Ancient Greek · ~14 min
ΑΛΕΞΙΑΣ Γ.
Anna Comnena, Ἀλεξιάδα 7.1-3
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν τὰ τοῦ χρυσοβούλλου. δ᾿ ἄν τις ἐν τούτοις τὸν ἐμὸν πατέρα καὶ αὐτοκράτορα τῆς εἰς τὴν μητέρα τιμῆς καὶ ὅπως αὐτῇ παρακεχωρήκει τῶν ἁπάντων, αὐτὸς τῆς βασιλικῆς ἡνίας οἶον ὑπεξιστάμενος καὶ τρόπον τινὰ ἐποχουμένῃ τοῦ βασιλικοῦ ἅρματος αὐτῇ παραθέων καὶ ψιλοῦ μόνου τοῦ τῆς βασιλείας μετέχων ὀνόματος. καίτοι κατὰ τὴν ἡλικίαν τὸν μείρακα ἤδη παρήλλαττε, καθ’ ὃν μάλιστα καιρὸν ἐπιφύεται τοῖς τοιούτοις ἤθεσιν ὁ τῆς φιλαρχίας ἔρως. τοὺς μὲν γὰρ πρὸς τοὺς βαρβάρους πολέμους καὶ ὅσα τῶν ἄθλων καὶ τῶν ἀγώνων ὑπῆν, αὐτὸς ἀνεζώσατο, πᾶσαν δὲ τῶν πραγμάτων διοίκησιν καἰ πολιτικὰς ἀρχὰς καί τοὺς περὶ τῶν εἰσφορῶν λόγους καὶ τῶν ὑπὲρ τῆς βασιλείας ἀναλωμάτων τῇ μητρὶ κατεπίστευοε. καὶ ἴσως μὶν ἄν τις ἐνταῦθα γινόμενος καταμέμψοιτο τὴν οἰκονομίαν, ὡς γυναικωνίτιδι καταπιστεύσαντος τοὐμοῦ πατρὸς τὴν τῆς βασιλείας διοίκησιν· ἀλλ’ εἰ τὸ φρόνημα τῆς γυναικὸς ἠπίστατο καἰ ὅση τις ἦν ἀρετὴν καὶ τὸν νοῦν καὶ ὅπως εἶχε δραστηριότητος, ἀφέμενος μέμψεως πρὸς θαῦμα τὴν μέμψιν μετέβαλε. τοσαύτη γὰρ ἡ ἐμὴ μάμμη περὶ τὰ πράγματα δεξιωτάτη καὶ τάξαι καὶ καταστήσασθαι πολιτείαν εὐμήχανος, ὥστε μὴ μόνον τὴν Ῥωμαίων ἀρχὴν διοικεῖν δύνασθαι, ἀλλὰ καὶ πᾶσαν τὴν ὁπουδήποτε βασίλειαν, ὁπόσην ἥλιος ἐφορᾷ. πολύπειρός τε γὰρ ἥν καὶ πολλῶν πραγμάτων ἐγίνωσκε φύσεις, κὼ ὅπως ἄρχεται καὶ εἰς ὃ καταντήσειεν ἕκαστον ἔξηπίστατο, καὶ τινα μὲν τίνων εἰσιν ἀναιρετικα, τίνα δὲ μαλλον ἐπιρρωννυσιν ἕτερα, ὄξυτάτη τε τὸ δέον καταμαθεῖν καὶ μετὰ ἀσφαλείας καταπρᾶξαι εἰσιν καὶ ο'[υκ ἠν μὲν τὴν γνώμην τοιαύτη, γλῶτταν δὲ εἶχεν ἀπᾴδουσαν πρὸς τὴν γνώμην ἀλλ’ ἦν αὐτόχρημα ῥήτωρ πιθανώτατος, κὼ οὔτε λάλος κω εἰς μῆκος τοὺς λόγους ἐκτείνουσα, οὔτε ταχέως ἀπελίμπανεν αὐτὴ τὸ πνεῦμα τοῦ λέγου, ἀλλ’ ἐπικαίρως ἀρξαμένη εἰς τὰ καιριώτατα πάλιν