Ancient Greek · ~17 min
ΑΛΞΙΑΣΗ.
Anna Comnena, Ἀλεξιάδα 3.1-9
Not analysed yet
Οὕτω μὶν οὖν τηνικαῦτα θεὸς τὴν παράδοξον ταύτην τῷ κρατοῦντι δέδωκε νίκην. εἰσερχόμενον δὲ ὁρῶντες αὐτὸν οἱ Βυζάντιοι ἔχαιρον, ἐκπληττόμενοι τὸ τάχος, τὴν τόλμαν, τὴν περιδεξιότητα τοῦ ἐπιχειρήματος καὶ τὸ ἐξ ὑπογυίου τρόπαιον, ἐπαιάνιζον, ἐσκίρτων, θεὸν ἀνύμνουν, σωτῆρα καὶ εὐεργέτην τοιοῦτον αὐτοῖς δεδωκότα. ὁ δὲ Μελισσηνὸς Νικηφόρος δακνόμενος ἐπὶ τούτοις καὶ μὴ φέρων, ὁποῖα τὰ ἀνθρώπινα, ἔφη “ἡ νίκη αὕτη χαρὰ μὲν ἀκερδής, λύπη δὲ ἀζήμιος." οἱ μέντοι Σκύθαι ἀπειροπληθεῖς ὄντες ἀπανταχοῦ τῆς ἐσπέρας διασπαρέντες, ἐληΐζοντο ἅπαντα, καὶ οὐδὲν τὸ παράπαν τῶν συμπεσόντων αὐτοῖς τὴν ἐκείνων ἀκάθεκτον ἀνέκοπτε τόλμαν. ἐνιαχοῦ δὲ τῆς ἑσπέρας καὶ πολίχνιά τινα κα- τεῖχον, μηδὲ τῶν ἀγχοῦ τῆς βασιλίδος τῶν πόλεων κωμοπόλεων φειδόμενοι, παραγενόμενοι καὶ μέχρις αὐτοῦ τοῦ οὕτω P. 226 μάρτυσι μεγίστου Θεοδώρου τέμενος ἵδρυται. πολλοὶ μὶν γὰρ καὶ ἐφοίτων ἐντεύξεως τοῦ ἁγίου χάριν καθεκάστην· ἥνικα δ’ ἡ κυριακὴ παρῆν, πάνδημον οἱ εὐσεβεῖς ἐποιοῦντο τὴν πρὸς τὸ ἱερὸν τούτου τέμενος ἔλευσιν, παννύχιοι καὶ πανημέριοι κύκλῳ τε καὶ κατὰ τὸν πρόδομον καὶ ὀπισθόδομον τοῦ νεὼ προσμένοντες. ἀλλὰ τοσοῦτον ὑπεσχύρισεν ἡ τῶν Σκυθῶν ἀκάθεκτος ὁρμή, ὡς μηδὲ τὰς πύλας ὑπανοῖξαι τοῦ Βυζαντίου τολμᾷν τοὺς εἰς τὸν μάρτυρα φοιτᾶν βουλομένους διὰ τὰς ἀθρόας ἐφόδους τῶν Σκυθῶν. ἀλλὰ ταῦτα μὲν τὰ ἐξ ἠπείρου τῆς ἑσπέρας προσπεσόντα τῷ αὐτοκράτορι δεινά. οὐ μέντοι γε οὐδὲ τὰ κατὰ τὴν θάλατταν ἀνέτως εἶχεν ἀλλὰ καὶ λίαν ἐπικινδύνως τοῦ Τζαχᾶ αὖθις στόλον κτησαμένου καἰ τὰ παρὰ θάλατταν ἅπαντα κατατρέχοντος. ἐπὶ τούτοις οὖν ὁ βασιλεὺς ἠνιᾶτο καἰ ἤσχαλλεν, ἁπανταχόθεν βαλλόμενος ταῖς φρόντισιν. ἐπειδὰν δ’ ἠγγέλη τούτῳ, ὡς ἤδη καὶ πλείονα στόλον ἐκ τῶν παραλίων κτησάμενος ὁ Τζαχᾶς καὶ τὰς ἐπιλοίπους, ὧν προφθάσας κατέσχε νήσων, πορθήσας, καὶ κατὰ τῶν ἑσπερίων χωρῶν διανοεῖσθαι ἐπικεχείρηκε, καὶ πρὸς τοὺς Σκύθας διαπεμπόμενος συνεβούλευε τὴν Χερρόνησον καταλαβεῖν· οὐ μὴν οὐδὲ τὸ ἐκ τῆς ἑῴας προσεληλυθὸς τῷ αὐτο- κράτορι μισθοφορικόν, τῶν Τούρκων συνεχώρει τὰς πρὸς αὐτὸν σπονδὰς ἀρραγεῖς τηρεῖν, ὑποσχέσεσι χρησταῖς ὑποσαίνων, εἰ τὸν αὐτοκράτορα καταλιπόντες αὐτῷ προσχωρήσαιεν, ὁπηνίκα τὰς κριθὰς καταλάβοι· ταῦτα γνοὺς ὁ βασιλεύς, ἐπεὶ τὰ τε κατὰ θάλατταν τά τε κατὰ τὴν ἤπειρον λίαν κακῶς αὐτῷ διετίθετο, ναί ὁ χειμὼν σφοδρῶς ἐπικείμενος τὰς ἔξόδους παντάπασιν ἔκλειεν ὥστε μηδὲ ἀποζυγοῦσθαι τὰς τῶν οἰκημάτων