Ancient Greek · ~17 min
ΑΛΕΞΙΑΣ Δ.
Anna Comnena, Ἀλεξιάδα 7.1-4
Not analysed yet
Ὁ δὲ Ῥομπέρτος καταλαβὼν τὸ τέμενος τοῦ ἁγίον Νικολάου, ὅπου καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἅπασα ