Ancient Greek · ~23 min
ΑΛΕΞΙΑΣ ΙA.
Anna Comnena, Ἀλεξιάδα 5.1-10
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὴν Ἀντιόχειαν ἔτι· ὁ δέ γε αὐτοκράτωρ πολλὴν μὲν εἶχε τὴν προθυμίαν αὐτὸς εἰς ἀρωγὴν τῶν Κελτῶν παραγενέσθαι, ἀπεῖργε δ’ αὐτὸν καίπερ σφαδάζοντα ἡ τῶν κατὰ θάλατταν διακειμένων Πόλεων τε καὶ χωρῶν λεηλασία καὶ παντελὴς ἐρίπωσις. ὁ μὲν γὰρ Τζαχᾶς τὴν Σμύρνην ὥσπερ ἴδιόν τι λάχος κατεῖχεν· ὁ δέ γε Ταγγριπερμῆς καλούμενος πόλιν τινὰ Ἐφεσίων ἀγχοῦ τῖς θαλάττης διακειμένην, ἐν ᾖ πάλαι τέμενος ἐπ’ ὀνόματι Ἰωάννου ἀποστόλου τοῦ θεολόγου ἵδρυτο. καὶ ἄλλος ἄλλα φρούρια τῶν σατραπῶν κατέχοντες ὡς ἀργυρωνήτοις τοῖς Χριστιανοῖς ἐκέχρηντο ἅπαντα ληϊζόμενοι· ἀλλὰ καὶ αὐτὰς δὴ τὰς νήσοις Χίον τε καὶ Ῥόδον καὶ τὰς ἐπιλοίποις πάσας κατέσχον λῃστρικὰς ἐκεῖθεν κατασκευάσαντες ναῦς. διά τοι ταῦτα δεῖν ἐλογίσατο πρότερον τῶν κατὰ θάλατταν καὶ τὸν Τζαχᾶν πρόνοιαν ποιήσασθαι καὶ δυνάμεις διὰ ξηρᾶς ἀρκατασκοποῦντες Ε κούσας καὶ στόλον ἱκανὸν καταλιπεῖν, εἶτα δι’ αὐτῶν τὰς τῶν βαρβάρων ἀναχαιτίζειν ὁρμὰς καὶ ἀντικαθίστασθαι αὐ- τοῖς κᾀθ᾿ οὕτως μετὰ οὕτως μετὰ τοῦ λοιποῦ στρατεύματος τῆς πρὸς Ἀντιόχειαν φερούσης ἅψασθαι μετὰ τῶν ἀναμεταξὺ βαρβάρων ὡς ἐνὸν μαχόμενος. μετατπεμψάμενος τοίνυν Ἰωάννην τὸν Δούκαν καὶ γυναικάδελφον αὐτοῦ παραδίδωσι δυνάμεις ἐκ διαφόρων συνειλεγμένας χωρῶν καὶ στόλον ἀποχρῶντα πρὸς τὴν τῶν παραλίων πόλεων πολιορκίαν καὶ αὐτὴν δέ τὴν τοῦ Τζαχᾶ θυγατέρα κατασχεθῖσαν μετὰ τῶν ἄλλων, ὁπόσοι ἐντὸς τῆς Νικαίας τότε ἔτυχον, ἐπισκήψας διακηρυκεύειν μέν πανταχοῦ τὴν τῆς Νικαίας ἅλωσιν, εἰ δέ μὴ πισ- τεύοιτο, αὐτὴν τὴν τοῦ Τζαχᾶ θυγατέρα ὑποδεικνύναι τοῖς σατράπαις τῶν Τούρκων καὶ τοῖς τὰ περὶ θάλατταν νεμομένοις βαρβάροις, ὡς ἂν οἱ τὰς ἤδη ῥηθείσας πόλεις κατέχοντες ὁρῶντες ταύτην καὶ βεβαιούμενοι τὴν τῆς Νικαίας ἅλωσιν ἀπογνόντες ἀμαχητὶ παραδοῖεν τὰς πόλεις. ἐφοδιάσας οὖν ἱκανῶς διὰ παντοίων τὸν Ἰωάννην ἐκπέμπει. ὁπόσα δέ κατὰ τοῦ Τζαχᾶ τρόπαια οὗτος ἐστήσατο καὶ ὅπως τοῦτον ἐκεῖθεν ἀπήλασε, προϊὼν ὁ λόγος δηλώσειεν. ὁ μὲν οὖν δοὺξ καὶ θεῖος οὑμὸς πρὸς μητρὸς τῷ βασιλεῖ συνταξάμενος τῖς μεγαλοπόλεως ἔξεισι καὶ διαπεράσας τὴν Ἄβυδον μεταπεμψάμενος τὸν καλούμενον Κάσπακα τήν τε τοῦ στόλου ἐξουσίαν καὶ τὴν