Ancient Greek · ~41 min
ΑΛΕΞΙΑΣ ΙΕ.
Anna Comnena, Ἀλεξιάδα 6.1-15
Not analysed yet
Τὴν δὲ μάχην ἀγχέμαχον ἤδη γεγονυῖαν ὁ Νικηφόρος θεασάμενος καὶ πτοηθεὶς τὴν ἧτταν μετὰ τῆς ἰδίας παρατάξεως ὅλας ἡνίας στρέψας ἀμύνειν ἠπείγετο. καὶ τηνικαῦτα οἱ βάρβαροι νῶτα δεδωκότες καὶ σὺν αὐτῷ δὴ τῷ Κλιτζιασθλὰν σουλτὰν ἀνὰ κράτος φεύγοντες πρὸς τὰς ἀκρολοφίας ἠπείγοντο. πολλοὶ μὲν οὖν τηνικαῦτα πεπτώκασι πολεμοῦντες, οἱ πλείους δὲ καὶ ἑάλωσαν· τῶν δέ σωθέντων ἁπάντων διασπαρέντων καὶ αὐτὸς δὴ ὁ σουλτάνος ἀπεγνωκὼς τὰς σωζούσας ἐλπίδας μετὰ τοῦ οἰνοχοοῦντος αὐτῷ μόνου φεύγων περί τι τέμενος κατὰ τὴν ἀκρολοφίαν ἱδρυμένον, οὗ κυκλόθεν οὐρανομήκεις κυπάριττοι στοιχηδὸν ἑστήκεσαν, ὑπὸ τῶν διωκόντων αὐτὸν τριῶν Σκυθῶν καὶ τοῦ υἱοῦ τοῦ οὐζᾶ στενοχωρηθεὶς ἀνελήλυθε καὶ μικρὸν ἐπὶ θάτερον παρεκκλίνας, ἐπεὶ μηδέ γνώριμος τοῖς διώκουσιν ἦν, αὐτὸς μὲν σέσωστο, ὁ δέ γε οἰνοχόος παρὰ τῶν Σκυθῶν κατασχεθεὶς τῷ αὐτοκράτορι ὡς μέγα τι δῶρον προσενήνεκται. ὁ μὲν οὖν βασιλεὺς ἐπὶ τῇ τοιαύτῃ νίκῃ καταγωνισάμενος τοῖς ἐχθροὺς ἔχαιρεν, ἠνιᾶτο δέ, ὅτι μὴ καὶ ὁ σουλτάνος εἰς χεῖρας ἐμπεσὼν κατεσχέθη, ἀλλὰ παρὰ μικρὸν, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, ἐρρύσθη. ἑσπέρας δέ ἤδη καταλαβούσης αὐτοῦ κατὰ τόπον αὐλίζεται, οἱ δέ περισωθέντες τῶν βαρβάρων αὖθις κατὰ τὰς ἀκρολοφίας ἀνελθόντες πυρσούς τε παμπόλλους ἀνῆψαν καὶ δι’ ὅλης νυκτὸς κατὰ τῶν Ῥωμαίων ὡς κύνες περιυλάκτουν. Σκύθης δέ τις ἀποδράσας ἀπὸ τοῦ Ῥωμαϊκοῦ στρατεύματος καὶ προσεληλυθὼς τῷ σουλτὰν ἔφη “τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ἡμέρας οὔσης μηδαμῶς ἐπιχείρει· οὐ γάρ σοι πρὸς καλὸν ἐσεῖται. ἀλλ’ ἐπεὶ μὴ ἀποχρώσης τῆς πεδιάδος συνεσφιγμένως τὰς σκηνὰς ἐπήξατο, δι’ ὃλης νυκτὸς πρὸς τοὺς πρόποδας τῶν βουνῶν κατιόντες ψιλοὶ τοξόται καὶ συχνὰ τὰ βέλη κατ’ αὐτῶν πεμπέτωσαν καὶ οὐ τὴν τυχοῖσαν ζημίαν τῷ Ῥωμαϊκῷ στρατεύματι ὑφέξουσι.” τηνικαῦτα δὲ καὶ μιξοβάρβαρός τις ἐκεῖθεν αὐθις λαθὼν τοὺς Τούρκους πρὸς τὸν βασιλέα φοιτᾷ ἀπαγγέλλων, ὁπόσα ὁ Σκύθης τῷ σουλτάνῳ προσελθὼν ὑπέθετο, καὶ τὰ βεβουλευμένα ἅπαντα κατὰ τοῖ Ῥωμαϊκοῦ στρατεύματος σαφῶς διηγήσατο. