Ancient Greek
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 4.1-8
Not analysed yet
Ὁ δέ βασιλεὺς τὴν περὶ τὴν Ἀδριανούπολιν καρτερίαν τῶν Κομάνων μανθάνων καὶ τοὺς συχνοὺς ἐκεῖσε πολέμους δέον ἔκρινε καὶ αὐτὸς ἐξ Ἀγχιάλου κεῖθι παραγενέσθαι. μεταπεμψάμενος οὖν τοὺς ἐκκρίτους τῶν ἡγεμόνων καὶ προέχοντας τοῦ λαοῦ ἐβουλεύετο, τί ἂν ποιήσειεν. εἰσελθὼν δέ τις ἀνὴρ Ἀλακασεὺς ὀνομαζόμενος ἔφη “ὀ ἐμὸς πατὴρ συνήθης πάλαι τῷ τοῦ ψευδωνύμου πατρὶ ἔτυχεν ὤν. ἔγωγε τοίνυν ἀπελθὼν καὶ εἰς ἓν τῶν πολιχνίων εἰσαγαγὼν αὐτὸν κατάσχω;” ἐζητεῖτο γοῦν τηνικαῦτα ὁ τρόπος τῆς τοῦ τοιούτου ἔργου μεταχειρίσεως. ὁ δὲ τὸν ἐπὶ Κύρου Ζώπυρον μιμησάμενος τὸν ἐκείνου τρόπον ὑπέθετο πρὸς τὸν αὐτοκράτορα· αἰκίσασθαι γὰρ ἑαυτὸν ἐπηγγείλατο καὶ τὸν πώγωνα καὶ τὰς τρίχας ἀποκερεῖν καὶ εἰς ἐκεῖνον φοιτῆσαι ὡς δῆθεν ταῦτα παρὰ τοῦ αὐτοκράτορος πεπονθώς. ταῦτ’ εἶπε μέν, οὐκ εἰργάσατο δέ, καὶ ἐπηγγείλατο μέν, εἰς ἔργον δέ τὴν ἐπαγγελίαν οὐκ ἤγαγεν; ἀλλ’ ἅμα τε ὁ βασιλεὺς ἐπῄνει τὴν συμβουλὴν καὶ ὁ Ἀλακασεὺς ἐν χρῷ τε κουρίας ἐγίνετο καὶ τὰς σάρκας κατῄκιστο καὶ πρὸς τὸν ἐπίπλαστον Διογένην ἐκεῖνον ἐφοίτησε. καὶ τά τε ἄλλα καὶ τὴν παλαιὰν ὑπέμνησε φιλίαν καὶ ὡς “πολλὰ δεινὰ παρὰ τοῦ αὐτοκράτορος πεπονθὼς Ἀλεξίου ἥκω πρὸς σὲ θαρρήσας’’ ἔλεγεν “ἐπὶ τῇ πάλαι τοῦ ἐμοῦ πατρὸς πρὸς τὴν σὴν βασιλείαν γνησιότητι, ἐφ’ ᾦ συνάρασθαί σοι πρὸς τὸ προκείμενον”. ἐχρῆτο γὰρ καὶ τοιούτοις ὀνόμασι κολακευτικοῖς, ἵνα πλέον αὐτὸν ἐφελκύσηται. καὶ ἵνα πλατύτερον τὰ κατ’ αὐτὸν διηγήσωμαι, λαβὼν τὸ ἐνδόσιμον παρὰ τοῦ αὐτοκράτορος Ἀλεξίου καὶ γραφὰς ὡσαύτως παραδηλούσας πρὸς τὸν τὴν φυλακὴν πολιχνίου τινὸς Πούτζης ὠνομασμένου πεπιστευμένον ὡς “πᾶν, ὅπερ ἂν ὁ παρών σοι ὑπόθηται, ποίησον ἀδιστάκτως ὑπακούσας αὐτοῦ (ἐκεῖσε γὰρ ὁ βασιλεὺς καλῶς ἐστοχάσατο