τοῦ πλόος ἅπασαν οἰκονομίαν αὐτῷ ἀνέθετο ὑποσχόμενος ὡς, εἰ καλῶς ἀγωνίσοιτο, ὁπηνίκα τὴν Σμύρνην συμβαίη ἁλῶναι, ἡγεμόνα τοῦτον αὐτῆς τε τῆς Σμύρνης καὶ τῶν ὁμορούντων πάντων αὐτῇ καταστῆσαι. ἐκπέμπει τοίνυν αὐτὸν διαπόντιον θαλασσοκράτορα τοῦ στόλου, ὡς εἴρηται· ἐκεῖνον δέ ταγματάρχην εἶχεν ἡ ἤπειρος. ἅμα τοίνυν τόν τε Κάσπακα διὰ τοῖ στόλου καὶ τὸν δοῦκα Ἰωάννην διὰ τῆς ἠπείρου οἱ ἐντὸς τῇ Σμύρνῃ ἄμφω προσπελάσαντας θεασάμενοι καὶ τὸν μὲν Δούκαν ἀγχοῦ τῶν τειχῶν ἐκ διαστήματός τινος τὸν χάρακα πηξάμενον, τὸν δέ γε Κάσπακα τῷ λιμένι προσοκείλαντα, ἐπεὶ καὶ ἡ τῆς Νικαίας ἅλωσις ἤδη ἐγνώσθη αὐτοῖς, οὐδ’ ὅλως ἀντικαταστῆναι τούτοις ἠθέλησαν, ἀλλ᾿ εἰς λῴους καὶ σπονδὰς εἰρηνικὰς ἐλθεῖν ᾑρετίσαντο ὑποσχόμενοι, εἴπερ ὀμωμοκέναι αἰτοῖς ὁ Δούκας Ἱωάννης θηλήσει, ὥστε παραχωρῆσαι ἀπαθεῖς κακῶν πρὸς τὰ οἴκοι τούτους ἐπαναζεῦξαι, ἀναιμωτὶ καὶ μάχης ἄτερ τὴν Σμύρνην αὐτῷ παραδοῦναι. συντίθεται τοίνυν ὁ Δούκας τηνικαῦτα τῇ τοῦ Τζαχᾶ γνώμῃ τὰ κατὰ σκοπὸν· ἅπαντα πληρῶσαι ὑποσχόμενος. μετ’ εἰρήνης οὖν ἐκεῖθεν αὐτοὺς ἀπελάσας τῷ Κάσπακι τὴν πᾶσαν ἐξουσίαν τῆς Σμύρνης ἀνέθετο. γένεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. τοῦ Κάσπακος ἀπὸ τοῦ Δούκα Ἰωάννου ὑποστρέφοντος, προσῆλθεν αὐτῷ Σμυρναῖός τις διεγκαλῶν ἀφαιρεθῆναι ταρά του Σαρατὴν κηνοῦ χρυσίνους πεντακοσίους στατῆρας. ὁ δέ ἀχθῆναι τούτους κριθησομένους ἐπέταξεν· ὡς δ’ ὁ Σύρος εἵλκετο, νομίσας, ὡς ἐπὶ τῷ ἀναιρεθῆναι ἄγεται, καὶ ἀπογνοὺς τῆς ἑαυτοῦ σωτηρίας σπασάμενος μάχαιραν κατὰ τῶν σπλάγχνων τοῦ Κάσπακος ὠρεῖ· ἐπιστραφεὶς δὲ πλήττει καὶ τὸν τούτου ὁμαίμονα περὶ τὸν μηρόν. συγχύσεως δ’ ἐπὶ τούτῳ γενο- μένης πολλῆς, ὁ μέν Σαρακηνὸς ἀποδιδράσκει, οἱ δὲ τοῦ στόλου ἅπαντες σὺν αὐτοῖς ἐρέταις εἰς τὴν πόλιν ἀτάκτως εἰσῄεσαν καὶ πάντας ἀνηλεῶς ἀπέκτενον. καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινὸν ὡσεὶ δέκα χιλιάδας ἀποκτανθέντας ἐν ὀξείᾳ καιροῦ ῥοπῇ. ὁ δὲ Δούκας Ἰωάννης περιαλγήσας ἐπὶ τῇ τοῦ Κάσπακος ἀναιρέσει ἐφ’ ἱκανὸν ὅλος αὖθις τῆς τοῦ κέστρου φροντίδος ἐγεγόνει. ἐξελθὼν τοίνυν καὶ περιαθρήσας τὰ τείχη τάς τε τῶν ἐποίκων γνώμας παρὰ τῶν εἰδότων ἀκριβωσάμενος, ἐπεὶ χρεία γενναίου ἦν ἀνδρός, τὸν Ὑαλέαν, φέριστον τῶν ἄλλων εἰδώς, δοῦκα τῆς Σμύρνης