Ancient Greek · ~16 min
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 6.1-10
Not analysed yet
Τοῦ δὲ βασιλέως ἅπερ ὁ Πέτρος προεπεπόνθει παρὰ τῶν Τούρκων γινώσκοντος καὶ συμβουλεύοντος αὐτῷ καὶ τὴν τῶν λοιπῶν κομήτων καρτερῆσαι ἔλευσιν, οὐκ ἐπείθετο θαρρῶν εἰς τὸ πλῆθος τῶν συνεπομένων αὐτῷ καὶ διαπεράσας ἐπήξατο τὸν χάρακα εἴς τι πολίχνιον ὀνομαζόμενον. ἐπεὶ δὲ καὶ Νορμάνοι τούτῳ συνείποντο εἰς δέκα χιλιάδας ποσούμενοι, ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος τὰ κατὰ τὴν Νικαίαν ἐληΐζοντο πᾶσιν ὠμοτάτως χρησάμενοι. τῶν τε γὰρ βρεφῶν τὰ μὲν ἐμέλιζον, τὰ δέ ξύλοις περιπείροντες ὤπτιζον ἐν πυρί, πρὸς δὲ τοὺς τῷ χρόνῳ προήκοντας πᾶν εἶδος ποινῆς ἐπεδείκνυντο. οἱ δέ ἐντὸς τῶν γινομένων ὲν αἰσυήσει γεγονότες, ἀναπετάσαντες τὰς πύλας κατ’ αὐτῶν ἐξήεσαν. καρτεροῖ· δέ τηνικαῦτα συρραγέντος πολέμου παλίνορσοι εἴσω τοῦ κάστρου γεγόνασιν ἐκθύμως τῶν Νορμάνων ἀγωνισαμένων. καὶ ὥς τὴν λείαν ἅπασαν ἀναλαβόμενοι κατέλαβον αὖθις τὴν Ἑλενούπολιν. λόγου δέ ἀναμεταξὺ αἰτῶν τε καὶ τῶν μὴ σὺν αὐτοῖς ἀπελμὲν θόντων κινηθέντος, ὁποῖα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαι, τοῦ φθόνου τὸν θυμὸν ἀναφλέγοντος τῶν ἀπολειφθέντων κἀντεῦθεν ἁψιμαχίας ἀμφοῖν γενομένης οἱ τολμητίαι Νορμάνοι ἀποκριθέντες αἶθις τὴν Ξερίγορδον καταλαβόντες ἐξ ἐφόδου κατέσχον. μαθὼν δὲ τὸ γεγονὸς ὁ σουλτὰν κατ᾿ αὐτῶν μετὰ ἀποχροωι δινάμεως ἐκπέμπει τὸν Ἐλχάνην. ὁ δέ καταλαβὼν αἱρεῖ μέν τὴν Ξερίγορδον, τῶν δὲ Νορμάνων τοὺς μέν ξιφῶν παρανάλωμα ἐποιήσατο, τοὺς δέ καὶ ζωγρίαν ἦγε μελετήσας ἅμα καὶ κατὰ τῶν συναπολειφθέντων τῷ Κουκουπέρῳ. καὶ λόχους μὲν ἐν ἐπικαίροις καταστήσας τόποις, ὡς ἂν ἐν τῷ κατὰ τῆς Νικαίας ἀπιέναι τούτοις ἀπροόπτως ἐμπίπτοντες ἀναιρῶνται, γινώσκων δέ καὶ τὸ τῶν Κελτῶν ἐρασιχρήματον δύο τινὰς δραστηρίους τὴν γνώμην μεταπεμψάμενος ἐνετείλατο ἀπελθεῖν πρὸς τὸ στράτευμα τοῦ Κουκουπέτ διαηκρυκεῦοντας, ὡς οἱ Νορμάνοι κατασχόντες τὴν Νίκαιαν δασμὸν τῶν ἐν αὐτῇ ποιοῦνται. αὕτη ἡ φήμη τοὺς τῷ Πέτρῳ συνόντας καταλα- βοῦσα δεινῶς συνετάραξε. δασμὸν γὰρ καὶ χρήματα ἀκηκοότες παραχρῆμα τῆς παρὰ τὴν Νίκαίαν φερούσης ὁδοῦ ἀσυντάκτως ἥψαντο ἐπιλαθόμενοι μονονοὺ καὶ στρατιωτικῆς 20 ἐμπειρίας καὶ τῆς τοῖς πρὸς μάχην ἀπιοῦσιν *εὐταξίας. ἔστι μὲν γσ`ρ καὶ ἄλλως τὸ τῶν Λατίνων γένος φιλοχρημα- τώτατον, ὥσπερ ἄνωθεν εἴρηται, ἐπὰν δέ καὶ πρὸς καταδρομὴν