Ancient Greek · ~22 min
ΑΛΕΞΙΑΣ Γ.
Anna Comnena, Ἀλεξιάδα 6.1-3
Not analysed yet
Οἰακοστρόφον δὲ μᾶλλον ἑαυτοῦ τὴν μητέρα ἱμειρόμενος μενος εἶναι, τὴν βουλὴν ὑποβρύχιον τέως εἶχε, δεδιὼς μὴ τοῦ τοιούτου γνωσθέντος αὐτῇ λογισμοῦ, καὶ τῶν βασιλείων ἐξέλθοι, πρὸς ὑψηλότερον βίον γινώσκων αὐτὴν ἀποβλέπουσαν. ἐν πᾶσι μὲν οὖν τοῖς προσπίπτουσι βουλῆς αὐτῆς ἄτερ μηδὲ τὸ τυχὸν ἦν ἐνεργῶν, ἀλλὰ κοινωνὸν εἶχε τῶν βουλευμάτων ὁμοῦ καὶ συλλήπτορα τὴν μητέρα, καἰ καταμικρὸν ὑφέρπων αὐτῇ καὶ κοινοποιούμενος τὴν τῶν πραγμάτων διοίκησιν, καί που καὶ φανερῶς ἐνδεικνύμενος, ὡς ἄτερ ἐκείνης φρενὸς καὶ γνώμης ἀπολεῖται τῆς βασιλείας τὰ πράγματα. οὕτως εἶχε καὶ ξυνεδέσμει πλέον ἑαυτῷ τὴν μητέρα καὶ τοῦ κατὰ σκοπὸν ἀπεῖργε ναὶ ἀπεκώλυεν. ἡ μὲν γὰρ πρὸς σταθμὸν ἀπέβλεπεν ἔσχατον καὶ μονὰς διενοεῖτο, ἐν αἷς τὸν ἐπίλοιπον χρόνον μετ᾿ εὔφρονος λογισμοῦ ἑλκύσει τοῦ βίου. καὶ ταῦτ’ ἐνόει κὼ ἑαυτῇ διὰ παντὸς ἐπηύχετο τεύξασθαι. ἀλλ’ εἰ καὶ τοιαῦτα κατὰ νοῦν συνδιεσκοπεῖτο καὶ ὅλως πρὸς ὑψηλότερον ἐνητένιζε βίον, ἀλλ’ ἥν γε καὶ φιλόπαις, εἴπερ τις ἄλλη γυνή, καί πως ἠβούλετο συνδιενεγκεῖν μετὰ τοῦ υἱοῦ τὸ τῆς βασιλείας κλυδώνιον, καὶ οὐριοδρομοῦσαν τὴν ναῦν ἢ καὶ πανταχόθεν βαλλομένην τοῖς κύμασιν ὡς ἄριστα ρἰακο- στροφεῖν, καὶ μάλιστα τοῦ παιδὸς ἄρτι ἐπὶ τὴν πρύμναν καθίσαντος καὶ τῶν οἰάκων ἐφαψαμένου καὶ μήπω πρώην θαλάττῃ καὶ κύμασι καὶ ἀνέμοις ὡμιληκότος τοιούτοις. ταῦτα δὲ λέγουσα, τὴν τῆς βασιλείας αἰνίττομαι πολυμερῆ καὶ πολυτάραχον ὄχλησιν. τὸ τοίνυν μητρῷον πάθος κατεῖχεν αὐτήν, καὶ συνδεκυβέρνα τῷ υἱῷ καὶ βασιλεῖ, καὶ τὰς ἡνίας ἔστιν ὅπου καὶ μόνη παραλαβοῦσα, ἀπροσπταίστως τε καὶ ἀναμαρτήτως τὸ ἅρμα τοῦ κράτους ἤλαυνεν· ἦν γὰρ καὶ φρενήρης ἄλλως καὶ βασίλειος γνώμη αὐτόχρημα καὶ θρόνων κατόρθω- σις· ἀνθεῖλκε δὲ ταύτην ἐκ θατέρου καὶ ὁ πόθος ὁ πρὸς θεόν. ἐπεὶ δὲ κατὰ τὸν Αὔγουστον μῆνα ἐπινεμήσεως τῆς αὐτῆς ἔτι τρεχούσης ἡ τοῦ Ῥομπέρτου διαπεραίωσις τοῦτον ἔξελθεῖν κατηνάγκαζεν, εἰς φῶς ἤδη καὶ ἔργον τὸ τῆς ψυχῆς ἐννόημα ἔξάγων, τὴν αὐτοκράτορα διοίκησιν τῇ μητρὶ καὶ μόνῃ ἀπεκληρώσατο, καὶ διὰ χρυσοβούλλου λόγου τὰ βεβουλευμένα εἰς προῦπτον πᾶσι κατέστησεν. ἐπεὶ δὲ τὸν ἱστορίαν συγγράφοντα οὐ παχυμερῶς τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις καὶ τὰ θεσπίσματα παραπέμπειν χρή, ἀλλὰ τὰς μὲν κατα- λεπτύνειν, ὡς ἐνόν, τὰ δ᾿ ἐκείνοις δεδογμένα ἐκτίθεσθαι, εἶμι αἰ αὐτὴ τοῦτον τὸν τρόπον τὰ τοῦ ῥηθέντος χρυσοβούλλου κθησομένη ,τὰς τοῦ γραφέως μόνον κομψείας περιελοῦσα. χει δὲ οὕτως. “οὐδὲν ἰσοστάσιον μητρὸς συμπαθοῦς καὶ ριλόπαιδος, οὔτε ταύτης ἰσχυρότερον φυλακτήριον, κἂν κίνυνος προορᾶται, κἂν ἄλλο τι τῶν ἀπευκταίων ἐλπίζοιτο. εἰ γὰρ βουλεύσεται αὕτη ,πάγιον ἴστω τὸ βούλευμα ,εἰ ἐπεύξεται, στήριγμα ἔσονται αἱ εὐχαὶ καὶ φύλακες ἀκαταγώνιτοι. τοιαύτη γοῦν καἰ τῇ βασιλείᾳ μου ἐφάνη ἐξ αὐτῆς τῆς τελοῦς ἡλικίας πρακτικῶς ἡ ἡγιασμένη μήτηρ αὐτῆς καὶ δέτοινα, τὰ πάντα μοι γεγονυῖα καὶ τροφὸς κὼ ἀγωγός. καὶ ἂρ τῷ συγκλητικῷ καταλόγῳ αὐτῆς συνούσης, μητρὸς πόθος ροέδραμε, καὶ υἱοῦ πίστις ἀκέραια συνετηρήθη. μία ψυχὴ έν διῃρημένοις σώμασιν ἐγνώσθη καὶ χάριτι Χριστοῦ καλῶς διετηρήθη μέχρι τοῦ νῦν. οὐ τὸ ἐμὸν ἡ τὸ σόν, τὸ ψυχρὸν ῦτο ῥῆμα, ἐρρήθη, καὶ τὸ δὴ μεῖζον, ὅτι αἰ αὐτῆς τὸν πάντα χρόνον πληθυνόμεναι εἰς τὰ ὦτα κυρίου εἰσέδυιν καὶ εἰς τόδε τὸ ὕψος τῆς βασιλείας ἡμᾶς ἀνήγαγον. ἀλλ᾿ εἰ καὶ μετὰ τὸ ἐπιλαβέσθαι τῶν τῆς βασιλείας σκήπτρων οὐκ ἔφερε μὴ συμπονουμένη ἐπίσης τῇ βασιλεἰᾳ μου καὶ τοῦ συμφέροντος αὐτὴ ἀντεχομένη καὶ τοῦ κοινοῦ ,ὲτοιμαζομένη δὲ ἤδη ἡ βασιλεία μου σὺν θεῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν τῆς Ῥωμανίας ἐξέλευσιν ,διὰ φροντίδος μὲν πολλῆς ποιεῖται καὶ τὴν τοῦ στρατιωτικοῦ συλλογήν τε καὶ διευθέτησιν, οὐκ ἐλάχιστον δὲ ταύτῃ νενόμισται καὶ ἡ περὶ τῆς τῶν σεκρετικῶν τε καὶ πολιτικῶν πραγμάτων διοικήσεως φροντὶς. εὗρε χοῦν οἷον ἀριστοκρατίας ἀνεπιβούλευτον ὀχύρωμα, ὡς ἂν τῇ ἡγιασμένη καὶ πανεντιμοτάτῃ μητρὶ αὐτῶ ἀνατεθῇ ἡ τῶν ἁπάντων