τοὺς Κομάνους καταλαβεῖν ἄπο Ἀδριανου- πόλεως ἀπάραντας), τούτων οὕτως οἰκονομηθέντων προσηκάμενος ὁ Ἀλακασεύς, καθάπερ εἴπομεν, τὴν ἐν χρῷ κουρείαν πρόσεισι τῷ ψευδωνύμῳ λέγων “διὰ σὲ πολλὰ δεινὰ πέπονθα, διὰ σέ ὑβρίσθνν καὶ σιδηρόδετος γέγονα, δἱς` σέ καθείρχθην ἐπὶ πολλαῖς ἤδη ἡμέραις, ἐξ ὅτου τῶν ῾Ρωμαϊκῶν ὁρίων ἐπέβης, αὐτὸς ὕποπτος διὰ τὴν τοῦ ἐμοῖ πατρὸς πρὸς σέ φιλίαν δόξας τῷ αὐτοκράτορι. λαθὼν οὖν αὐτὸς σοὶ τῷ ἐμῷ δεσπότῃ προσπέφευγα ἐμαυτόν τε τῶν δεσμῶν ἐλευθερώσας καὶ σοὶ τὰ συνοίσοντα ὑποθέμενος.” ὁ δέ καλῶς τοῦτον ἀποδεξάμενος ἐπυνθάνετο, ὅ τι δεῖ ποιεῖν, ἐφ᾿ ᾧ τὰ κατὰ σκοπὸν πληρῶσαι. καὶ ὅς ”ὁρᾶς τουτὶ τὸ πολίχνιον καὶ τὴν εὐρεῖαν ταύτην πεδιάδα ἀποχρῶσαν πρὸς νομὰς τῶν ἵππων ἐφ᾿ ἡμέραις ἐφ᾿ ὅσαις βούλει διαναπαῦσαι σαυτόν τε καὶ τὸ σὸν στράτευμα; χρὴ οὖν μὴ περαιτέρω τέως ἡμᾶς προβαίνειν, ἀλλ᾿ ἐνταῦθα προσκαρτερῆσαι μικρὸν, ἐφ᾿ ᾧ καὶ σέ ἀνακτήσασθαι τὸ πολίχνιον τοῦτο κατασχόντα καὶ τοὺς Κομάνοις ἐξελθόντας τὰ πρὸς χρείαν κομίσασθαι καὶ οὕτω τῆς πρὸς τὴν βασιλεύουσαν ἅψασθαι. καὶ εἰ ἀρεστὸν δοκεῖ σοι, τὸν τοῦ πολιχνίου φύλακα πάλαι ὅλον ἐμὸν ὄντα θεάσομαί τε καὶ ἀμαχητὶ παρασκειάσω παραδοῦναί σοι τοῦτο”. ἤρεσεν ὁ σκοπὸς οὑτοσὶ τῷ Διογένει. διὰ τῆς νυκτὸς δέ τὴν βασιλικὴν δεσμήσας γραφὴν ὁ ᾿Αλανασεὺς πέμπει διὰ βέλους ἐντὸς τοῦ Κάστρου· ἣν ὑπαναγνοὺς ὁ τοῦτο φυλάσσων παρεσκευάσθη πρὸς τὸ δοῦναι τὸ εἰρημένον πολίχνιον. πρωΐας δὲ ὁ μὲν Ἀλακασεὺς πρῶτος ταῖς πύλαις προσ- πελάσας ὁμιλεῖν ὑπεκρίνατο τῷ φύλακι, πρότερον σημεῖον δοὺς τῷ Διογένεῖ, ἳν᾿, ὁπηνίκα τοῦτο θεάσοιτο, εἰθὺ τοῦ κάπρου χωρήσειεν. ἐφ᾿ ἱκανὸν δέ προσποιουμένου τὴν μετὰ τοῦ φύλακος ὁμιλίαν καὶ ὅπερ φθάσας δεδώκει τῷ ψευδωνύμῳ ποιήσαντος σημεῖον, καθὼς ὁ Διογένης τοῦτ᾿ ἐθεάσατο. τινὰς ἀναλαβόμενος στρατιώτας οὐ πάνυ πολλοὺς, θαρσαλέως εἴσεισι. περιχαρῶς δὲ τῶν ἐντὸς ὑποδεξαμένων αὐτὸν καὶ τοῦ φρουροῖντος τὴν Πούτζαν ἐπὶ τὸ βαλανεῖον αὐτὸν προκαλουμένου συνωθούμενος τε ἐπὶ τοῦτο καὶ παρὰ τοῦ Ἀλακασέως πείθεται τούτοις εὐθύς. εἶτα δα- ψιλὴ τράπεζαν αὐτῷ τε καὶ τοῖς μετ᾿ αὐτοῦ Κομάνοις παρέθεντο. οἱ δέ πάντες ὁμοῦ ἱκανῶς εὐωχηθέντες πλησθέντες τε οἴνου, ὅν ἐξ ἐμπεπλησμένων ἀσκῶν ἀπερρόφησαν, ἔκειντο ῥέγχοντες. περιελθόντες δὲ εὐθὺς αὐτός τε ὁ Ἀλακασεὺς καὶ ὁ φύλαξ μετά τινων πέρων τούς τε ἵππους ἀφελόμενοι καὶ τὰ ὅπλα αὐτὸν μὲν αὐτοῦ που καταλιμπάνουσι ῥέγχοντα, τοὺς δ᾿ ὑπ᾿ αὐτὸν ἀναιρήσαντες ἐν διω ρυξι τισιν εὐθέως ἀπέρριψαν ὣσπερ εἴς τινας τάφοις αὐτοφυεῖς. ὁ δέ Κατακαλὼν παρεπόμενος τῷ Κομανικῷ στρατεύματι κατὰ τὰς τοῦ βασιλέως ὑποθημοσύνας, ἐπεὶ ἐκεῖνον μέν ἐντὸς εἰσελθόντα τοῦ κάστρου ἐθεάσατο, τοὺς δέ γε Κομάνους εἰς προνομὴν διασκεδασθέντας, ἀπελθὼν τὸν χάρακα ἐπήξατο ἀποῦ που τῆς πόλεως, ἣν φθάσαντες ὠνομάσαμεν. ὁ δέ Ἀλακασεὺς τῶν Κομάνων ἁπανταχοῦ διασπαρέντων οὐκ ἐθάρρησε δηλῶσαι περὶ τούτου τῷ αὐτοκράτορι, ἀλλὰ ἀναλαβόμενος τοῦτον τῆν κατευθὺ Τζουρουλοῦ ἤλαυνεν ὡς πρὸς τὴν βασιλεύουσαν ἀπερχόμενος. μεμαθηκυῖα δέ τοῦτο ἡ τοῦ βασιλέως μήτηρ καὶ δέσποινα περὶ τὰ βασίλεια ἐνδιατρίβουσα εὐθὺς τὸν δρουγγάριον τοῦ στόλου Κυμινιανὸν τὸν ἐκτομίαν Εὐστάθιον διὰ τάχους ἀπέστειλεν, ἐφ’ ᾧ τὸν τοιοῦτον παραλαβεῖν καὶ εἰσαγαγεῖν εἰς τὴν μεγαλόπολιν. ὁ δέ ἔχων μεθ’ ἑαυτοῦ Τοῦρκόν τινα Καμύρην ὀνομαζόμενον εἰς τὴν τούτου ἐκτύφλωσιν τῷ τοιούτῳ ἐχρήσατο. ὁ δὲ αὐτοκράτωρ ἔτι εἰς Ἀγχίαλον ἐγκαρτερῶν, μεμαθηκὼς τὸν ἐπὶ τῇ προνομῇ τῶν παρακειμένων χωρῶν σκεδασμὸν τῶν Κομάνων, ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὴν μικρὰν 15 μικρὰν Νικαίαν. ὡς δὲ μεμαθήκοι, ὅτι ὁ δέ οὗτος εἷς τῶν τοῖ Κομανικοῦ στρατεύματος, ἀναλαβόμενος Κομάνους ποσουμένοις εἰς δώδεκα χιλιάδας καὶ εἰς προνομὴν τούτοις διασπείρας λείαν τε πολλὴν συναγαγὼν τὸν αὐχένα τοῖ Ταυροκώμου κατείληφε, τὰς ὑπ’ αὐτὸν ἀναλαβόμενος δυνάμεις, κατελθὼν παρὰ τῷ χείλει εἱστήκει τοῦ ποταμοῦ τοῦ κατὰ τὴν πεδιάδα τὴν κάτωθεν τοῦ τοιούτου αὐχένος διακειμένην ῥέοντος. τόπος δὲ ΟὗΤΟς πλήρης χαμαι- εἱστείκει Ρ, correxi. 22. διακειμένην scripsi: διακειμένου δρύων καὶ ἀρτιφυῶν δένδρων. ἐκεῖσε γοῦν τὰς δυνάμεις καταστησάμενος, ἀπόμοιραν Τούρκων ἱκανὴν ἀποτεμόμενος, τῆς τοξείας ἀκρίτους εἰδήμονας, κατὰ τῶν Κομάνων ἐπαφίησιν, ὥστε τὸν μετ’ αὐτῶν συναραμένους πόλεμον καὶ ἱππασίας τινὰς ποιησαμένους ἐπισπάσασθαι τούτους πρὸς τὸ πρανές. οἱ δέ Κομανοὶ προσβαλόντες τούτοις ἐδίωκον ἀκρατῶς μέχρι τῆς Ῥωμαϊκῆς φάλαγγος· εἶτα μικρὸν τοὺς ἵππους ἀνασειράσαντες καὶ κατὰ τῆς Ῥωμαϊκῆς ἐξορμῆσαι φάλαγγος ἡτοιμάζοντο καθιστῶντες τὰς παρατάξεις. ἐπεὶ δέ Κομανόν τινα ἀγέρωχον ἱππότην τῆς φάλαγγος προπηδήσαντα ὁ αὐτοκράτωρ ἐθεάσατο καὶ τὰς παρατάξεις παρα- θέοντα καὶ μονονοὺ τὸν μετ’ αἰτοῦ μαχεσόμενον ἀναζητεῖν ἐοικότα, οὐκ ἔφερεν οὔτε τὸ δεξιὸν καρτερεῖν οὔτε τὸ εὐώνυμον κέρας, ἀλλ’ αὐτὸς πέρα πάντων ὅλας τὰς ἡνίας χαλάσας τὸν ἀναζητοῦντα τὸν πόλεμον βάρβαρον πρώτως παίει διὰ τοῦ δόρατος καὶ ἀμφὶ στήθεσι διαμπερὲς ἐλάσας τὸ ξίφος τοῦ ἵππου κατέβαλε κατὰ ταύτην τὴν ἡμέραν στρατιώτην μᾶλλον ἡ στρατηγὸν ἑαυτὸν ἀΠοδείξας. μέγα τοίνυν ταῖς Ῥωμαϊκαῖς παραυτίκα θάρσος ἐμβαλὼν παρατάξεσιν, οὐχ ἥσσονα δέ τοῖς Σκύθαις φόβον, ὡς πύργος τούτοις προσβαλὼν διεῖλε τὸ στράτευμα. οὕτω γοῦν τῆς ὁμαιχμίας τῶν βαρβάρων διασπασθείσης διασπαρέντες ἁπαν- ταχῆ ἔφευγον ἀκρατῶς. Κομανοὶ μὲν οὐν τηνικαῦτα πίπτουσιν ὡσεὶ χιλιάδες ἑπτά, ἄγονται δὲ καὶ ζωγρία τρισχίλιοι. τὴν μέντοι λείαν ἅπασαν