Ancient Greek · ~24 min
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 3.1-11
Not analysed yet
Τῶν γοῦν Κομάνων παρὰ τῶν Βλάχων τὰς δις` τῶν κλισουρῶν ἀτραποὺς μεμαθηκότων καὶ οὕτω τὸν Ζυγὸν ῥᾳδίως διεληλυθότων ἅμα τῷ τῇ |Γολόῃ προσπελάσαι εὐθὺς οἱ ἔποικοι ταύτης δεσμήσαντες τὸν τὴν φυλαὴν τοῦ κάστρου πεπιστευμένον παραδεδώκασι τοῖς Κομάνοις ,αὐτοὶ δὲ εὐφημήσαντες ἄσμενοι τούτους ὑπεδέξαντο. ὁ δὲ Κατακαλὼν Κωνσταντῖνος ἐναύλους τὰς τοῦ βασιλέως ὑποθημοσύνας ἔχων Κομάνοις ἐντυχὼν εἰς προνομὴν ἐξερχομένοις καὶ προσβαλὼν θαρσαλέως ζωγρίαν εὐθὺς ἐκ τούτων ἄγει εἰς ἑκατὸν ποσουμένους. τοῦτον ὁ βασιλεὺς ὑποδεξάμενος εὐθὺς τῷ τοῦ νωβελλισσίμου τιμᾷ ἀξιώματι. κατασχόντας δὲ τὴν Γολόην τοὺς Κομάνους θεασάμενοι οἱ τῶν παρακειμένων πόλεων ἔποικοι, Διαμπόλεώς τε καὶ τῶν λοιπῶν, προσεληλυθότες αὐτοὺς ἄσμενοι ὑπεδέχοντο καὶ παρεδίδουν τὰς πόλεις ἐπευφήμουν τε τὸν ψευδώνυμον Διογένην. ὃς μετὰ τὸ πάντων ἐγκρατὴς γενέσθαι ἀναλαβόμενος ἅπαν τὸ Κομανικὸν στράτευμα καταλαμβάνει τὴν Ἀγχίαλον ἀποπειρᾶσθαι τάχα βουλόμενος τῶν ταύτης τειχῶν. ὁ δέ βασιλεὺς ἐντὸς ὢν καὶ πολλὴν ἐμπειρίαν περὶ τὰ στρατιωτικὰ ἐκ νηπίου κεκτημένος, ἐπεὶ τὴν τοῦ τόπου θέσιν διέγνω τοὺς μὲν Κομάνους ἀπείργουσαν τῆς ὁρμῆς, ὀχύρωμα δέ τοῦ τείχους οὖσαν, διελὼν τὰς δυνάμεις καὶ τὰς πύλας ἀναπετάσας τοῦ κέστρου ἔξωθεν τούτου *συνησπικότας ἰλαδὸν κατέστησε, περὶ δὲ τὸ ἄκρον τῆς Κομανικῆς παρατάξεως *ἐγκεκραγότος μέρους τῆς Ῥωμαϊκῆς φάλαγγος *ἐτρέψαντο μέχρις αὐτῆς θαλάττης διώξαντες. τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος καὶ πρὸς τοσαῦτα πλήθη μὴ ἐξαρκούσας ἔχων δυνάμεις μήτε ἀντικαταστῆναι δυνάμενος ἐκέλευσε τοῦ λοιποῦ συνησπικότας ἅπαντας ἵστασθαι καὶ μηδένα προθέειν τῆς παρατάξεως. οἱ δέ Κόμανοι παραταξάμενοι ἵσταντο καὶ αὐτοὶ προμετώπιοι τῆς ῾Ρωμαϊκῆς φάλαγγος, μὴ προσβάλλοντες δὲ ὅμως μηδέ αὐτοί. τοῦτο δέ ἐτελεῖτο ἐπὶ τρισὶν ἡμέραις ἐκ πρωΐας μέχρις ἑσπέρας, τῆς τε τοῦ τόπου θέσεως ἀπειργούσης τούτους ἐθέλοντας μάχεσθαι καὶ τοῦ μηδένα τῆς ῾Ρωμϊκῆς φάλαγγος προεκτρέχειν κατ᾿ αὐτῶν. τὸ δὲ κάστρον ἡ ᾿Απχίαλος τοιαύτης ἔτυχε θέσεως. δεξιόθεν μὲν τὴν Ποντηρὰν εἶχε θάλασσαν, ἐξ εὐωνύμων δὲ τραχύν τινα τόπον καὶ δύσβατον καὶ ὑπάμπελον καὶ τοῖς ἱππόταις εὔοδον τὸν δρόμον μὴ παρέχοντα. τί τὸ ἐπὶ τούτοις; τὴν τοῦ βασιλέως θεασάμενοι καρτερίαν οἱ βάρβαροι καὶ τὰ βεβουλευμένα ἀπηλπικότες ἐφ᾿ ἑτέραν ἀτραπὸν τὴν πρὸς Ἀδριανούπολιν ἐτράποντο, ἐξαπατῶντος αἰτοὺς τοῦ ψειδωνύμου καὶ λέγοντος ὡς “ὁπηνίκα με τὴν ᾿Αδριανούπολιν καταλαβόντα ὁ Βρυέννιος Νικηφόρος ἀκούσει, ἀνοίξας τὰς πίλας μετὰ περιχαρείας ὑποδέξεται χρήματά τε παρέξει καὶ παντοίας φιλοφροσύνης ἀξιώσειε. κἂν γὰρ μὴ ἐκ φύσεως, ἀλλά γε ἐκ προαιρέσεως τὴν πρὸς τὸν ἐμὸν πατέρα ἀδελφικὴν ἔσχε διάθεσιν. ἐπὰν δὲ τὸ κάστρον ἡμῖν Παραδοθῇ, οὕτω τῆς ἐπὶ τὰ ἔμπροσθεν καὶ πρὸς τὴν βασιλεύουσαν φερούσης ἁψόμεθα.’’ θεῖον δὲ τὸν Βρυέννιον ὠνόμαζε παράκουσμά τι ἔχων ἀληθοῦς ὑποθέσεως. καὶ γὰρ ὁ πάλαι βεβασιλευκὼς Ῥωμανὸς ὁ Διογενὴς ἄνδρα τουτονὶ τὸν Βρυέννιον γι- νώσκων φρονήσει τε ὑπερέχοντα ἁπάντων τῶν τότε εὐθῆ τε τὴν γνώμην καὶ ἐπαληθεύοντα ὡς ἐπίπαν ἐν λόγοις καὶ πράξεσι τοῦτον ἀκριβῶς ἐπιστάμενος ἀδελφὸν εἰσποιήσασθαι ἠβουλήθη. καὶ δὴ καὶ τὸ ἔργον τετέλεστο ἀμφοῖν τούτου συνδόξαντος. ἀλλὰ ταῦτα μέν ἀληθῆ καὶ παρὰ πάντων οὕτω γινώσκεται, ὁ δέ γε ψευδώνυμος τοσοῦτον ἀπηναισχύντησεν, ὡς καὶ θεῖον ἐπ’ ἀληθείας τοῦτον κατονομάζειν. οὕτω μέν οὖν τὰ τοῦ ψευδωνύμου τεχνάσματα. οἱ δέ Κόμανοι ὡς βάρβαροι τὸ κοῦφον καὶ εὐμετάβλητον ὡς φυσικόν τι παρακολούθημα κεκτημένοι πείθονται τοῖς αὐ- τοῦ λόγοις καὶ καταλαβόντες τὴν Ἀδριανούπολιν ἔξωθεν τῆς πόλεως ταίτης ηὐλίσαντο. ἐκεῖ δὲ τεσσαράκοντα καὶ ὀκτὼ ἡμέραις καθ’ ἑκάστην πολέμων συγκροτουμένων (καὶ γὰρ οἱ νεώτεροι καὶ πρὸς πόλεμον σφαδάζοντες καθ’ ἡμέραν ἐξερχόμενοι πολέμους συχνοὺς μετὰ τῶν βαρβάρων συνεκρότουν) Νικηφόρος ὁ Βρυέννιος, ἐπεὶ κάτωθεν παρὰ τοῦ ψευδωνύμου ἐζητεῖτο, πυργόθεν προκύψας, ὅσα γε ἀπὸ τῆς φωνῆς τοῦ ἀνδρὸς τεκμαιρόμενος ἔλεγε μήτε υἱὸν αὐτὸν ἐπιγινώσκειν ῾Ρωμανοῦ τοῦ Διογένους, τοῦ ἐκ προαιρέσεως ἀδελφοῦ αὐτοῦ χρηματίσαντος, ὡς εἴρηται ,ὁποῖα φιλεῖ πολλάκις γίνεσθαι καὶ ὅτι ὁ ἐπ᾿ ἀληθείᾳ υἱὸς αὐτοῦ εἰς ᾿Αντιόχειαν ἀνῃρέθη. ταῖτα εἰπὼν μετ᾿ αἰσχύνῆς τὸν ὑποκριτήν ἀπεπέμψατο. ἐπεὶ δὲ οἱ ἐντὸς παρεκτεινομένου τοῦ καιροῦ ἐστενοῦντο ἤδη, διὰ γραφῆς ᾐτήσαντο βοήθειαν παρὰ τοῦ αὐτοκράτορος. ὁ δὲ παρευθὺ παρακελεύεται Κωνσταντίνῳ τίνῳ τῷ Εὐφορορφηνῷ ἀποχρῶσαν ἀποδιελέσθαι δύναμιν τῶν ὑπ᾿ αὐτὸν κομήτων καὶ διὰ νυκτὸς μετ᾿ αὐτῶν εἰς ᾿Αδριανούπολιν Κατακαλὼν παραχρῆμα τῆς πρὸς τὴν Ὀρεστιάδα φερούσης εἴχετο