κατέληγε. καὶ ὁ μὶν βασίλειος θρόνος αὐτὴν παρηκμακυῖαν κατείληφεν, ὅτε καἰ μᾶλλον τὸ φρονοῦν ἤκμαζε καὶ ἡ σύνεσις ἐπήνθει καὶ ἡ πέρι τὰ πράγματα ἐπιστήμη συνήκμαζεν, ἐς ὦν οἰκονομίαι καὶ διοικήσεις τὸ κράτος ἔχουσιν. ἔχει δὲ ὡς τὸ εἰκὸς ἡ τοιαύτη ἡλικία οὐ μόνον τι λέξαι τῶν νέων σοφώτερον ,ὡς ἡ τραγῳδία φησιν, ἀλλὰ καὶ συμφορώτερον πρᾶξαι. ὁ δὲ κατόπιν χρόνος καὶ ὁπόταν ἐκείνη ταῖς νεωτέραις συνεξητάζετο γυναιξί ,θαῦμα ἄντικρυς ἦν ,πολιὸν νεαρᾷ ἡλικίᾳ ἐπιδεικνυμένη φρόνημα. καὶ παρεῖχεν ἐξ αὐτῆς ὄψεως τῷ βουλομένῳ καταθρεῖν τὴν ἐνοῦσαν αὐτὴ ἀρετὴν ὁμοῦ καὶ ἐμβρίθειαν. ἀλλ’, ὅπερ ἔλεγον, ὁ ἐμὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος, τοὺς μὲν ἀγῶνας καὶ ἱδρῶτας ἑὰν τῷ τεταμίευκε ,θεωρὸν τῶν ἀγώνων τὴν μητέρα ποιούμενος ἐκείνην δὲ δεσπότιν καταστησάμενος, τὸ παρ’ ἐκείνης κελευόμενον καθάπερ δοῦλος ἔλεγέ τε νᾶι ἔπραττεν. ἔστεργεν οὖν αὐτὴν ὁ βασιλεὺς ὑπερφυῶς καὶ τῶν αὐτῆς βουλευμάτων ἐξήρτητο, (τοσοῦτον ἦν φιλομήτωρ,) καὶ τὴν δεξιὰν ἔδιδό τῆς ἐκείνης γλώττης ὑπηρέτιν κὼ τὴν ἀκοὴν ὦν ἐκείνης φωνῶν εἰς ἀκρόασιν, καὶ εἰς ἅπαντα ταύτῃ ὁ βασιλεὺς συγκατένευεν ἢ ἀνένευεν ,ἐφ’ οἶς ἄρα ἐκείνη κατανεύσειεν ἥ ἀνανεύσειεν. καὶ ἦν τὸ πρᾶγμα οὔλως τοιοῦτον. ἐκεῖνος μὲν γὰρ σχῆμα βασιλείας εἶχεν, ἡ δὲ τὴν βασίλειαν αὐτήν· καἰ ἡ μὶν ἐθεσμοθέτει ,διῴκει τὸ πᾶν καὶ ἐπρυτάνευεν, ὁ δὲ τὰς διοικήσεις ἐκείνης καὶ τὰς ἐγγράφους καὶ τἀς ἀγράφους, τὰς μὲν χειρὶ ,τὰς δὲ φωναῖς ἐπεσφράγιζε καὶ ὤ οὕτω γε φάναι, ὄργανον ἦν αὐτῇ βασιλείας, οὐ βασιλεύς. ἠρέσκετο γὰρ ἐφ’ ὅπασιν, οἷς ἡ μήτηρ διαγνοίη καὶ διορίσειε, P. 87 καὶ οὐχ ὡς μητρὶ μόνον καταπειθέστατος ἦν, ἀλλὰ γὰρ ὡς ἐξάρχῳ βασιλικῆς ἐπιστήμης ταύτῃ προσεῖχε τὸν νοῦν. ἤδει γὰρ ἀκριβῶς τὸ ταύτης ἐφ’ ἅπασιν ἐπὶ τὸ κράτιστον συγκεχωρηκός ,καὶ ὅτι διαφερόντως πάντας τοὺς κατ᾿ ἐκεῖνο καιροῦ γεγονότας ἀνθρώπους εἰς φρόνησιν τε καί σύνεσιν πραγμάτων ὑπερελαύνει.