Ancient Greek · ~32 min
ΑΛΕΞΙΑΣ Δ.
Anna Comnena, Ἀλεξιάδα 6.1-4
Not analysed yet
Ἀλλὰ τοιαῦτα μὲν τὰ τοῦ Ῥομπέρτου διανοήματα τε καὶ βουλεύματα· ἄλλα ταὐτὰ τοῦ αὐτοκράτορος ποικιλώτερά τε καὶ ὄξύτερα. συνεῖχον δ’ ὅμως οἱ δημαγωγοὶ ἄμφω τὰ στρατεύματα, στρατηγίας καὶ δημαγωγίας πέρι βουλευόμενοι, νοι, ὅπως μετ’ ἐπιστήμης δημαγωγήσαιεν καὶ στρατεύσοιντο. καὶ ὁ μὲν αὐτοκράτωρ αἴφνης νυκτὸς ἐξ ἑκατέρου μέρους ἐπιπεσεῖν τῇ τοῦ Ῥομπέρτου παρεμβολῇ σκεπτόμενος, τὸ μὲν ἐθνικὸν ἅπαν στράτευμα ἀπὸ τοῦ ὄπισθεν μέρους ἐπέτρεψε προσβαλεῖν διὰ τῶν ἁλυκῶν διελθόντας, καὶ πλείονα τὴν ὁδοιπορίαν ἀναδέξασθαι αὐτοὺς διὰ τὸ ἀνύποπτον οὐκ ἀπηνήνα- το· αὐτὸς δὲ ἀπὸ τῶν ἔμπροσθεν, ὁπηνίκα πώη ἐφθακότας τοὺς ἀποσταλέντας, ἠβούλετο προσβαλεῖν τῷ ῾Ρομπέρτῳ. ὅς κενὰς τὰς σκηνὰς καταλιπὼν καὶ νυκτὸς διὰ τῆς γεφύρας διελη- λυθώς, (ὀγδὸν δ᾿ ἦν πρὸς τῇ δεκάτη τοῦ παριππεύοντος μηνὸς Ὀκτωβρίου ἐπινεμήσεως πέμπτης,) τὸ παρὰ τὴν θάλατταν τὰν ἐπ᾿ ὀνόματι τοῦ μάρτυρος Θεοδώρου πάλαι ἀνοικοδομηθὲν τέμενος κατέλαβε μετὰ παντὸς τοῦ στρατεύματος. καὶ δι᾿ ὅλης νυκτὸς τὸ θεῖον ἔξευμενιζόμενοι, τῶν ἀχράντων καὶ θείων μυστηρίων μετελάμβανον. εἶτα τὰς ἰδίας καταστήσας φάλαγγας, τὴν μέσην εἶχε τοῦ συντάγματος χώραν, τὸ δέ γε πρὸς θάλατταν κέρας τῷ Ἀμικέτῃ ἐπέτρεψε κόμητι, (κόμης δὲ οὗτος τῶν ἐπιφανῶν, γενναῖος καὶ χεῖρα καἰ γνώμην,) θάτερον δὲ τῷ υἱῷ αὐτοῦ Βαϊμούντῳ, τὴν ἐπίκλησιν Σανίσκῳ. τούτων ὁ αὐτοκράτωρ αἰσθόμενος, δεινὸς ὢν τὸ συνοῖσον ἐν ὀξείᾳ εὑρηκέναι ῥοπῇ, μεθαρμοσάμενος ἑαυτὸν πρὸς τὸ συμπεσόν, αὐτοῦ που κατὰ τὸ πρανὲς παρὰ τὴν θάλασσαν τὰς παρατάξεις κατέστησε. καὶ διελὼν τὰ στρατεύματα, τοὺς μὲν ἐπὶ τὰς σκηνὰς τοῦ ῥομπέρτου ἀπερχομένους βαρβάρους τῆς ὁρμῆς οὐκ ἀνέκοψε, τοὺς δὲ ἐπὶ τῶν ὤμων τὰ ἑτερόκοπα φέροντας ξίφη παρακατασχὼν μετὰ τοῦ σφῶν ἀρχηγοῦ τοῦ Ναμπίτου, ἀποβάντας τῶν ἵππων, ἔμπροσθεν ἐκ μικροῦ δια- στήματος προπορεύεσθαι στοιχηδὸν ἐπέτρεψε· τοῦτο δὲ γένος ἀσπιδοφόρον ξύμπαντες. τὸ δὲ λοιπὸν τοῦ στρατεύματος εἰς φάλαγγας διελών, αὐτὸς μὶν τὸ μεσαίτατον εἶχε τῆς παρατάξεως, δεξιόθεν τὸν καὶ ἐξ εὐωνύμου φαλαγγάρχας τὸν καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριανὸν καὶ μέγαν δομέστικον. τὸ δὲ μεσαίτατον αὐτοῦ τε καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας, οὑς κατὰ τοῦ ῥομπέρτου προεκπέμπειν ηβούλετο, ἐπιτρέψας τῷ Ναμπίτῃ, ὁπηνίκα βούλιντο πρὸς Κελτοὺς ἐξιππάσασθαι καὶ αὖθις ὑποστρέφειν, χώραν αὐτοῖς ἐξ ἐφόδου διδόναι ἐφ᾿ ἑκάτερα σχιζομένους, εἶτα αὖθις συνεχίζεσθαι καὶ συνησπικότας πορεύεσθαι. οὕτω γοῦν τὸ ἅπαν διατυπώσας στράτευμα, αὐτὸς μὶν κατὰ μέτωπον ἵετο τῶν Κελτικῶν στρατευμάτων, τὴν ἠϊόνα παραθέων· οἱ δὲ ἀποσταλέντες βάρβαροι τὰς ἁλυκὰς διεληλυθότες, ἐπεὶ καὶ οἱ ἐντὸς τοῦ Δυρραχίου τὰς πύλας ἀνεπέτασαν, ωὐτὸ αὐτοῖς τοῦ αὐτοκράτορος ἐπισκήψαντος, ἐν ταὐτῶ ταῖς Κελτικαῖς σκηναῖς προσέβαλλον. κατ’ ἀλλήλων δὲ τῶν δημαγωγῶν ἐρχομένων, ἀποσπάδας ἀποστέλλων ὁ ῥομπέρτος ἱππασίας ἐκέλευε ποιεῖσθαι, εἴ που ἐκεῖθεν ὑποσῦραί τινας δυνηθεῖεν τοῦ Ῥωμαϊκοῦ στρατεύματος. ἀλλ᾿ ὁ βασιλεὺς πρὸς τοῦτο ἀνεπεπτώκει· ἔπεμπε δὲ μᾶλλον καὶ συχνοὺς τοὺς ἀν- τικαταστησαμένους αὐτοῖς πελταστάς. ἀκροβολισμοῖς οὖν μετρίοις ἀμφοτέρων κατ᾿ ἀλλήλων χρησαμένων, ἐπεὶ καὶ ὁ ῾Ρομπέρτος ἠρέμα τούτοις εἵπετο καὶ τὸ μεταίχμιον ἤδη ἀπεστενοῦτο διάστημα, τῆς φάλαγγος τοῦ Ἀμικέτου προεκδραμόντες πεζοὶ καὶ ἱππεῖς περὶ τὸ ἄκρον τῆς παρατάξεως τῆς τοῦ Ναμπίτου προσέβαλλον. γενναιότερον δ᾿ αὐτῶν ἀντικαταστάντων, παλίνορσοι γεγόνασιν, ἐπεὶ οὐ πάντες λογάδες ἦσαν, καὶ τῇ θαλάσσῃ ἑαυτοὺς ἐπιρρίψαντες ἄχρι τοῦ τραχήλου, ταῖς νηυσὶ τοῦ ῾Ρωμαϊκοῦ καὶ Βεωετικοῦ στόλου πελάζοντες, ἐκεῖθεν ᾐτοῦντο τὴν σωτηρίαν, καὶ παρ’ ἐκείνων οὐ προσεδέχοντο. ἡ δέ γε Γαΐτα, ὡς λόγος τίς φησιν, ἡ τοῦ Ῥομπέρτου σύνευνος αὐτῷ συστρατευομένη, Παλλὰς ἄλλη κἂν μὴ Ἀθήνη, θεασαμένη τοὺς φεύγοντας, δριμὺ τούτοις ἐνατενίσασα, κατ᾿ αὐτῶν μεγίστην ἀφιεῖσα φωνήν, μονονοὺ τὸ Ὁμηρικὸν ἔπος τῇ ἰδίᾳ διαλέκτῳ λέγειν ἐῴκει “μέχρι πόσου φεύξεσθε; στἧτε, ἀνερες ἔστε.” ὡς δὲ ἔτι φεύγοντας τούτους ἑώρα, δόρυ μακρὸν ἐναγκαλισαμένη, ὅλους ῥυτῆρας ἐνδοῦσα κατὰ τῶν φευγόντων ἴεται. τοῦτο θεασάμενοι καὶ ἑαυτῶν γεγονότες, αὖθις πρὸς μάχην ἑαυτοὺς ἀνεκαλέσαντο. ἐπεὶ δὲ οἱ πελεκυφόροι καὶ αὐτὸς ὁ τούτων ἀρχηρὸς ὁ Ναμπίτης δι’ ἀπειρίαν καὶ θερμότητα ὀξύτερον βεβαδικότες, ἰκανὸν τῆς Ῥωμαϊκῆς παρα(??)ξεως ἀπέστησαν, βεβαδικότες, συμβαλεῖν ἐν ἴσῳ θυμῷ τοῖς Κελτοῖς, (καὶ γὰρ οὐχ ἧττον ἐκείνων πέρι τὰς μάχας ὑτοι ἐκθυμότεροί εἰσιν καὶ τῶν Κελτῶν ἐν τούτῳ τῷ μέρει μὴ ἀποδέοντες,) κεκοπιακότας τούτους ἤδη καὶ ἀσθμαίνοντας ὁ Ῥομπέρτος θεασάμενος, καὶ τοῦτο ἀπὸ τε τῆς ὀξείας κινήσεως, τοῦ τε διαστήματος βεβαιωθεὶς κω τοῦ ἄχθους τῶν ὅπλων, τινὰς τῶν τούτου πεζῶν ἐπέσκηψε κὰτ· αὐτῶν εἰσπηδῆσαι. δὲ προκεκμηκότες ἤδη, μαλακώτεροι τῶν Κελτῶν ραίνοντο. πίπτει γοῦν τὸ τηνικαῦτα τὸ βάρβαρον ἅπαν, καὶ τόσοι τούτων ἐσώθησαν, πέρι τὸ τέμενος τοῦ ἀρχιστρατήγου Μιχαὴλ προσπεφευγότες, οἱ μὲν καἰ ὁπόσους ἐξεχώρει τὸ τέμενος ἔντος, εἰσῄεσαν, οἱ δὲ ἄνωθεν τοῦ τεμένους ἀνελθόντες εἱστήκεσαν, τὴν σωτηρίαν, ὡς ᾤοντο, ἐκεῖθεν πραγματευσάμενοι. οἱ δὲ Λατῖνοι πῦρ κατ’ αὐτῶν ἀφέντες, σὺν τῷ τεμένει πάντας κατέκαυσαν. τὸ δέ γε λοιπὸν τῆς Ῥωμαϊκῆς φάλαγγος καρτερῶς πρὸς αὐτοὺς ἀπεμάχοντο. ὁ δὲ ῥομπέρτος καθάπερ τις πτερωτὸς ἱππότης σὺν ταῖς λοιπαῖς δυνάμεσι ἐλᾷ κατὰ τῆς ῥωμαϊκῆς φάλαγγος καὶ ὠθεῖται ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ. ἐντεῦθεν οἱ μὶν τῶν ἀντικειμένων έν αὐτῷ τῷ πολέμῳ μαχόμενοι πίπτουσιν, οἱ δὲ φυγῇ τὴν ἑαυτῶν ἐπραγματεύσαντο σωτηρίαν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος καθάπερ τις πύργος ἀκλόνητος ἔμενε, κἂν πολλοὺς τῶν μετ’ αὐτοῦ ἀποβεβλήκει ἀνδρῶν καὶ γένει καὶ πείρᾳ στρατιωτικῇ διαφερόντων. πεπτώκει γὰρ τὸ τηνικαῦτα ὁ Κωνστάντιος υἱὸς μὲν τοῦ προβεβασιλευκότος Κωνσταντί- νου τοῦ Δούκα, οὐκ ἰδιωτεύοντος αὐτοῦ εντι ἀποτεχθείς, ἀλλ᾿ ἐν πορφύρᾳ καἰ γεννηθεὶς καὶ τραφεὶς καὶ ταινίας τῷ τότε καιρῷ βασιλικῆς παρὰ τοῦ πατρὸς ἀξιωθείς· κω ὁ Νικηφόρος μὲν τὴν κλῆσιν, Συναδηνὸς δὲ τὴν ἐπίκλησιν Καλούμενος, ἀνὴρ γενναῖος καὶ ὡραιότατος καὶ σφαδάζων πάντων ὑπερτερῆσαι κατὰ τὴν ἡμέραν ἐκείνην μαχόμενος· μεθ’ ὂν ὁ ἤδη ῥηθεὶς κωνστάντιος πέρι κήδους ἔπι τῇ ἴδια ἀδελφῇ πολλάκις ὡμίλει· νᾶι μὴν καἰ ὁ τοῦ Παλαιολόγου πατὴρ Νικηφόρος καὶ ἕτεροι τῶν ἐπιφανῶν· πλήττεται γὰρ καὶ ὁ Ζαχαρίας καιρίαν κατὰ τοῦ στέρνου καὶ τὴν ψυχὴν ἅμα τῇ πληγῇ ἐπαφίησι, καὶ ὁ Ἀσπιέτης καὶ πολλοὶ τῶν λογάδων. τῆς δὲ μάχης μὴ διαλυομένης, ἐπεὶ τὸν βασιλέα ἑώρων ἔτι ἀντικαθιστάμενον, ἀποκριθέντες τινὲς τῶν Λατίνων τρεῖς, ἀφ’ ὦν εἶς ὁ ἤδη ῥηθεὶς Ἀμικέτης ἢν, ὁ δὲ ἕτερος Πέτρος ὁ τοῦ Ἀλίφα, ὡς αὐτὸς ἐκεῖνος ἔλεγεν, ὁ δὲ τρίτος κατ’ οὐδὲν τούτων ἐλάττων, ὅλους ῥυτῆρας ἐνδόντες τοῖς ἵπποις, δόρατα μακρὰ ἐναγκαλισάμενοι, κατ’ αὐτοῦ ἵενται. καἰ ὁ μὲν Ἀμι- Ἴης διημαρτήκει τοῦ βασιλέως, μικρὸν παρεκκλίναντος τοῦ τπου· τοῦ δ᾿ τονώσας δόρυ διὰ τοῦ ξίφους ὁ βασιλεὺς ἀπωσάμενος καὶ τονώσας τὴν χεῖρα, παίει τοῦτον κατὰ τὴν κλεῖδα ὦί τὴν χεῖρα τοῦ λοιποῦ ἀποτέμνει σώματος. ὁ δέ γε τρίτος πλήττει τοῦτον εὐθὺς κατὰ τὸ μέτωπον, ὁ δὲ φρενήρης τε