χώρας ἀπονεύσειε, καὶ λόγῳ μὴ χρώμενον ἀχαλινα- γώγητον. μὴ κατὰ στοίχους δέ μήτε ἰλαδὸν πορευόμενοι τοῖς περὶ τὸν Δράκοντα λοχῶσι Τούρκοις περιπίπτοντες οἰκτρῶς ἀῃροῦντο. καὶ τοσοῦτον πλῆθος Κελτῶν τε καὶ Νορμάνων ἔργον μαχαίρας Ἰσμαηλιτικῆς ἐγεγόνει, ὥστε τὰ ἑκασταχοῦ κείμενα λίψανα τῶν ἀποσφαγέντων ἀνδρῶν σιγκομίσαντες μεγίστον οὐ λόφον φημὶ οὐδέ βουνὸν οὐδὲ σκοπιὰν ἐποιήσαντο, ἀλλ᾿ οἶον ὄρος ὑψηλὸν καὶ βάθος καὶ πλάτος ἀξιολογώτατον ἀπολαμβάνον· τοσοῦτος ἔκειτο ὁ τῶν ὀστῶν κολωνός. καί τινες ὕστερον τῶν ἐκ τοῖ αὐτοῦ γένους τῶν ἀποσφαγέντων βαρβάρων ἐν σχήματι πόλως οἰκοδο- μήσαντες τεῖχος μεσέμβολά τινα καθάπερ κάχληκας τὰ ὀστᾶ τῶν ἀπολωλότων ἐνέθεντο τρόπον τινὰ τάφον αὐτοῖς τὴν πόλιν ποιούμενοι. ἥτις καὶ εἰς τὴν τήμερον ἵσταται τετειχισμένη ὁμοῦ τε λίθοις καὶ ὀστοῖς ἀναμὶξ ἔχοισα τὸν αερίβολον. βολον. πάντων οὖν ξιφῶν παρανάλωμα γεγονότων μόνος ὁ Πέτρος μετ᾿ ὀλίγων τινῶν εἰς Ἑλενούπολιν αὖθις ὑποστρέψας εἰσῄει. οἱ δὲ Τοῦρκοι αὖθις τοῦτον ἐνήδρευον ἑλεῖν ἐθέλοντες. ὁ δὲ αὐτοκράτωρ ἅπαντα ακηκοὼς καὶ τὴν τοσαυτην την ἀνδροκτασίαν βεβαιωθεὶς ἐν δεινῷ ἐποιεῖτο, εἰ καὶ ὁ Πέτρος ἁλῴη. παραχρῆμα τοίνυν μεταπεμψάμενος τὸν Κα- τακαλὼν Κωνσταντῖνον τὸν Εὐφορβτνόν, οὗ ὁ λόγος ἐν πολλοῖς ἤδη ἐμνήσθη, ἀποχρώσας δυνάμεις ἐν ναυσὶ πολεμικαῖς ἐμβαλὼν διαπόντιον εἰς ἀρωγὴν αὐτοῦ πέπομφε. θεασάμενοι δέ τοῦτον οἱ Τοῦρκοι καταλαβόντα φυγαδείᾳ ἐχρήσαντο. ὁ δέ μηδὲ μικρὸν ἀναμείνας ἀναλαβόμενος τὸν Πέτρον μετὰ τῶν σὺν αὐτῷ, ῥητοὶ γὰρ ἦσαν, διασώζει πρὸς τὸν βασιλέα. τοῦ δέ βασιλέως ἀναμιμνήσκοντος αὐτὸν τῆς ἀρχῆθεν ἀβουλίας αὐτοῦ καὶ ὅπως ταῖς αὐτοῦ ὑποθημοσύναις μὴ πειθόμενος τοσούτοις ἐνεπεπτώκει δεινοῖς, ὁποῖα Λατῖνος ὑψαύχην οὐχὶ ἑαυτὸν αἴτιον τοῦ τοσούτου κακοῦ ἔλεγεν, ἀλλ’ ἐκείνους τοὺς μὴ αὐτῷ πειθομένους, ἀλλὰ τοῖς ἰδίοις θελήμασι χρωμένους, λῃστὰς ἀποκαλῶν τούτους καὶ ἅρπαγας καὶ μηδέ παρὰ τοῖ σωτῆρος εἰς προσκύνησιν τοῦ ἁγίου τάφου διὰ ταῦτα δεκτούς. οἱ μέν οὖν τῶν Λατίνων, ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες, ἔρωτα τῆς τῶν Ῥωμαίων ἀρχῆς ἐκ μακροῦ ἔχοντες καὶ ταύτην ἑαυτοῖς περιποιήσασθαι βουλόμενοι, πρόφασιν τὴν τοῦ Πέτρου δια- κηρύκευσιν εὑρηκότες, ὡς εἴρηται, τὴν τοιαύτην συγκίνησιν ἐποιήσαντο ἀπατήσαντες τοὺς ἀκεραιοτέρους καὶ σχηματιζόμενοι κατὰ τῶν Τούρκων ἀπέρχεσθαι εἰς ἐκδίκησιν τοῦ ἁγίου τάφου τὰς ἰδίας ἐπίπρασκον χώρας.