἄλλ᾿ ἄττα προσθέμενος, ἔμφρουρον αὐτὸν μετὰ τῶν ἄλλων καὶ σιδηρόδετον εἶχεν.