μετ᾿ ἀγαθῶν τῶν ἐλπίδων λήσεσθαι τοὺς Κομάνους οἰόμενος. ἀλλὰ διημάρτανε τοῦ σκοποῦ. αἰσθόμενοι γὰρ τούτου πολλαπλάσιοι τηνικαῦτα ἐξιππασάμενοι καὶ προσβαλόντες ἀπώσαντό τε εἰς τοὐπίσω καὶ ὀξέως ἐδίωκον. ὁπηνίκα καὶ ὁ τούτου υἱὸς Νικηφόρος καὶ ἐμὸς ἐν ὑστέροις χρηματίσας γαμβρὸς ἐπὶ τῇ μετ᾿ ἐμὲ ἀδελφῇ τῇ πορφυρογεννήτῳ Μαρίᾳ δόρυ μακρὸν ἐναγκαλισάμενος καὶ συναντήσας ἐξ ὑποστροφῆς τὸν διώκοντα αὐτὸν Σκύθην πλήττει κατὰ τὸ στέρνον, ὁ δ᾿ εὐδὺς νεκρὸς ἔκειτο. οἶδε γὰρ ἐπ᾿ ἀληθείᾳ δόρυ κραδαίνειν καὶ ἀσπίδα περιφράττεσθαι· καὶ ἱππαζό- μενον ἄν τις αὐτὸν ἐθεάσατο, οὐ ῾Ρωμαῖον εἴκασεν εἶναι ρ ἀλλὰ Νορμανόθεν ἥκειν· θαῦμα γὰρ ἦν ὁ νεανίσκος ἐκεῖνος ἐξιππαζόμενος καὶ ὄντως φιλοτίμημα φύσεως· τὴν πρὸς Θεὸν εὐσέβειαν πολύς, τὰ πρὸς ἀνθρώπους ἡδὺς καὶ μειλίχιος. οὔπω τεσσαράκοντα πρὸς ταῖς ὀκτὼ διῆλθον ἡμέραι, καὶ παρακελευσαμένου Νικηφόρου τοῦ Βρυεννίου (ἐν ἐκείνῳ γὰρ ἡ πᾶσα ἐξουσία τῆς Ἀδριανουπόλεως ἢν) τὰς πύλας ἀθρόον ἀναπετάσαντες ἐξῆλθον κατὰ τῶν Κομάνων γενναῖοι στρατιῶται. καὶ πολέμου καρτεροῦ συρραγέντος πίπτουσι μὲν ἱκανοὶ τῶν Ῥωμαίων γενναίως ἀγωνιζό- μένοι καὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες πλείους δέ κτείνουσιν. ὁπηνίκα καὶ Μαριανὸς ὁ Μαυροκατακαλὼν τοῦ Τογορτὰκ καταστοχασάμενος (ἡγεμὼν δὲ οὗτος ὑπερέχων τῆς τῶν Κομάνων στρατιᾶς), δόρυ μακρὸν ἐναγκαλισάμενος ὅλας τε τῷ ἵππῳ δοὺς τὰς ἡνίας εὐθὺ κατ’ αὐτοῦ ἤλαυνε καὶ μικροῦ ἂν τοῦτον ἀνεῖλεν, εἰ μὴ προφθάσαντες οἱ περὶ αὐτὸν τυχόντες Κομανοὶ τοῦτον ἐξείλοντο μικροῦ καὶ τὸν| Μαριανὸν ἀποκτείναντες. οὗτος δέ ὁ Μαριανὸς, κἂν νέος τὴν ἡλικίαν ἣν καὶ ἐς μείρακας ἄρτι παραγγέλλων, ἀλλὰ πολλάκις τῶν τῆς Ὀρεστιάδος πυλῶν ἐξερχόμενος μετὰ τῶν Κομάνων ἐμάχετο καὶ τοσαυτάκις πλήττων ἢ καὶ κτείνων νικητὴς ἀνθυπέστρεφεν. ἢν γὰρ ὡς ἀληθῶς μαχητὴς γενναιότατος, καθάπερ τινὰ κλῆρον πατρῷον τὴν ἀνδρείαν κληρωσάμενος ἐκ γενναιοτάτων ἀνδρῶν γενναιότερος παῖς γεννηθείς. ἐξ ὑπογύου δέ τοῦ θανάτου ῥυσθείς, ἀναζέσας τῷ θυμῷ κατὰ τοῦ Ψευδοδιογένους ἐχώρησε πέραθεν παρὰ τῷ χείλει τοῦ ποταμοῦ καὶ αὐτοῦ ἱσταμένου, ὅπου ὁ Μαριανὸς μετὰ τῶν βαρβάρων ἐμάχετο, καὶ θεασάμενος ἐρυθροφοροῦντα καὶ βασιλικῶς ἐσταλμένον καὶ τοὺς περὶ αὐτὸν σκεδασθέντας, ἀνατείνας τηνικαῦτα τὴν μάστιγα ἔπαιε τοῦτον κατὰ κεφαλῆς ἀφειδῶς ψευδώνυμον ἀποκαλῶν βασιλέα.