Ancient Greek
ΑΛΕΞΙΑΣ ΙA.
Anna Comnena, Ἀλεξιάδα 4.1-9
Not analysed yet
Τί τὸ ἐντεῦθεν; καταλαμβάνουσιν οἱ Λατῖνοι τῆς Ῥωμαϊκῆς στρατιᾶς τὴν Ἀντιόχειαν διὰ τοῦ καλουμένου Ὀξέως Δρόμου τῶν ἐφ’ ἑκάτερα μηδένα λόγον ποιούμενοι· ἀγχοῦ δέ τῶν τειχῶν τάφρον ποιήσαντες τὰς σκευὰς ἐναπέθεντο καὶ ἐπολιόρκουν ταυτηνὶ τὴν πόλιν σεληνιακαῖς τρισὶ περιόδοις. οἱ δὲ Τοῦρκοι πτοηθέντες περὶ τῆς καταλαβούσης αὐτοὺς ἀνάγκης τῷ τοῦ Κοροσὰν σουλτάνῳ μηνύουσιν ἀποχρώσας δυνάμεις ἀποστεῖλαι πρὸς βοήθειαν ἐξαιτούμενοι, ἐφ’ ᾧ τοῖς τε Ἀντιοχεῦσιν ἐπαρήξειν καὶ τοὺς ἔξωθεν πολιορκοῦντας Λατίνους ἀποδιῶξαι. ἔτυχε δέ τις ἄνωθεν τοῦ πύργου Ἀρμένιος τηρῶν τὸ κληρωθὲν τῷ Βαϊμούντῳ μέρος τοῦ τείχους. τοῦτον ἄνωθεν πολλάκις προκύπτοντα ὁ Βαϊμοῦντος ἐκμειλισσόμενος καὶ ὑποσχέσεσι πολλαῖς ὑποσαίνων ἀνέπεισε προδοῦναί οἱ τὴν πόλιν. ὁ δέ Ἀρμένιος πρὸς αὐτὸν “ὁπηνίκα ὂν βούλει καὶ σημεῖόν τι ἔξωθεν αὐτὸς ὑποδείξεις μοι, παραχρῆμά σοι τουτοῒ παραδώσω τὸ μόνον ἕτοιμος ἕσο σύ τε καὶ ὁ ὑπὸ χεῖρά σοι ἅπας λαὸς ηὐτρεπισμένας ἔχων ἅμα καὶ κλίμακας. οὐ σέ δέ μόνον ἕτοιμον εἶναι χρή, ἀλλὰ καὶ ἅπαν τὸ στράτευμα θωρήξασθαι, ἕν’ εὐθὺς ἀνελθόντας ὑμᾶς οἱ Τοῦρκοι θεασά- μένοι καὶ τὸ ἐνυάλιον ἀλαλάζοντας ἐκδειματωθέντες εἰς φυγὴν ἀπονεύσειαν.” εἶχε μὲν οὑν ὁ Βαϊμοῦντος τὸ σκοπούμενον τέως ἀνάφορον. τούτων δέ οὕτω διασκοπουμένων κατέλαβέ τις λέγων, λίαν πολὺ πλῆθος Ἀγαρηνῶν · καταλαμβάνειν ὅσον ἤδη ἀπὸ τοῦ Χοροσὰν κατ᾿ αὐτῶν ἡγεμόνα συνεπαγόμενον τὸν καλούμενον Κουρπαγάν. ὅπερ μεμαθηκὼς ὁ Βαϊμοῦντος καὶ μὴ θέλων τὴν Ἀντιόχειαν παραδοῦναι πρὸς τὸν Τατίκιον κατὰ τοὺς προγεγονότας πρὸς τὸν βασιλέα ὅρκους, ἀλλ᾿ ἑαιτῷ μνηστευόμενος ταύτην, βουλὴν βουλεύεται πονηράν, δι’ ἧς αὐτὸν ἄκοντα μεταναστεῦσαι παρασκευάσειε. προσελθὼν τοίνυν αὐτῷ φησιν “ἀπόρρητόν τι ἀποκαλύψαι σοι βούλομαι μαὶ κηδόμενός σου τῆς σωτηρίας. λόγος τις τοῖς ὠσὶ τῶν κομήτων ἐνηχηθεὶς συνετάραξεν αὐτῶν τὰς ψυχάς, ὅτι τοὺς ἀπὸ τοῦ Χοροσὰν ἐρχομένους ὁ βασιλεὺς τὸν σουλτάνον ἔπεισε καθ’ ἡμῶν ἐκπέμψαι. τοῦτο δέ πιστὸν οἱ κόμητες ἡγησάμενοι κατὰ τῆς σῆς μελετῶσι ζωῆς. κἀγὼ μὲν τοὐμὸν ἤδη πεπλήρωκα κὼ τὸν ἐπερχόμενόν σοι προείρηκα κίνδυνον. τοῦ λοιποῦ σόν ἐστιν, ὑπὲρ τῆς ἑαυτοῦ καὶ τῶν ὑπὸ σὲ ταγμάτων