διοίκησις. διορίζεται γοῦν ἡ βασιλεία μου καθαρῶς διὰ τοῦ παρόντος χρυσοβούλλου, ἵνα δι’ ἣν. ἔχει πολυπειρίαν πέρι τὰ βιωτικὰ πράγματα ,εἰ ναί τέλεον τούτων καταπεφρόνηκεν, ἅπερ ἂν ἐγγράφως διορίσηται ,κἂν παρὰ τοῦ προεστῶτος τῶν σεκρέτων ἀναφέρωνται ἢ τῶν ὑπ’ αὐτὸν σεκρετικῶν ἤ τῶν ἄλλων ἁπάντων, ὦν αἰ ὑπομνήσεις ἢ αἰτήσεις ἤ κρίσεις ἑτοιμασθήσονται ἔπι συμπαθείαις δημοσιακαῖς ὀφλημάτων, τὸ κῦρος ἕξουσι μόνιμον ,ὡς παρὰ τοῦ γαληνίου κρότους τῆς βασιλείας μου οἰκονομούμενα καὶ ἔξ αὐτοῦ τοῦ στόματος αὐτῆς τὰ γραφέντα ἀποστοματιζόμενα. οἶαι γὰρ ἂν λύσεις πὰρ αὐτῆς ἀποφανθήσονται ἢ καἰ προστάξεις. ἔγγραφοι ἢ ἄγραφοι, κἂν εὔλογοι κἂν ἀνεύλογοι ,σφραγῖδα φέρουσαι αὐτῆς τὴν μεταμόρφωσιν καὶ τὴν κοίμησιν, ὡς αὐτῆς τῆς βασιλείας μου λογισθήσονται. τῷ δὲ μηνὶ τοῦ ὤα τὴν ἡμέραν διοικοῦντος τὰ σέκρετα, ἀλλὰ καὶ ἔπι προβολῶν κὼ διαδοχῶν τῶν σεκρέτων καὶ τῶν θεμάτων καἰ ἐπὶ ὡς ἄξιώμασι καὶ ὀφφικίοις καὶ δωρεαῖς ἀκινήτων βασιλικῶς ἡ ἅγια μήτηρ αὐτῆς ἕξει ἄδειαν ὃ δόξει ταύτῃ ποιεῖν. ἀλλὰ καὶ εἰ τινες προβληθήσονται εἰς τὰ σέκρετα ἢ καὶ θέματα καὶ διαδεχθήσονται τιμηθήσονται δὲ καὶ έν στοις ἀξιώμασι καὶ μέσοις καὶ ἐλαχίστοις, ἔσονται εἰς τὸ ἑξῆς ἀμετακίνητοι κω ἀμετάπτωτοι. ἀλλὰ καὶ αὐξήσεις ῥογῶν καὶ προσθήκας δόσεων κὼ συμπαθείας τῶν λεγομένων συνηθειῶν καἰ σχιδευσμοὺς κὼ ἀποσχιδευσμοὺς προστάξηει αὕτη ἀνενδοιάστως ,καὶ περιεκτικῶς εἰπεῖν, οὐδὲν ἀσυντελὲς λογισθήσεται, ὅπερ αὐτὴ κελεύσει ἐγγράφως τε καὶ ἀγράφως. τὰ γὰρ ῥήματα ταύτης καὶ τὰ προστάγματα ὡς τῆς βασιλείας μου λογισθήσονται, καὶ οὐδὲν τούτων ἀθετηθήσεται ,ἀλλὰ κω κύρια καὶ μόνιμα ἔσονται εἰς τοὺς ἐξῆς χρόνους. καὶ οὔτε εὐθύνην, οὔτε ἡντιναοῦν ἀνάκρισιν ὑποπτεύσει νῦν ἥ εἰς τὸ μετέπειτα πὰρ οὑτινοσοῦν τῶν ἁπάντων οὔτε τις τῶν ἔξυπηρετουμένων αὐτῇ, ἥ αὐτὸς ὁ κατὰ τὴν ἡμέραν λογοθέτης τῶν σεκρέτων, κὰν εὔλογα κἀν παράλογα τὰ πραχθησόμενα δόξῃ. τὸ γὰρ παντελῶς ἀλογοπράγητον ἕξουσιν ἐσαεὶ, ὁποῖα ἂν καὶ εἴη τῷ παρόντι χρυσοβούλλῳ λόγῳ στηριζόμενα.’