ἀφελόμενοι οἱ τοῦ Ῥωμαϊκοῦ στρατεύματος οὐ συνεχωρήθησαν παρὰ τοῦ αὐτοκράτορος κατὸ τὸ εἰωθὸς ταύτην ἐπιμοιράσασθαι, καθὸ ἐξ ὑπόγυοι τῶν παρακειμένων χωρῶν ἐσκυλεύθη, ἀλλὰ δοθῆναι τοῖς ἐποίκοις. τοῦ γοῦν βασιλικοῦ προστάγματος πτηνοῦ δίκην εἰς ἅπασαν τὴν περίχωρον διαδεδραμηκότος ἕκαστος τῶν σκυλευθέντων παραγενόμενος ἐπιγινώσκων τὸ ἴδιον ἀνελαμβάνετο. στερνοτυποῦντες οὖν καὶ χεῖρας ἱκετίδας εἰς οὐρανὸν αἴροντες τῷ αὐτοκράτορι τὰ λῴονα ἐπηύχοντο. καὶ ἦν ἀκούειν φωνὴν σύμμικτον ἀνδρῶν τε καὶ γυναικῶν μέχρις αὐτῆς τῆς σεληνιακῆς σφαίρας φθάνουσαν. ἀλλὰ ταῦτα μὲν οὕτω. ὁ δέ γε αὐτοκράτωρ χαίρων τὰς δυνάμεις ἀνακτησάμενος εἰς τὴν εἰρημένην μικρὰν Νικαίαν αὖθις ἐπαναζεύγνυσιν. ἐκεῖσε γοῦν ἐπὶ δυσὶν ἡμέραις ἐγκαρτερήσας, τριταῖος ἐκεῖθεν ἐξελθὼν καταλαμβάνει τὴν Ἀδριανούπολιν περὶ τὴν οἰκίαν τοῦ Σιλβέστρου ἱκανὰς ἐνδιατρίψας ἡμέρας. τῶν γοῦν Κομάνων οἱ λογάδες ἅπαντες ἀποκριθέντες τοῖ· λοιποῦ στρατεύματος, βουληθέντες τοῦτον ἀπατῆσαι προσέρχονται τούτῳ ὡς αὐτόμολοι, σπείσασθαι τάχα μετ’ αὐτοῦ προσποιούμενοι, ἵνα τριβομένου τοῦ μετ’ εἰρήνης καιροῦ προ- χωροίη τὸ Κομανικὸν στράτευμα τοῖς ἔμπροσθεν. ἐπὶ τρισὶν οὑν ἡμέραις εγκαρτερησαντες μέτα τὴν τρίτην ἡμέραν νυκτὸς τῆς πρὸς τὰ οἴκοι φερούσης ἥψαντο. αἰσθόμενος δὲ τῆς τῶν Κομάνων ἀπάτης ὁ αὐτοκράτωρ ὑποπτέρους ἀποστείλας δηλοῖ τοῦτο τοῖς πεπιστευμένοις τὴν φυλακὴν τῶν τοῦ Ζυγοῦ ἀτραπῶν, ἐφ’ ᾦ μὴ ἀναπίπτειν, ἀλλ’ ἐγρηγορέναι διὰ παντός, εἴ που τούτους κατάσχοιεν. αὐτὸς δέ τὸ ὅλον στράτευμα τῶν Κομάνων μεμαθηκὼς ἐπὶ τὰ πρόσω τὴν πορείαν ποιούμενον, εὐθὺς ἀναλαβόμενος τοὺς παρα- τυχόντας τῶν στρατιωτῶν καταλαμβάνει τόπον τινὰ Σκουτάριον καλούμενον, σταδίους τῆς Ἀδριανουπόλεως ἀπέχοντα ὀκτωκαίδεκα, τὴν δὲ μετ’ αὐτὴν εἰς Ἀγαθονίκην. ἐπεὶ δὲ μεμαθήκοι τὸ Κομανικὸν φόσσατον ἔτι κατὰ τὸν Ἀβριλεβῶ διακείμενον τόπος δέ οὗτος οὐ πορρωτέρω τῶν εἰρημένων πόλεων κείμενος), ἐνταῦθα γενόμενος καὶ τὰ ἄπειρα ἅπερ ἀνῆψαν πυρὰ πόρρωθεν ἐξιδὼν καὶ κατασκεψάμενος, ἀποστείλας μετεπέμψατο Νικόλαον τὸν Μαυροκατακαλὼν καὶ ἑτέρους τῶν ἐκκρίτων ἡγεμόνων τοῦ ὁπλιτικοῦ καὶ τί χρὴ ποιεῖν διεσκοπεῖτο. δέον οὖν τηνικαῦτα ἐκρίθη μεταπέμψασθαι τοὺς τῶν ἐθνικῶν ἀρχηγούς, τόν τε Οὖζᾶν ἐκ Σαυρομάτων δὲ οὗτος) καὶ Καρατζᾶν τὸν Σκύθην καὶ τὸν μιξοβάρβαρον Μοναστρᾶν καὶ παρασκευάσασθαι, ἵνα ἀπελ- θόντες παρασκευάσωσιν ἐφ’ ἑκατέρᾳ σκηνῇ πεντεκαίδεκα καὶ πλείοις ἀνάψαι πυρσούς, ὥστε τοὺς Κομάνους τοὺς τοσούτοις πυρσοὺς θεασαμένοις ἀπειροπληθὲς τὸ Ῥωμαϊκὸν νοῶσαι στράτευμα κἀντεῦθεν ἐκδειματωθέντες τοῦ λοιποῦ μὴ θαρσαλέως τούτοις προσβαλεῖν. τοῦτο δὲ γεγονὸς ταῖς τῶν Κομάνων ψυχαῖς φόβον μέγαν ἐνίησιν. ὁ δέ γε αὐτοκράτωρ πρωΐας ὁπλισάμενος καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις ἀναλαβόμενος ἵεται κατ’ αὐτῶν. καὶ πολέμου ἐξ ἐκατέρων συρραγέντος οἱ Κομανοὶ τὰ νῶτα διδόασιν ὁ δὲ βασιλεὺς διελὼν τὸ στράτευμα τοὺς μὲν ψιλοὺς ἔμπροσθεν διώκειν ἐκπέπομφεν, αὐτὸς δέ φευγόντων ἀκρατῶς **ἐλαύνων ἐδίωκε. τούτους δὲ περὶ τὴν Σιδηρᾶν Κλεισούραν καταλαβὼν πολλοῖς μὲν ἀναιρεῖ, πλείστους δὲ καὶ ζωγρίαν ἄγει· οἱ δέ γε προπεμφθέντες τῶν Κομάνων τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ὑπεχώρησαν. ὁ δὲ βασιλεὺς περὶ τὴν ἀκρολοφίαν τῆς Σιδηρᾶς Κλεισούρας παννύχιος διατελέσας χειμῶνος ὄντος σφοδροῦ, αὐγαζούσης ἤδη ἡμέρας τὴν Γολόην κατείληφεν· ἐκεῖσε δέ ἡμερονύχθιον ἓν διακαρτερήσας, ἐφ’ ᾧ τιμῆσαι πάντας τοὺς ἀνδρικῶς ἀγωνισαμένους καὶ δωρεῶν μεγίστων ἀξιῶσαι. τὸ βουλευθὲν εἰς ἔργον ἀγαγὼν καὶ μετ’ εὐφροσύνης πάντας ἐκπέμψας οἰκαδε ἐν δυσὶ νυχθημέροις κατείληφε τὰ βασίλεια.