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ διχῆ διελὼν τὸ στράτευμα τοὺς μὲν εἴσω τῆς παρεμβολῆς ὄντας ἐγρηγορέναι καὶ νήφειν προσέταξε, τοὺς δέ γε λοιποὺς ὁπλίσασθαί τε καὶ ἔξωθεν τῆς παρεμβολῆς ἐξελθόντας προϋπαντῆσαι τοῖς κατ᾿ αὐτῶν ἐρχομένοις Τούρκοις καὶ τὴν μετ’ αἰτῶν ἀναδέξασθαι μάχην. οἱ δέ βάρβαροι δι’ ὅλης νυκτὸς γύρωθεν περιζώσαντες τὸ στράτευμα πολλὰς ἐκδρομὰς περὶ τοὺς πρόποδας τῶν βουνῶν ποιούμενοι συχνοὺς ὀϊστοὺς κατὰ τοῦ στρατεύματος ἔβαλλον. οἱ δὲ Ῥωμαῖοι κατὰ τὰς ὑποθήκας τοῦ αὐτοκράτορος ποιοῦντες ἐφύλαττον ἐαυτοὺς μὴ διασπῶντες τὴν παράταξιν. ὑπαυγαζούσης δέ τῆς ἡμέρας ἅπαντες ἐπὶ τοῦ αὐτοῦ σχήματος ᾔεσαν καὶ τὴν λείαν καὶ τὰς σκευὰς ἁπάσας καὶ αὐτοὺς δὴ τοὺς δοριαλώτοις μετά τε γυναικῶν καὶ παιδίων ἐς τὸ μέσον τῆς παρατάξεως αὐθις ἐλάσαντες τὴν πρὸς Ἀμποῦν ὥδευον. πόλεμος δέ τηνικαῦτα καταλαμβάνει τούτους βαρὺς καὶ δεινός. ὁ γὰρ σουλτάνος συνάξας αὖθις τὰς δυνάμεις καὶ περιζώσας τὸ στράτευμα γυρόθεν καρτερῶς ἐμάχετο, μηδαμῶς δέ τὸν συνασπισμὸν τῶν Ῥωμαίων διακόψαι ἰσχύσας, ἀλλ’ ὥσπερ ἀδαμαντίνοις τείχεσι προσβαλὼν ἄπρακτος ἀπεπέμφθη. ἠνιᾶτο γοῦν δι’ ὅλης ἐκείνης τῆς νυκτὸς καὶ καθάπαξ ἀπογνοὺς μετὰ τοῦ Μονολύκου καὶ τῶν λοιπῶν σατραπῶν ἐβουλεύετο καὶ τὰ περὶ εἰρήνης ἐπιφωσκούσης ἡμέρας ἠτεῖτο τὸν αὐτοκράτορα τούτου πᾶσι τοῖς βαρβάροις συνδόξαντος. οὐκ ἀποπέμπεται δέ, ἀλλὰ δέχεται τούτου τὴν ἱκεσίαν ὁ αὐτοκράτωρ καὶ παραχρῆμα τὸ ἀνακλητικὸν ἠχῆσαι ἐπέταξε καὶ οὕτως ἀτρεμεῖν ἅπαντας παρεκελεύσατο καὶ ἐπὶ τοῦ αὐτοῦ ἵστασθαι σχήματος μήτε τῶν ἵππων ἀποβάντας μήτε τὰς σκευάς τῶν ὑποζυγίων ἀποσάξαντας περιφραττομένους ἀσπίδι καὶ κυνέῃ καὶ δόρατι, καθά γε καὶ πρότερον δι’ ὅλης τῆς ὁδοιπορίας. ταῦτα δέ δι οὐδέν ἄλλο τῷ αὐτοκράτορι ᾠκονόμητο, ἀλλ’ ἵνα μὴ συγχύσεως γενομένης πολλάκις τό τε σχῆμα τῆς παρατάξεως διασπασθῇ κἀντεῦθεν εὐάλωτοι ἅπαντες γένωνται. ἐδεδίει γὰρ τοὺς Τούρκους πλῆθος πολὺ τούτους ὁρῶν καὶ ἀπανταχόθεν τῷ Ῥωμαϊκῷ προσβάλλοντας στρατεύματι. ἐν ἐπικαίρῳ δὲ τόπῳ στὰς ὁ αὐτοκράτωρ τούς τε συγγενεῖς αὐτοῦ ἃπαντας καὶ ἱκανοὺς τῶν στρατιωτῶν ἀπολεξάμενος ἐφ’ ἑκάτερα ἐπὶ κεφαλῆς μέν αὐτὸς εἱστήκει, δεξιόθεν καὶ ἐξ εὐωνύμων οἱ καθ’ αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντες καὶ τούτοις ἐχομένως μιγὰς τῶν στρατιωτῶν ἔκκριτος, κατάφρακτοι ἃπαντες· ὁ δὲ τῶν ὅπλων ἀποστίλβων πυρσὸς τὸν ἀέρα πλέον καὶ τῆς ἡλιακῆς ἀκτῖνος κατηύγαζε. προσεληλύθει δὲ τηνικαῦτα καὶ ὁ σουλτάνος μετὰ τῶν ὑπ’ αὐτὸν σατραπῶν, ὧν ὁ Μονόλυκος χρόνῳ καὶ πείρᾳ καὶ ἀνδρίᾳ πάντων τῶν κατὰ τὴν Ἀσίαν Τούρκων ὑπερφέρων προῆγε, καὶ καταλαμβάνει τὸν βασιλέα κατὰ τὴν πεδιάδα τὴν μεταξὺ Αὐγουστόπολιν καὶ Ἀκρόνιον. οἱ δέ γε σατράπαι πόρρωθεν θεασάμενοi τὸν αὐτοκράτορα τῶν ἵππων ἀποβάντες τὴν συνήθη τοῖς βασιλεῦσι προσκύνησιν ἀποδεδώκασι. τὸν δὲ σουλτάνον πολλάκις τοῦ ἵππου ἀποβῆναι ἐπιχειρήσαντα ὁ αὐτοκράτωρ οὐ ξυνεχώρει. ἀλλ’ ἐκεῖνος ταχὺ πεζεύσας τὸν πόδα τούτου ἠσπάσατο. καὶ ὃς χεῖρά τε δοὺς αὐτῷ καὶ ἵππον τῶν ἐκκρίτων ἐπιβῆναι ἐκέλευσεν. ἐπιβάντος δὲ τούτου καὶ παρὰ θατέραν πλευρὰν τοῦ αὐτοκράτορος προσεγγίσαντος παραχρῆμα τὸ ἀμφίον ὃ περιεβέβλητο λύσας τοῖς ὤμοις ἐκείνου ἐπέθετο. εἶτα μικρὸν ἐπισχὼν τὸ πᾶν τῶν αὐτῷ δεδογμέ- νων δημηγορήσας ἐξέφηνε λέγων ὡς “εἰ μὲν τῇ βασιλείᾳ Ῥωμαίων ὑπείκειν βούλεσθε καὶ τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ἀνακόψαι, χαρίτων μὲν καὶ τιμῆς ἀπολαύσετε καὶ ἀνέτως ἐν ταῖς ἀποτεταγμέναις ὑμῖν χώραις τοῦ λοιποῦ βιώσεσθε, οὖ τὸ πρότερον τὰς διατριβὰς εἴχετε πρὸ τοῦ Ῥωμανὸν τὸν Διογένην τὰς ἡνίας τῆς βασιλείας περιζώσασθαι καὶ τὴν ἧτταν ἐκείνην ἡττηθῆναι μετὰ τοῦ σουλτάνου συνάξαντα δυστυχῶς τὴν μάχην καὶ ἁλῶναι παρ’ αὐτοῦ. χρὴ οὖν τὴν εἰρήνην ἑλέσθαι τῆς μάχης καὶ τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὁρίων ἀπέχεσθαι τοῖς ἰδίοις ἀρκουμένους. καὶ εἴ μου πεισθῆτε τοῖς λόγοις συμβουλευομένου τὰ λῴονα, μεταμεληθήσεσθε οὐδαμῶς, ἀλλὰ καὶ πολλῶν δωρημάτων ἐπιτεύξεσθε. εἰ δέ μή, ἐμέ ἴστε ὀλοθρευτὴν τοῦ γένους ὑμῶν ἔσεσθαι.” ὁ δέ σουλτάνος καὶ οἱ τούτου σατράπαι πρὸς ταῦτα μάλα προθύμως συνέθεντο λέγοντες “οὐκ ἂν αὐτόμολοι ἐνταῦθα παρεγενόμεθα, εἰ μὴ τὴν μετὰ τῆς σῆς βασιλείας εἰρήνην ἀσπάσασθαι προειλόμεθα,,. τούτων οὑν ῥηθέντων ἀπέλυσε τούτους εἰς τὰς ἀποτεταγμένας αὐτοῖς σκηνὰς εἰς νέωτα τὰς συνθήκας κατεμπεδῶσαι ὑποσχόμενος. τῇ δέ μετ’ αὐτὴν αὖθις τὸν σουλτάνον Σαϊσὰν τὴν κλῆσιν θεασάμενος ὁ βασιλεὺς καὶ τὰς μετ’ αὐτοῦ συνθήκας ὡς ἔθος πληρώσας χρήματα μέν ὅτι πλεῖστα αὐτῷ ἐχαρίσατο καὶ τοῖς αὐτοῦ δὲ σατράπαις ἱκανῶς φιλοτιμησάμενος χαί- ροντας ἀπέλυσεν· ἐν τῷ μεταξὺ δέ μεμαθηκὼς ὁ αὐτοκράτωρ, ὅτι ὁ νόθος αὐτοῦ ἀδελφὸς Μασοὺτ τῆς ἀρχῆς αὐτοῦ βουλόμενος ἐπιδράξασθαι τὸν του Σαϊσὰν μεμελετήκει φόνον, †ὑπεισελθόντων αὐτῷ σατραπῶν τινων, ὁποῖα εἴωθεν ὡς ἐπίπαν γίνεσθαι, ξυνεβούλευε μεῖναι μικρόν, ἔστ’ ἂν τὰ κατ᾿ αὐτοῦ μελετώμενα σαφέστερον διαγνοίη, καὶ οὕτως ἀπελεύσεται γινώσκων τὰ συμπεσόντα καὶ φυλαττόμενος. ὁ δὲ πη οὐδὲν τὴν τοῖ αὐτοκράτορος βουλὴν λογισάμενος καὶ θαρρῶν ἑαυτῷ εἴχετο τοῦ σκοποῦ. ἵνα γοῦν μὴ δόξη ὁ αὐτοκράτωρ τὸν αὐτόμολον σουλτάνον βίᾳ κατασχεῖν καὶ μῶμος ἐντευθεν αὐτῷ προστριβῇ, ἐνεδίδου τῇ γνώμη τοι βαρβάρου φάμενος “καλὸν μὲν ἦν περιμεῖναι τέως μικρόν· ἐπεὶ δὲ καταθύμιόν σοι τοῦτό ἐστιν ἀναγκαῖον τὸν δεύτερον ρον ὅ φασι πλοῦν καὶ καταφράκτους στρατιώτας Ρωμίων ἐξ ἡμῶν ἀναλαβέσθαι τοὺς ἀβλαβῆ σε διασώσοντας μέχρις αἰτοῦ Ἰκονίου”. ἀλλ’ οὐδέ πρὸς τοῦτο καταπειθὴς ὁ βάρβαρος ἢν, ὁποῖα τὰ τῶν βαρβάρων ἤθη ἀγέρωχα μονονοὺ κὼ αὐτῶν νεφῶν ὑπερβάλλεσθαι οἰομένων. συνταξάμενος ταξάμενος τοίνυν τῷ αἰτοκράτορι καὶ χρήματα ἱκανὰ τῆς πρὸς τὰ οἴκοι φερούσης εἴχετο. ὄνειρος