Ancient Greek · ~35 min
ΑΛΕΞΙΑΣ ΙΕ.
Anna Comnena, Ἀλεξιάδα 7.1-14
Not analysed yet
Ἀλλὰ παράταξιν καὶ φάλαγγάς τις ἀκούων, ἀλλὰ δορυαλώτους καὶ λάφυρα, ἀλλὰ στρατηγὸν καὶ ξυνταγματάρ- χας νομίζοι ἂν ἐκείνων ἀκούειν, ὁποίων ἅπας ἱστορικὸς καὶ ποιητὴς ξυγγράφων μέμντJαι. ἀλλ᾿ αὕτη ἡ παράταξις καινή τις καὶ παράδοξος ἅπασι κατεφαίνετο καὶ ὁποίαν οὐδείς πω οὔτε τεθέαται οὐθ᾿ ἱστορήσας τοῖς ἐς ὕστερον παρεπέμψατο. ἐπὰν γὰρ τῆς πρὸς τὸ Ἰκόνιον εἴχετο, συντεταγμένως τε ἐπορεύετο καὶ εὔρυθμον αὐλῷ τὴν κίνησιν τοῦ συντάγματος ἐπεποίιδο. εἶπες ἂν τὴν φάλαγγα πᾶσαν ἰδὼν καὶ κινουμένην ἀκίνητον μένειν καὶ ἱσταμένην πορεύεσθαι. τῷ μὲν γὰρ συνασπισμῷ καὶ τῇ ἀλληλοιχίᾳ τῆς παρατάξεως τοῖς ἀσαλεύτοις ὄρεσιν ἐῴκει, ταῖς δὲ μεταβάσεσι κεκινεῖσθαι ὥσπερ ζῶον μέγιστον ἓν ἡ σύμπασα φάλαγξ ὑπὸ μιᾶς κινουμένη καὶ μεταβαίνουσα ψυχῆς. ἐπὰν δὲ τὸ Φιλομήλον κατέλαβεν ἁπανταχόθεν τοὺς ὑπὸ χεῖρα τῶν βαρβάρων ἀναρρυσάμενος, καθά που καὶ ἄνωθεν εἴδρηται, μέσον τῆς παρατάξεως εἰσελάσας τοῦς τε δοριαλώτους καὶ αὐτὰς δὴ γυναῖκας καὶ τέκνα καὶ τὴν λείαν ἅπασαν ὑπαναστρέφων ἠρέμα τε ἐπορεύετο καὶ οἶον σχολαίαν τε καὶ μυρμηκίζουσαν τὴν κίνησιν ἐπεποίητο. ἐπεὶ δὲ καὶ πολλαὶ τῶν γυναικῶν ἐγκύμονες ἦσαν, πολλοὶ δὲ καὶ νόσοις συνεσχέθησαν, ὁπηνίκα τις πρὸς τὸ τεκεῖν ἠπείγετο γύνή, σάλπιγξ τηνικαῦτα ἠχοῦσα νεύματι τοῦ αὐτοκράτορος ἀτρεμεῖς πάντας ἐποίει, καὶ ἅπαν τὸ σύνταγμα ἐκεῖ παραχρῆμα εἱστήκει. ὅταν δὲ τεκοῦσαν μεμαθήκοι, ἄλλος ἦχος οὐ συνήθης καὶ τῆς κινήσεως προκλητικὸς ἠχήσας τὴν ὁδοιπορίαν ἅπασιν ἐπώτρυνεν. εἰ δέ τις καὶ ἐθανάτα, τὰ αὐτὰ αὖθις ἐγίνετο καὶ ὁ αὐτοκράτωρ πρὸς τὸν θνήσκοντα παρεγίνετο καὶ ἱερεῖς προσεκαλοῦντο τοὺς ἐπιτελευτίους ᾄσοντες ὕμνοις καὶ τῶν ἁγιασμάτων μεταδώσοντες τῷ θνήσκοντι. καὶ οὕτω τῶν ἐπὶ τοῖς τελευτῶσι πάντων νομίμως τελεσθέντων, οὐδὲ] μέχρις ἂν ὁ θνήσκων ἐνσοριασθεὶς ἐτάφη, οὐδέ βραχὺ τὴν παράταξιν συνεχώρει κινεῖσθαι. ὁπηνίκα δέ ἀριστῆσαι τούτῳ ἐδέησε, γυναῖκάς