ὢν καὶ ἑδραῖος τὸν νοῦν, μηδὲν ὅλως συγχυθείς, γοργότητι γνώμης ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον σύνεις, ὕπτιον ἅμα τῇ πληγῇ ἑαυτὸν ὡς ἐπ’ οὐρὰν τοῦ ἵππου ἔθετο. καὶ εὐθὺς τὸν χρῶτα τοῦ σώματος μικρὸν παραξέσασα ἡ τοῦ ξίρους ἀκμή, περὶ τὴν ἀκωκὴν παραποδισθεῖσα τῆς κόρυθος καὶ τὸν συνέχοντα ταύτην ὑπὸ τὴν γένυν ἱμάντα διασπάσασα, ὦσε ταύτην εἰς γῆν. τηνικαῦτα δὲ ὁ μὲν Κελτὸς ἐκεῖνος πααθέει, ὂν ᾤετο κατακρημνίσαι τοῦ ἵππου, ὁ δ’ εὐθὺς ὀρθωθείς, ἐπὶ τῆς ἐφεστρίδος ἑδραῖος ἐκάθητο, μηδὲν τῶν ὅπλων ἰποβαλών. ἀλλὰ καὶ γυμνὸν τὸ ξίφος κατέχων τῇ δεξιᾶ, τῷ δὲ λύθρῳ τοῦ ἰδίου πεφοινιγμένος αἵματος, καὶ τὴν κεφαλὴν ἀπερικάλυπτον ἔχων καἰ τὴν πυρσὴν καὶ ἡλιῶσαν κόμην περιπλανωμένην ταῖς ὄψεσι καὶ διοχλοῦσαν αὐτόν· ὁ γὰρ ιπος ταραττόμενος καὶ ἀποπτύων τοὺς χαλινοὺς φριμάσσων, ὢν, ἀτακτότερον ἐμπίπτειν τῷ προσώπῳ τοὺς βοστρύχους παρεσκεύαζεν· ἀλλὰ καὶ ὣς ἑαυτὸν ἀνακαλεσάμενος, ὡς ἐνῆν, τοῖς ἐναντίοις ἀντικαθίστατο. ἔπει δὲ κω τοὺς Τούρκους φεύγοντας ἑώρα καὶ αὐτὸν τὸν Βοδῖνον ἀπολέμητον ὥπλιστο γὰρ καὶ οὗτος καὶ εἰς πολέμου τύπον τὸ αὐτοῦ διατυπώσας στράτευμα, κατὰ ταυτηνὶ τὴν ἡμέραν ἵστατο, ὡς ἐπαρήξων τάχα τῷ αὐτοκράτορι κατὰ τὰς πρὸς αὐτὸν γεγενημένας συνθήκας· ἐκαραδόκει δέ, ὡς ἔοικεν, ἱν. ,εἰ μὶν τὴν ῥοπὴν τῆς νίκης τῷ αὐτοκράτορι δοθεῖσαν γνοίη, ἐπιτεθείη καὶ αὐτὸς τοῖς Κελτοῖς, εἰ δὲ τοὐναντίον, ἀτρεμήσῃ τε καὶ ὀπισθόπους γένηται· ταῦτα διαλογιζόμενος, ὡς ἐ· ξ ὦν ἐπε- πράχει δῆλον, καὶ τὴν νικῶσαν ἀπαρτὶ τοὺς Κελτοὺς ἐγνωκὼς ἔχοντας ἄγευστος πολέμου τὸ παράπαν, οἴκαδε ἐπαναδεδραμήκει· ὁ δὲ αὐτοκράτωρ ταῦτα θεασάμενος καὶ μηδένα τὸν αὐτῷ ἐπαμύνοντα βλέπων, τὰ μετάφρενα καὶ αὐτὸς τηνικαῦτα δίδωσι τοῖς ἐν(??)ντίοις. καὶ οὕτως ἐδίωκον οἱ Λατῖνοι τὸ Ῥωμαϊκὸν στράτενμα.