δέ τις ἐφίσταται αὐτῷ νυκτὸς οὐκ ἀπατηλὸς οὔτε ἐκ Δῖός πεμφθεὶς οὔτε μὴ εποτρύνων πρὸς μάχας τὸν βάρβαρον, καθάπερ ἡ γλυκεῖά φησι ποίησις, Νηλΐῳ υἷι ἐοικώς, ἀλλὰ τἀληθῆ τῷ βαρβάρῳ προμαντευόμενος. ἐδόκει γὰρ τάχα μῦας ὲν τῷ ἀριστᾶν ὁμαδὸν περιχυθέντας αἰτῶ καὶ ov κατήσθιεν ἄρτον ἐκ τῶν χειρῶν ἀφαρπάσαι σπεύδοντας· τοῦ δὲ καταφρονητικῶς διατιθεμένου καὶ ἀποδιοπομπεῖν ἐπιχειροῦντος αἴφνης εἰς λέοντας ἀλλαξαμένους τὴν φύσιν καὶ ὑπερισχυκότας αὐτοῦ. τοῦ. διυπνισθεὶς δὲ τῷ συνοδοιποροῦντι τούτῳ στρατιώτῃ τοῦ αὐτοκράτορος διηγεῖτο τὸν ὄνειρον πυνθανόμενος τί ἂν βούλοιτο. τοῦ δέ εἰς ἐχθροὺς τοὺς μύας τε καὶ τοὺς λέοντας διαλύοντος τοῦ ὀνείρου, αὐτὸς δέ πιστεύειν οὐκ ἤθελεν, ἀλλὰ σπουδαίως καὶ ἀπερισκέπτως τῆς ὁδοιπορίας εἴχετο. σκοποὺς δὲ τάχα προαπεστάλκει, ἐφ’ ᾧ περιαθρῆσαι, μή τινες ἐχθροὶ εἰς προνομὴν ἐξεληλύθεισαν. αὐτῷ δὲ τῷ Μασοὺτ οἱ σκοποὶ ἐντετυχηκότες μετὰ πολλῆς στρατιᾶς ἤδη καταλαμβάνοντι καὶ ὁμιλήσαντες τούτῳ ξυνθέμενοί τε τῇ ἐκείνου κατὰ τοῦ Σαϊσὰν γνώμη ἐπέστρεψαν μηδένα ἑωρακέναι διαβεβαιούμενοι. πιστὸν δὲ τὸν λόγον δεξαμένῳ τῷ Σαϊσὰν καὶ ἀπεριμερίμνως ὁδεύοντι δυνάμεις αἰτῶ συναντῶσι βαρβαρικαὶ τοῦ Μασούτ. προπηδήσας δὲ τῆς φάλαγγος Γαζής τις υἱὸς τοῦ σατράπου Ἀσὰν Κατοὺχ τὴν κλῆσιν, ὃν προφθάσας ὁ Σαϊσὰν ἀνεῖλε σουλτάνον, παίει τοῦτον διὰ τοῦ δόρατος. ὁ δὲ γοργῶς ἐπιστραφεὶς ἐξαρπάζει τὸ δόρυ τῶν χειρῶν τοῦ Γαζῆ φάμενος ὡς “οὐκ ᾔδειν ἔγωγε, ὅτι καὶ γυναῖκες νῦν δόρατα φέρουσι καθ’ ἡμῶν”. καὶ τηνικαῦτα φεύγων τῆς πρὸς τὸν βασιλέα φερούσπευδούσας σὴς εἰχετο· ἀπείργετο δὲ παρὰ τοῦ συνεφεπομένου αὐτῷ Πουχέα, ὃς τῷ μέρει τοῦ Mασοὺτ πάλαι προσκείμενολ τῷ φαινομένῳ φιλίως τῷ Σαϊσὰν προσεφέρετο τὰ λῴονα τάχα ὕποτιθέιιενος· τῇ δ᾿ ἀληθείᾳ πάγας αὐτῷ *καὶ βόθυνον ὀρύττων ξυνεβούλευε μὴ πρὸς τὸν βασιλέα παλινοστῆσαι, ἀλλ᾿ εἰς τὸ Τυώγιον εἰσελθεῖν μικρὸν τῆς ὁδοῦ παρεκκλίναντα. πολίχνιον δὲ τοῦτο ἔγγιστα τοῦ Φιλομηλίου διακείμενον. πείθεται τοῖς τοῦ Ποιχέα λόγοις ὁ Σαϊσὰν νήπιος καὶ καταλαβὼν τὸ Τυράγιον προσηνῶς παρὰ τῶν ἐποίκων ῾Ρωμαίων ἐδέχθη γινωσκόντων τὴν πρὸς αὐτὸν τοῦ βασιλέως εὐμένειαν. καταλαβόντες δὲ οἱ βάρβαροι καὶ αὐτὸς ὁ Μα- σοὺτ περιζώσαντες γύρωθεν τὰ τεχη πρὸς πολιορκίαν ἀπένευον. ὁ δέ προκύψς ἄνωθεν μεγάλως ἠπειλῖτο τοῖς ὁμοφύλοις αὐτοῦ βαρβάροις ὅσον ἤδη λέγων δυνάμεις ῾Ρωμαϊκὰς καταλαμβάνειν αὐτοὺς τοῦ αὐτοκράτορος καὶ εἰ μὴ παύσονται τῆς μάχης, πείσεσθαι τόσα καὶ τόσα. ἀνθίσταντο δὲ καὶ οἱ ἐντὸς ῾Ρωμαῖοι τοῖς Τούρκοις γενναίως. ὁ δὲ Πουχέας τὴν σκηνὴν διαρρήπυσι καὶ τὸν κρυπτόμενον τῇ δορᾷ λύκον εἰς τοὐμφανὲς ἐξαγαγὼν κάτεισι τῶν τειχῶν τῷ μὲν Σαϊσὰν ὑποσχόμενος θαρσῦναι μᾶλλον τοῖς ἐποίκους, ἐφ᾿ ᾧ γενναιότερον ἀνθίστασθαι, ἀπειλούμενος δὲ μᾶλλον αἰτοῖς καὶ ξυμβουλύων ἐνδοῦναι καὶ τὰς πύλας ἀναπετάσαι τοῖς Τούρκοις, εἰ μὴ βούλοιντο βαρβαρικῆς χειρὸς παρανάλωμα γενέσθαι πολλῶν δυνάμεων ἤδη καταλαμβανουσῶν καὶ ἐξ αὐτοῦ Χοροσάν, οἱ δέ τὸ μέν τι διὰ τὸ τῶν βαρβάρων πλῆθος ἐκδειματούμενοι, τὸ δέ τι καὶ ταῖς τοῦ Πουχέα ξυμβουλαῖς πεισθέντες παραχωροῦσι τῆς εἰσόδου τοῖς Τούρκοις. καὶ συλλαβόντες τὸν Σαϊσὰν σουλτάνον ἀποστεροῦσι τῶν ὀμμάτων· ὀργάνου δὲ πρὸς τοῦτο χρησιμεύοντος ἀπορούντων τὸ δοθὲν τῷ Σαϊσὰν παρὰ τοῦ αὐτοκράτορος μανουάλιον ἐχρημάτισε. καὶ ἦν ἰδεῖν τηνικαῦτα τὸ δοχεῖον φωτὸς σκότους καὶ ἀμαυρώσεως γεγονὸς αἴτιον. αὐγὴν δὲ τινα μικρὰν ἔτι ὑποβλέπων, ἐπὰν τὸ Ἰκόνιον χειραγωγούμενος κατέλαβε, τεθάρρηκε τοῦτο τῇ τιθῇ κἀκείνη δέ τῇ αὐτοῦ ὁμευνέτιδι. καὶ οὕτω μέχρις αὐτῶν ἀκοῶν τοῦ Μασοὺτ ὁ λόγος ἐφθακὼς ἐξετάραξε τὴν ψυχὴν τοῦ βαρβάρου. ὁ δέ θυμοῦ πλησθεὶς τῷ Ἐλεγμῷ σατράπης δέ οὗτος τῶν ἐπιφανῶν) ἐπέσκηψε διὰ νευρᾶς τοῦτον ἀπάγξαι. τοιοῦτον τέλος τὰ τοῦ Σαϊσὰν σουλτάνου ἔσχεν ἐξ ἀβουλίας μὴ πεισθέντος ταῖς τοῦ αὐτοκράτορος παραινέσεσιν. ὁ δέ αὐτοκράτωρ τῆς πρὸς τὴν βασιλεύουσαν φερούσης εἴχετο τὴν παράταξιν διόλου ἐπὶ τῆς αὐτῆς συντηρήσας εὐταξίας.