κατέστησεν· ἀνὴρ δέ οὗτος ἀρειμάνιος. καταλιπὼν δέ καὶ τὸ ναυτικὸν ἅπαν εἰς φυλακὴν τῆς Σμύρνης αὐτὸς τὰς δυνάμεις ἀναλαβό- μενος πρὸς τὴν Ἐφεσίων ἤλαυνε παρὰ τοῦ Ταγγριπερμῆ καὶ τοῦ Μαράκη τῶν σατραπῶν κατεχομένην. τοῦτον θεασάμενοι οἱ βάρβαροι κατ’ αὐτῶν ἱέμενον, ὁπλισάμενοι καὶ σχῆμα πολέμου περὶ τὴν ἔξω τοῦ κέστρου πεδιάδα διατυπώσαντες τὰς φάλαγγας ἔστησαν. ὁ δέ δοὺξ μηδὲ μικρόν τι μελλήσας σὺν εὐταξίᾳ στρατιωτιῇ κατ᾿ αὐτῶν ἐξώρμησε. τῆς γοῦν συμβολῆς τοῦ πολέμου γεγονυίας τὸ πλεῖον τῆς ἡμέρας παρῳχήκει· μαχομένων δ᾿ ἀμφοτέρων τῶν μερῶν καὶ τὴς μάχης οὔσης ἀμφιρρεποῦς οἱ Τοῦρκοι τὰ νῶτα ὑποσχόντες τρέπονται κατὰ κράτος. κτείνονται δὲ τηνικαῦτα πολλοί, ἁλίσκονται δὲ οὐ τῶν τυχαίων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν σατραπῶν οἱ πλείους, ὡς συμποσοῦσθαι τοὺς ἑαλωκότας εἰς χιλιάδας δύο. περὶ ὧν μεμαθηκὼς ὁ βασι- λεὺς διασπαρῆναι τούτους εἰς τὰς νήσοις προσέταξεν. οτ δέ καταλειφθέντες τῶν Τούρκων διὰ τοὺ ποταμοῦ Μαιάνδρου πρὸς τὸ Πολύβοτον ἀπερχόμενοι καταφρονητικῶς διετέθησαν τὸν Δούκαν τέλεον ἀπελπίσαντες. τὸ δὲ οὐχ οὕτως εἶχεν, ἀλλὰ τὸν Πετζέαν δοῦκα ταυτησὶ τῆς πόλεως καταλιπὼν αἰτὸς τὸ ὁπλιτικὸν ἅπαν ἀναλαβόμενος παραυτίκα ὄπισθεν οὐ φύρδην, ἀλλ᾿ εὐτάκτως καὶ ὡς ἐχρῆν ἐμπειρότατον στρατηγὸν τατὰ τῶν ἐναντίων ἰέναι ἤλαινε κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος. οἱ μέντοι Τοῦρκοι, καθά γε εἴρηται, διά τε Mαώνδρου καὶ τῶν παρακειμένων αὐτῷ πόλεων ὁδεύσαντες καταλαμβάνουσι τὸ Πολύβοτον. ὁ δὲ δοὺξ οὐ κατὰ πόδας τούτους ἐδίωκεν, ἀλλὰ τὴν συντομωτέραν ὁδεύσας τάς τε Σάρδεις καὶ τὴν Φιλαδέλφειαν ἐξ ἐπιδρομῆς κατέσχε τὴν τούτων φρουρὰν Μιχαὴλ τῷ Κεκαυμένῳ πιστεύσας. κα- ταλαβὼν δὲ τὴν Λαοδίκειαν καὶ πάντων παραυτίκα προσεληλυθότων αὐτῷ αὐτοῖς μὲν ὡς αὐτομόλοις χρησάμενος καὶ τεθαρρηκὼς ἀνέτως τὰ σφέτερα κατοικεῖν εἴασε μηδέ ἡγεμόνα ἐπιστήσας. ἐκεῖθεν δέ διὰ τοῦ Χώματος διελθὼν τὴν Λάμπην κατέλαβε κἀν ταύτῃ καὶ τὸν Καμύτζην Εὐστάθιον στρατηγὸν ἐπέστησεν. ἐφθακὼς δέ εἰς τὸ Πολύβοτον καταλαμβάνει Τούρκων πλῆθος πολὺ καὶ ἐπεισπεσὼν αὐτοῖς ἄρτι τὰς σκευὰς κατατιθεμένοις ξυμβαλὼν παραυτίκα νικᾷ κατὰ κράτος καὶ κτείνει μὲν πολλούς, ἀναλαμβάνει δέ λείαν πολλὴν καὶ τοῦ πλήθους ἀνάλογον.