φροντίσαι σωτηρίας.” ὁ δέ Τατίκιος ὁρῶν μὲν καὶ τὸν λιμὸν πολύν (καὶ γὰρ ἡ κεφαλὴ τοῦ βοὸς τρισὶ χρυσίνοις στατῆρσιν ἀπεμπολεῖτο), ἀπαγορεύων δὲ καὶ τὴν τῆς Ἀντιοχείας ἅλωσιν ἴδη ἐκεῖθεν ἀπάρας εἰς τὸν ἐν τῷ λιμένι Σουδὶ ἱστάμενον Ῥωμαϊκὸν στόλον εἰσελθὼν τὴν C Κύπρον κατέλαβε. τούτου δέ ὑποχωρήσαντος τὸν λόγον Λ του Ἀρμενίου ὑποβρύχιον ἔτι ἔχων ὁ Βαϊμοῦντος καὶ χρησταῖς ἐλπίσι τρεφόμενος περιποιούμενός τε ἑαυτῷ τὴν τῆς Ἀντιοχείας ἐξουσίαν πρὸς τοὺς κόμητας ἔφη “ὁρᾶτε ὁπόσον ἤδη χρόνον ἐνταῦθα προσταλαιπωρήσαντες οὐ μόνον οὐδέν χρηστὸν μέχρι καὶ νῦν κατωρθώσαμεν, ἀλλὰ καὶ λιμοῦ ὅσον ἤδη γενώμεθα παρανάλωμα, εἰ μή τι βέλτιον περὶ τῆς σφῶν σωτηρίας σκεψόμεθα’’. τῶν δέ, τί ἂν εἴη τοῦτο, πυνθανομένων αὐτὸς ἔφη “οὐ πάσας τὰς νίκας διὰ σιδήρου Θεὸς τοῖς δημαγωγοῖς δίδωσιν οὐδέ διὰ μάχης ἀεὶ τὰ τοι- αῦτα κατορθοῦται, ἀλλ’ ἅπερ ὁ μόθος οὐ δέδωκε, ταῦτα πολλάκις ὁ λόγος ἐχαρίσατο καὶ ἡ μετὰ φιλίας καὶ ὑποποιήσεως περίοδος μείζονα τρόπαια ἔστησεν. οὐ χρὴ τοιγαροῦν μάτην τὸν καιρὸν τρίβειν, σπεῦσαι δὲ μᾶλλον πρὸ τοῦ τὸν Κουρπαγὰν καταλαβεῖν νουνεχές τι καὶ ἀνδρικὸν διαπράξασθαι τῆς ἡμῶν ἕνεκα σωτηρίας· καὶ σπουδαίως ἕκαστος ἡμῶν τὸν τὸ ἴδιον λάχος τηροῦντα βάρβαρον ὑποποιείσθω. καὶ εἰ βούλεσθε, κείσθω καὶ ἆθλον τῷ πρώτως τοῦτο τὸ ἔργον κατωρθωκότι ἡ τῆς πόλεως ταυτησὶ φυλακή, μέχρις ἂν ὁ μέλλων ταύτην ἐξ ἡμῶν ἀναλαβέσθαι ἀπὸ του αὐτοκράτορος ἐλεύσεται. ἴσως μὲν οὖν οὐδ’ οὕτω κατωρθωκέναι τι χρηστὸν δυνησόμεθα.” ταῦτα ὁ δεινὸς Βαϊμοῦντος φίλαρχος ὢν οὐχ ὑπὲρ τῶν Λατίνων καὶ τοῦ κοινοῦ τοσοῦτον ὅσον ὑπὲρ τῆς ἑαυτοῦ τιμῆς καὶ σκοπήσας καὶ εἰπὼν καὶ ἀπατήσας οὐ διήμαρτε τοῦ σκοποῦ, ὡς ὁ λόγος κατιὼν παραστήσει. πρὸς τοῦτο τοίνυν ἅπαντες οἱ κόμητες κατανεύσαντες ἔργου ἥψντο. καὶ αὐγαζούσης ἡμέρας ὁ μέν Βαϊμοῦντος αὐτίκα πρὸς τὸν πύργον ἀπῄει · ὁ δέ γε Ἀρμένιος κατὰ τὰς συνθήκας τὰς πύλας ὑπανοίγνυσιν· ὁ δὲ ἅλλεταί τε εὐθὺς μετὰ τῶν συνεφεπομένων αὐτῷ ἄνωθεν θᾶττον ἢ λόγος καὶ περὶ τὰ κρήδεμνα τοῦ πύργου ὡρᾶτο τοῖς ἐντός τε καὶ ἐκτὸς ἱστάμενος καὶ τὴν ἐνυάλιον ἠχεῖν ἐγκελεύων σάλπιγγα. καὶ ἦν ἰδεῖν τηνιχαῦτα καινόν τι γινόμενον, τοὺς μὲν Τούρκους ἐκδειματωθέντας εὐθὺς διὰ τῆς ἀπέναντι πύλης φεύγοντας καὶ μόνους