Ancient Greek · ~13 min
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 7.1-9
Not analysed yet
Οὖβος δέ τις ὁ τοῦ ῥῆγός Φραγγίας ἀδελφὸς φυσῶν τὰ Ναυάτου ἐπ’ εὐγενείᾳ καὶ πλούτῳ καὶ δυνάμει, τῆς ἐνεγκαμένης μέλλων ἐξελθεῖν τάχα ὡς πρὸς τὸν ἅγιον τάφον, ἀποστείλας ἀπονοίας ῥήματα ἐμήνυσε πρὸς τὸν αὐτοκράτορα λαμπρὰν προμηθευόμενος τὴν ὑπαντὴν αὐτῷ γενέσθαι αἰσ́θι λέγων “ὦ βασιλεῦ, ὡς ἐγὼ ὁ βασιλεὺς τῶν βασιλέων καὶ ὁ μείζων τῶν ὑπ᾿ οὐρανόν· καὶ καταλαμβάνοντά με ἤδη ἐνδέχεται ὑπαντῆσαί τε καὶ δέξασθαι μεγαλοπρεπῶς καὶ ἀξίως τῆς ἐμῆς εὐγενείας”. ταῦτα ὁ βασιλεῦς ἀκούσας, ἐπεὶ δοὺξ μὲν ἔτυχε Δυρραχίου Ἰωάννης ὁ υἱὸς Ἰσαακίου τοῦ σεβαστοκράτορος, περὶ οὗ ἄνωθεν εἴρηται, τοῦ δὲ στόλου Νικόλαος ὁ Μαυροκατακαλὼν περὶ τὸν λιμένα τοῦ Δυρραχίου ἐκ διαστημάτων ἐνορμίσας τὰς ναῦς κἀκεῖθεν αὖθις τὰς ἐκδρομὰς ποιούμενος καὶ τὰ πελάγη περισκοπῶν, ὡς μὴ λάθοιεν αὐτὸν λῃστρικαὶ νῆες παραπλεύσασαι, ὁ αὐτοκράτωρ εὐθὺς γράμματα πρὸς ἀμφοτέρους ἐκπέμπει ἐντει- λάμενος τὸν μέν δοῦκα Δυρραχίου διὰ τῆς ἠπείρου καὶ τῆς παραλίας ἐφεδρεύειν τὴν τούτου ἔλευσιν καὶ παραυτίκα τῷ αὐτοκράτορι ταχεῖαν τῆς τούτου ἐλεύσεως δοῦναι γνῶσιν, αὐτὸν δέ τὸν Οὖβον ὑποδέξασθαι μεγαλοπρεπῶς, τὸν δέ δοῦκα τοῦ στόλου παρακελεύσασθαι μηδαμῶς ἀναπεπτωκέναι μηδέ καταρρᾳθυμεῖν, ἀλλ᾿ ἐγρηγορέναι διὰ παντός. κατὰ τὴν παραλίαν δέ τῆς Λογγιβαρδίας ὁ Οὖβος διασωθεὶς πρέσβεις τηνικαῦτα ἐκπέμπει πρὸς τὸν δοῦκα Δυρραχίου εἴκοσι πρὸς τοῖς τέσσαρσι τὸν ἀριθμόν, θώραξι χρυσέοις σὺν αὐταῖς κνημῖσι περιπεφραγμένους, μετὰ τοῦ κόμητος Τζερπεντηρίου καὶ Ἠλία τοῦ ἐκ Θεσσαλονίκης ἀποδράσαντος ἀπὸ τοῦ αὐτοκράτορος. οἱ δέ πρὸς τὸν δοῦκα τοιαῦτα ἔλεγον ἄγνωστόν ἔστω σοι, δούξ, ὅτι ὁ κύριος ἡμῶν Οὐβος ὅσον ἤδη καταλαμβάνει ἀναλαβόμενος ἀπὸ Ῥώμης τὴν χρυσῆν τοῦ ἁγίου Πέτρου σημαίαν. ἀρχηγὸν δέ τοῦτον ἐπίστασο τοῦ Φραγγικοῦ στρατεύματος ἅπαντος. ἑτοιμάσθητι γοῦν πρὸς τὴν τούτου καὶ τῶν ὑπ’ αὐτὸν δυνάμεων δοχὴν ἀξίαν τῆς αὐτοῦ ἐξουσίας καὶ τὴν πρὸς αὐτὸν ὑπάντην ποιησόμενος’’. τούτων τοιαῦτα πρὸς τὸν δοῦκα λεγόντων ὁ Οὖβος διὰ τῆς ῾Ρώμης εἰς Λογγιβαρδίαν, ὡς εἴρηται, κατελθὼν καὶ διὰ τῆς Βάρεως ὡς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ποιούμενος κλύδωνι μεγίστῳ περιπεσὼν ἀπώλεσε τὰ πλείω τῶν αὐτοὶ πλοίων σὺν αὐτοῖς ἐρέταις καὶ ἐπι- βάταις, ἑνὸς μόνου σκάφους, ἐν ᾧ αὐτὸς ἔτυχε, κατὰ τὴν μεσαίχμιον παραλίαν τοῦ τε Δυρραχίου καὶ τόπου τινὸς καλουμένου Πάλους ἀποπτυσθέντος οἶον παρὰ τῶν κυμάτων καὶ αὐτοῦ ἡμιθραύστου. παραδόξως δέ τούτῳ σωθέντι περιτυχόντες δύο τινές τῶν περισκοπούντων τὴν τούτου ἔλευσιν μετεκαλοῦντο αὐτὸν λέγοντες ὡς “ὁ δοὺξ ἀπεκδέχεταί σου τὴν ἄφιξιν ἐπιποθῶν σε θεάσασθαι”. ὁ δ’ εὐθὺς ἵππον ἐζήτει. ἅτερος οἶν τούτων ἀποβὰς του ἵππου τοῦτον αἰτῶ μάλα προθύμως δίδωσιν. οὕτω γοῦν τοῦτον ὁ δοὺξ σωθέντα θεασάμενος καὶ προσηγορίας ἀξιώσας, ὅπη τε καὶ ὅθεν ἐπερωτήσας κὼ ὅπως αὐτῷ διαπλωϊζομένῳ τὰ δεινὰ ξυμβέβηκε μαθὼν καὶ ἐπανακτησάμενος χρησταῖς ὑποσχέσεσι τράπεζαν αὐτῷ δαψιλῆ τοῦ λοιποῦ παρατίθησιν. μετὰ δέ τὴν εὐωχίαν ἀνέτως μέν οἴκῃ ἐλευθέρως δέ παντελῶς εἶχε. ταχὺ δέ τῷ αὐτοκράτορι τὰ κατ’ αὐτὸν δηλώσας ἐκαρτέρει τὸ ποιητέον ἐκεῖθεν δέξασθαι. ἅπαντα δὲ μεμαθηκὼς ὁ αὐτοκράτωρ ὀξέως τὸν Βουτουμίτην πέμπει πρὸς τὴν ’Επίδαμνον, ἣν πολλάκις Δυρράχιον κατωνομάσαμεν, ἐφ’ ᾧ τὸν Οὖβον ἀναλαβέσθαι καὶ μὴ τὴν εὐθεῖαν βαδίσαι ἀλλὰ παρεχκλῖναι C καὶ διὰ τῆς Φιλιππουπόλεως αὐτὸν ἀγαγεῖν εἰς τὴν μεγαλόπολιν. ἐδεδίει γὰρ τὰ ὄπισθεν ἐρχόμενα Κελτικὰ πλήθη καὶ στρατεύματα. δεξάμενος δὲ τοῦτον ὁ βασιλεὺς ἐντίμως καὶ παντοίας φιλοφροσύνης ἀξιώσας χρήματά τε ἱκανὰ ἐπιδοὺς πείθει παραχρῆμα ἄνθρωπον αἰτοῦ γενέσθαι τὸν τοῖς Λατίνοις συνήθη ὅρκον ἐπομοσάμενον.