μάτων θύρας διὰ τὸ τῆς χιόνος ἐπιβριθές, συνέβη γὰρ τότε πολλὴν ἐπιφορηθῆναι καὶ ὅσην οὐδείς πω πρότερον ἔγνωκεν,) ὡς ἐνὸν διὰ γραμμάτων ἁπανταχόθεν ἔσπευδε μισθοφορικὸν μετακαλέσασθαι, τοῦ ἡλίου δὲ τὴν ἐαρινὴν τροπὴν ἀπαρτὶ καταλαμβάνοντος, ἔπει καὶ ὁ ἐκ τῶν νεφῶν ἀπειλούμενος πό- λεμος ᾤχετο καὶ ἡ θάλαττα τοῦ θυμοῦ μετεβέβλητο δεῖν ἐλογίσατο, γίσατο, ἑκατέρωθεν τῶν ἐναντίων ἐπικειμένων, τὰ κατὰ μᾶλλον καταλαβεῖν, ἵνα ὁμοῦ καὶ τοῖς νατυσιπόροις ἐχθροῖς ῥᾳδίως ἔχοι ἀντικαθίστασθαι καὶ πρὸς τοὺς ἐξ ἠπείρου εὐχερῶς μάχεσθαι. παραχρῆμα τοίνυν τὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν ἀποστείλας μετεκαλεῖτο θᾶττον ἢ λόγος τὴν Αἶνον καταλαβεῖν. ἔφθασε γὰρ διὰ γραμμάτων δηλώσας συλλέξασθαι, ὁπόσους ἂν δυνηθείη, οὐκ ἀπὸ τῶν ἤδη ἐστρατευμένων, (ἐκείνους γὰρ φθάσας εἰς τὰς τυχῆ τῆς ἑσπέρας διέσπειρεν, ἐφ’ ἥ φρουρεῖν τὰ κυριώτερα τῶν πολιχνίων,) ἀλλὰ κατὰ μέρος νεολέκτοις καταλέγων, ὁπό- B σοι τε ἐκ Βουλγάρων καἰ ὁπόσοι τὸν νομάδα βιόν εἵλοντο, βλάχους τούτους ἡ κοινὴ καλεῖν οἶδε διάλεκτος,) καὶ τοὺς ἄλλοθεν ἐξ ἁπασῶν τῶν χωρῶν ἐρχομένους ἱππέας τε καὶ πεζούς. αὐτὸς δὲ τοὺς τοῦ Φλάντρα πεντακοσίους Κελτοὺς ἐκ Νικομηδείας μεταπεμψάμενος, μετὰ τῶν συγγενῶν αὐτοῦ ἐξεληλυθὼς τῆς Βυζαντίδος, θᾶττον τὴν Αἶνον καταλαμβάνει. καὶ· τηνικαῦτα έν ἀμφιρύκῳ εἰσελθὼν καὶ παραδραμών, τὴν τοῦ ὅλου ποταμοῦ θέσιν κὼ τὴν ἴλην αὐτοῦ κοίτην κατα- σκεψάμενος ἑκατέρωθεν, καὶ διαγνούς, ὅποι τὸ στρατιωτικὸν καταθεῖναι βέλτιον, ὑπέστρεψε. καὶ διὰ τῆς νυκτὸς τοὺς λογάδας συναγαγὼν τοῦ στρατεύματος, τὰ ἰατὰ τὸν ποταμὸν ίαι τὰ τούτου παρ’ ἑκάτερα διηγεῖτο, καὶ ὡς “χρὴ τὴν αὔριον διαπεράσαντας καὶ ὑμᾶς τὴν ὅλην περιαθρῆσαι πεδιάδα. καὶ ἴσως οὐκ ἀδόκιμος ὑμῖν ὂν αὐτὸς ὑποδείξω τόπον φανεῖται, οὖ χρὴ τὰς σκηνὰς πήξασθαι." τοῦτο δὲ πᾶσι συνδόξαντος, αὐγαζούσης ἡμέρας πρῶτος αὐτὸς τὴν περαίαν κατέλαβε κᾆθ᾿ οὕτως ἅπαν αὐτῷ συνείπετο τὸ στρατιωτικὸν. καὶ μετὰ τῶν λογάδων αὖθις κατασκοπήσας τὰς ὄχθας τοῦ ποταμοῦ. καὶ τὴν ὑπερκειμένην πεδιάδα καὶ τὸν ἀρέσκοντα τόπον αὐτῷ ὑποδείξας αὐτοῖς, ἀγχοῦ δὲ ἦν πολιχνίου τινὸς τοῦ οὑ- τωσὶ Χοιρηνοὺς ἐγχωρίως ἐπονομαζομένου, ἔξ ἑνὸς μὲν μέρους ἔχοντος τὸν ποταμόν, ἐξ ἑτέρου δὲ βαλτώδης ὤν,) ἐπεὶ ἱκανὸν ὀχύρωμα καὶ πᾶσι ὁμοῦ τοῖς στρατιώταις ἐφαίνετο, θᾶττον τάφρον διορύξας, ἅπαν ἐκεῖ τὸ στράτευμα κατατίθησιν. αὐτὸς δὲ αὖθις μεθ’ ἱκανῶν πελταστῶν πρὸς τὴν Αἶνον ἐπάνεισιν, ἐφ᾿ ᾦ τὰς τῶν Σκυθῶν ὁρμὰς ἐς ἡμᾶς ἐκεῖθεν ἐρχομένων ἀναστέλλειν.