τε καὶ ἄνδρας, ὁπόσοι νόσοις ἡ γήρᾳ κεκμηκότες ἦσσαν, μετακαλούμενος τὰ πλείω τῶν ἐδεσμάτων αὐτοῖς παρετίθει καὶ τοὺς συνδειπνοῦντας αὐτὸ τοῦτο ποιεῖν παρεκελεύετο. καὶ ἦν ἡ τράπεζα πανδαισία τις θεϊκὴ οὐκ ὀργάνων παρόντων οὐδὲ αὐλῶν οὐδέ τυμπάνων οὐδὲ τὸ παράπαν μουσικῆς τινος ἐνοχλούσης. τοιούτοις οὑν ἑαυτὸν ἐφοδιάζων, ἐπὰν τὸ Δαμάλιον κατέλαβεν ἑσπέρα δὲ ἦν), οὐ λαμπρὰ μέν αὐτῷ τὰ εἰς τὴν πόλιν γεγονέναι εἰσιτήρια ἐβούλετο οὐδέ βασιλικὴν ἐπιδείξασθαι τὴν πομπὴν οὐδέ θεατρικὴν τὴν παρασκευὴν ἠθέλησεν ἐς νέωτα τὴν διαπεραίωσιν φυλάξας, καθά γε καὶ ἐχρῆν. ἀλλ’ εὐθὺς εἰς μονῆρες εἰσελθὼν περὶ λύχνων ἁφὰς τὰ ἀνάκτορα κατέλαβε. τῇ δὲ μετ’ αὐτὴν ὅλος ἐγεγόνει τῆς τῶν δορυαλώτων καὶ ξένων θεραπείας. τῶν μὲν οἶν παίδων ὁπόσα γονέων ἐστέρηντο τῇ πικρᾷ τῆς ὀρφανίας τρυχόμενα κακότητι τοῖς τε συγγενέσι καὶ ὁπόσους σεμνοῦ βίου ᾔδει ὄντας καὶ τοῖς καθηγουμένοις τῶν ἱερῶν φροντιστηρίων διανείμας ἐπέσκηψε μὴ ὡς δοῦλα, ἀλλ’ ὡς ἐλεύθερα ἀνάγειν παντοίας παιδείας ἀξιοῦντας καὶ τὰ τεὼ ἐκπαιδεύοντας γράμματα. τινὰ δὲ καὶ εἰς ὅπερ αὐτὸς ἀνήγειρεν ὀρφανοτροφεῖον, παιδευτήριον τοῦτο πλέον πεποιηκὼς τοῖς ἐθέλουσι, παρεδίδου τοῖς προϊσταμένοις τὴν ἐγκύκλιον ἐκπαιδεύεσθαι παιδείαν. ἐν γὰρ τοῖς πρὸς τὴν ἀκρόπολιν μέρεσιν, ἔνθα ναὶ τὸ στόμα τοῦ πόντου ἀνοίγεται, ναὸν ἐφευρηκὼς μεγέθει μέγιστον ἐπ’ ὀνόματι τοῦ μεγάλου τῶν ἀποστόλων Παύλου ἐνταῦθα πόλιν ἑτέραν ἐν τῇ βασιλίδι πόλει ἐδείματο. αὐτὸς μὲν γὰρ ὁ ναὸς ἐπ’ ἀκροτάτῳ τῆςδε τῆς πόλεως ἓστηκεν οἶον ἀκρόπολις. ἡ δὲ νέα πόλις ἑκατέρωθεν γέγραπται εἰς σταδίους, ὁπόσους ἂν εἴπῃ τις, κατά τε πλάτος καὶ μῆκος· κύκλῳ δέ ταύτης ἱστᾶσιν οἰκήματα πυκνά, κατοικίαι πενήτων καί, τὸ δὴ φιλανθρωπότερον, ἀνθρώπων λελωβημένων ἐνδιαιτήματα. ἔστι γὰρ ἰδεῖν τούτους κατ’ ἄνδρα ἓκαστον ἐπερχόμενον, ὅποι μὲν τυφλούς, ὢ ὅπου δὲ καὶ χωλούς, ὅποι δέ τι καὶ ἄλλο κακὸν ἔχοντας. τῴ στοὰν Σολομῶντος ἂν εἶπες ἰδὼν μεστὴν ἀνθρώπων πεπηρωμένων τὰ μέλη καὶ ὅλα τὰ σώματα. ὁ δὲ κύκλος διπλοῦς τε καὶ δίδυμος. οἱ μὲν γὰρ ἄνω καὶ μετέωροι κατοικοῦσι τῶν πεπηρωμένων τούτων ἀνδρῶν τε καὶ γυναικῶν, οἱ δέ κάτω καὶ πρόσγειοι παρασύρονται. τὸ δὲ τοῦ κύκλου μέγεθος, εἴ τις ἐθέλει τούτους ἰδεῖν, ἀρξάμενος πρωΐθεν εἰς ἑσπέραν ἂν τὸν κύκλον συνετέλεσε. τοιαύτη μέν ἡ πόλις, τοιοῦτοι τοι δὲ καὶ οἱ τῆς πόλεως ταύτης οἰκήτορες. οὔτε γήπεδα ἔχοντες οὔτε ἀμπελῶνας οὔτε τι ἄλλο τοιοῦτον, περὶ ὃ τὸν ἀνθρώπινον βίον ἠσχολῆσθαι καταλαμβάνομεν, ἀλλὰ κατὰ τὸν Ἰὼρ ἓκαστος ἢ ἑκάστη τὴν μέν δημιουργηθεῖσαν αἰτοῖς οἰκίαν οἰκεῖ, αὐτόματα δέ τὰ πρὸς τροφήν τε καὶ σκέπην παρὰ τῆς βασιλικῆς χειρὸς αὐτοῖς ἐπορίζετο. καὶ γὰρ τὸ παραδοξότατον, οἱ ἀκτήμονες ὥσπερ τινὲς δεσπόται κτήματα ἔχοντες καὶ προσόδους παντοδαπὰς φροντιστὰς ἔχουσι καὶ τοῦ βίου αὐτῶν ἐπιμελητὰς αὐτόν τε τὸν αὐτοκράτορα καὶ τοὺς ἀμφὶ τὸν αὐτοκράτορα σπουδεργούς. ὅπου γὰρ δήποτε γῆς κτῆμα ἢν ἐν καλῷ κείμενον, ταὐτὸν δέ εἴπερ ἢν εὐπρόσοδον, τοῖς ἀδελφοῖς τούτοις φέρων ἐνείματο, ἀφ’ ὦν οἶνός τε αὐτοῖς κατὰ ποταμοὺς ἐπιρρεῖ καὶ ἄρτος καὶ ὅσα ἐπὶ τοῖς ἄρτοις σιτοῦνται ἄνθρωποι· οἱ δέ ἐσθίοντες ὑπὲρ ἀριθμόν. καὶ τάχα, τολμῶ καὶ λέγω, εἴποι τις ἄν, πρὸς τὸ τοῦ ἐμοῦ σωτῆρος θαῦμα, τὸ τῶν ἑπτακισχιλίων φημὶ καὶ πεντακισχιλίων, ἀναφέρεσθαι τὸ τοῦ αὐτοκράτορος ἔργον. ἀλλ’ ἐκεῖσε ἐκ πέντε ἄρτων ἐκορέσθησαν χιλιάδες, καθὸ καὶ ὁ Θεὸς ὁ θαυματουργῶν· ἐνταῦθα δὲ τὰ μὲν τῆς φιλανθρωπίας τῆς θείας ἐξέχεται ἐντολῆς· τὸ δ’ ἄλλο, ἐκεῖσε μὲν θαῦμα, ὧδε δέ χορηγία βασιλικὴ τὸ αὔταρκες τοῖς ἀδελφοῖς πορίζουσα. εἶδον ἐγὼ καὶ γραῦν γυναῖκα ὑπὸ νεανίδος ὑπηρετουμένην καὶ ἄνδρα τυφλὸν ὑπὸ βλέποντος ἀνθρώπου χειραγωγούμενον καὶ ἄποδα πόδας ἔχοντα οὐ τοὺς ἑαυτοῦ, ἀλλὰ τοὺς ἀλλοτρίοις καὶ ἄχειρα ὑπ᾿ ἀνδρῶν ἑτέρων χειραγωγούμενον καὶ βρέφη τιθηνούμενα παρ’ ἀλλοτρίων μητέρων καὶ παραλύτοι· ς ὑπ᾿ ἄλλων ἀνθρώπων δουλευομένους εὐρώστων. καὶ ὅλως διπλοῦν ἦν τὸ πλῆθος. τῶν τρεφομένων, τῶν μὲν εἰς δουλευομένους ἀριθμουμένων, τῶν