ἐξ αὐτῶν ἐναπολειφθέντας ὀλίγους καὶ γενναίοις ἄνδρας διὰ τὴν τοῦ κουλᾶ φρουράν · τοὺς δὲ Κελτοὺς ἔξωθεν κατὰ πόδας τοῦ Bαϊμούντου διὰ κλιμάκων ἀνελθόντας καὶ παραχρῆμα κατασχόντας τὴν Ἀντιόχου πόλιν. καὶ ὁ μὲν Ταγγρῆς εὐθὺς Κελτοὺς ἱκανοὺς ἀναλαβόμε- νος ὄπισθεν τῶν φευγόντων ἐδίωκε· καὶ πολλοὶ μὲν κτείνονται, πολλοὶ δὲ τιτρώσκονται. ὁ δέ Κουρπηὰν μετὰ ἀναριθμήτων χιλιάδων καταλαβὼν εἰς ἀρωγὴν τῆς Ἀντιόχου πόλεως προκατασχεθεῖσαν ταύτην εὑρηκὼς χάρακά τε ἐπήξατο καὶ τάφρον πεποιηκὼς καὶ τὰς σκευὰς ἐν αὐτῇ κατα- θέμενος ἐβουλεύετο πολιορκεῖν τὴν πόλιν. ἀλλ’ οὔπω ἔργου ἁψάμενον ἐπικαταλαμβάνουσιν αὐτὸν ἐξελθόντες οἱ Κελτοί· καὶ τηνικαῦτα μέγας ἀναμεταξὺ ἀναρρήγνυται πόλεμος. εἶχον δέ τὴν νικῶσαν οἱ Τοῦρκοι· καὶ ὁ Λατῖνοι εἴσω τῶν πυ- λῶν συνεκλείοντο τὸν μόθον ἑκατέρωθεν ἔχοντες ἀπό τε τῶν τὸ κουλᾶ φρουρούντων (ἔτι γὰρ τοῦτο κατεῖχον βάρβαροι) ἀπό τε τῶν ἔξωθεν παρακαθημένων Τούρκων. δεινὸς δὲ ἀνὴρ ὢν ὁ Βαϊμοῦντος καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν σφετερίσασθαι θέλων ἐν σχήματι συμβουλῆς αὖθις ἀοῦ χρή’’ φησι πρὸς τοὺς κόμητας “τοὺς αὐτοὺς καθ’ ἑκάτερον μέρος ἐν ταὐτῷ μετά τε τῶν ἐντὸς καὶ ἐκτὸς μάχεσθαι, ἀλλὰ διχῆ διαιρεθέντας ἐν ἀνίσοις τμήμασι πρὸς λόγον τῶν ἑκατέρωθεν πρὸς ἡμᾶς μαχομένων ἐχθρῶν οὕτω τὴν πρὸς αὐτοὺς ἀναδέχεσθαι μάχην. ἐμοὶ μέν οὖν ἐξέσται μετὰ τῶν τὴν ἀκρόπολιν τηρούντων μάχεσθαι, εἰ καὶ ὑμῖν τοῦτο συνδόξειε. τοῖς δέ γε λοιποῖς μετὰ τῶν ἔξωθεν μελήσει καρτερῶς συμπλέκεσθαι. συντίθενται ἅπαντες τῇ τοῦ Βαϊμούντου γνώμῃ. ὁ δ’ εὐθὺς ἔργου ἥψατο καὶ παραχρῆμα τειχίον ἀντίθετον ἐγκάρσιον ἀποδιαιροῦν τῆς ὅλης Ἀντιοχείας τὴν ἀκρόπολιν ἐδείματο, ἔρυμα καρτερώτατον πολέμου ἀποχρῶντος. κᾷθ’ οὕτως ἀνύστακτος φύλαξ τοῦ τοιούτου τείχους καθίστατο διὰ παντὸς ἀπομαχόμενος, ὁπηνίκα καιρὸς ἐδίδου, πρὸς τοὺς ἐντὸς γενναιότατα. οἱ δ᾿ ἄλλοι κόμητες πολλὴν τοῦ λάχους αὐτῶν ἐπεποίηντο τὴν φροντίδα φρουροῦντες μέν τὴν πόλιν διὰ παντός, κατασκοποῦντες δέ τὰς ἐπάλξεις καὶ τὰ κρήδεμνα τῶν τειχῶν, μή πως οἱ βάρβαροι ἔξωθεν νυκτὸς διὰ κλιμάκων ἀνελθόντες τὴν πόλιν κατάσχωσι, μὴ λάθοι τις τῶν ἐντὸς ἄνωθεν τοῦ τείχους γενέσθαι κᾷθ’ οὕτως ὁμιλήσας τοῖς βαρβάροις προδοσίας πέρι προδῷ τὴν πόλιν.