δὲ εἰς δουλεύοντας. τῷ μὲν αὐτοκράτορι οὐκ ἐξῆν τῷ παραλύτῳ εἰπεῖν “ἔγειρε καὶ περιπάτει” οὐδὲ τῷ τυφλῷ κελεῦσαι τὸ βλέπειν οὐδέ τῷ μὴ ἔχοντι πόδας ἐπιτρέπειν περιπατεῖν. ταῦτα ἦν τοῦ μονογενοῦς καὶ δι’ ἡμᾶς γεγονότος ἀνθρώπου καὶ ὑπὲρ ἀνθρώπων ἐνταυθοῖ πολιτευσαμένου. ἂ δὲ προσῆν, πεῖνα ποιεῖ, ὑπηρέτας ἐκάστῳ διδόναι πεπηρωμένῳ καὶ τὴν αὐτὴν πρόνοιαν τιθέναι τῷ λελωβημένῳ, τῷ ὑγιαίνοντι· ὥστε εἰ τις βούλοιτο τὴν νέαν πόλιν καταμαθεῖν, μαθεῖν, ἣν ἐκ βάθρων ὁ ἐμὸς πατὴρ ἀνεδείματο, τετραπλῆν ἂν ἴδοι τὴν πόλιν καὶ πολλαπλῆν τῶν κάτω, τῶν ἄνω, τῶν ἀμφοτέροις τούτοις ἐξυπηρετουμένων. ἀλλὰ τίς ἐξαριθμῆἑαυτῶν σᾶι δυνήσαιτο τοὺς καθ’ ἡμέραν ἐσθίοντας ἢ τὴν καθ’ ἑκάστην δαπάνην καὶ τὴν γινομένην εἰς ἕκαστον πρόνοιαν; εἰς ἐκεῖνον γὰρ ἀναφέρω καὶ τὰ μετ’ ἐκεῖνον. ἐκεῖνος γὰρ ἀφωρίσατο τὰς ἀπὸ γῆς καὶ θαλάττης αὐτοῖς προνοίας· ἐκεῖνος γὰρ τὴν δυνατὴν ῥᾳστώνην αὐτοῖς περιεποιήσατο. προκάθηται δὲ ἀνήρ τις τῶν ἐνδοξοτάτων φροντιστὴς τῆς μυριάνδρου ταυ- τησὶ πόλεως ὀρφανοτροφεῖον δέ ταύτῃ τοὔνομα. ὀρφανοτροφεῖον δὲ προσαγορεύεται, ὅτι ἡ πρὸς τοὺς ὀρφανοὺς καὶ ἀποστρατεύτους φιλανθρωπία τοῦ αὐτοκράτορος **· καὶ τοὔνομα ἐπεκράτησε τὸ ἀπὸ τῆς τῶν ὀρφανῶν προμηθείας. θείας. σέκρετα γὰρ ἐπὶ τούτοις πᾶσι καὶ λογοπραγίαι τῶν προνοουμένων κατὰ τὰ τῶν πενήτων κτήματα καὶ χρυσόβουλλοι λόγοι ἐπιβραβεύοντες τοῖς τρεφομένοις τὸ ἀναφαίρετον. τῷ δέ ναῷ τοῦ μεγαλοκήρυκος Παύλου κλῆρος μέγας κατείλεκτο καὶ πολὺς καὶ φώτων δαψίλεια. καὶ παραγενόμενος εἰς τουτονὶ τὸν νεὼν ἴδοις ἂν χοροὺς ἐκατέρωθεν ἀντᾴδοντας. κατέταξε γὰρ τῷ τῶν ἀποστόλων νεῷ ᾄδοντας καὶ ᾀδούσας κατὰ τὸν Σολομῶντα. ἐπιμελὲς γὰρ καὶ τὸ τῶν διακονισσῶν πεποίηκεν ἔργον. πολλὴν δὲ φροντίδα καὶ τῶν ἐπιξενουμένων ᾿Ιβηρίδων ἐπεποίητο θύραν ἐκ θύρας ἀμειβουσῶν τὸ πρότερον, ἐπὰν εἰς τὴν Κωνσταντίνου. ἐπιδημήσαιεν· ἀλλὰ καὶ ταύταις ἡ κηδεμονία τοὐμοῦ πατρὸς ἀνεδείματο φροντιστήριον μέγιστον τάς τε τροφὰς καὶ τὰς προσηκούσας ἐσθῆτας διοικονομησαμένου. ὁ μὲν οὖν ᾿Αλέξανδρος ἐκεῖνος ὁ Μακεδὼν αὐχείτω μὲν ἐπὶ τῇ κατ᾿ ᾿Αἴγυπτον ᾿Αἰδιοπίαν Λυσιμαχίᾳ. ὁ δὲ αὐτοκράτωρ ᾿Αλέξιος οὐκ ἂν οὑτωσὶ ἐπὶ ταῖς ἀνεγερθείσαις παρ᾿ αὐτοῦ πόλεσιν ἐναβρύνοιτο, ἃς πανταχοῦ ἴσμεν ἀνοικοδομηθείασς αὐτῷ, ὅσον ἐπὶ ταύτῃ τῇ πόλει μεγαλαιχεῖ. ἀλλὰ ταῦτα μὲν τὰ τεμένη καὶ ἱερὰ φροντιστήρια εἰσιόντι σοι κατὰ λαιὰν ἀπαν- τήσειε· κατὰ δὲ τὴν δεξιὰν τοῦ μεγάλου τεμένους παιδευτήριον ἕστηκε τῶν γραμματικῶν παισὶν ὀρφανοῖς ἐκ παντοδαποῦ γένους συνειλεγμένοις, ἐν ᾧ παιδευτής τις προκάθηται καὶ παῖδες περὶ αὐτὸν ἕστᾶσιν, οἱ μὲν περὶ ἐρωτήσεις ἐπτοημένοι γραμματικάς, οἱ δὲ τῶν λεγομένων σχεδῶν. καὶ ἔστιν ἰδεῖν καὶ Λατῖνον ἐνταῦθα παιδοτριβούμενον καὶ Σκύθην ἑλληνίζοντα καὶ ῾Ρωμαῖον τὰ τῶν ῾Ελλήνων συγγράμματα μεταχειριζοντα καὶ τὸν ἀγράμματον ῞Ελληνα ὀρθῶς ἑλληνίζοντα. τοιαῦτα καὶ περὶ τὴν λογικὴν παίδευσιν τὰ τοῦ Ἀλεξίου σπουδάσματα. τοῦ δὲ σχέδους ἡ τέχνη εὕρημα τῶν νεωτέρων ἐστὶ καὶ τῆς ἐφ᾿ ἡμῶν γενεᾶς. ο παρίημι δὲ Στυλιανούς τινας καὶ τοὺς λεγομένους Λογγιβάρδους καὶ ὅσους ἐπὶ συναγωγὴν ἐτεχνάσαντο παντοδαπῶν ὀνομάτων καὶ τοὺς Ἀττικοὺς καὶ τοὺς γεγονότας τοῦ ἱεροῦ καταλόγου τῆς μεγάλης παρ’ ἡμῖν ἐκκλησίας, ὧν παρίημι τὰ ὀνόματα. ἀλλὰ νῦν οὐδ’ ὲν δευτέρῳ λόγῳ τὰ περὶ τούτων τῶν μετεώρων καὶ ποιητῶν καὶ αὐτῶν συγγραφέων καὶ τῆς ἀπὸ τούτων ἐμπειρίας· πεττεία δέ τὸ σπούδασμα καὶ ἄλλα τὰ ἔργα ἀθέμιτα. ταῦτα δέ λέγω ἀχθομένη διὰ τὴν παντελῆ τῆς ἐγκυκλίου παιδεύσεως ἀμέλειαν. τοῦτο γάρ μου τὴν ψυχὴν ἀναφλέγει, ὅτι πολὺ περὶ ταὐτὰ ἐνδιατέτριφα, κἄν, ἐπειδὰν ἀπήλλαγμαι τῆς παιδαριώδους τούτων σχολῆς καὶ εἰς ῥητορικὴν παρήγγειλα καὶ φιλοσοφίας ἡψάμην καὶ μεταξὺ τῶν ἐπιστημῶν πρὸς ποιητάς τε καὶ ξυγγραφέας ἤϊξα καὶ τῆς γλώττης τοὺς ὄχθοις ἐκεῖθ· εν ἐξωμαλισάμην, εἶτα ῥητορικῆς ἐπαρηγούσης ἐμοὶ κατέγνων τῆς τοῦ] πολυπλόκου τῆς σχεδογραφίας πλοκῆς. ἀλλὰ ταῦτα μέντοι προσιστορείσθω, εἰ καὶ μὴ ἐκ τοῦ παρέργου, ἀλλὰ διὰ τὸ τοῦ λόγου ἀκόλουθον.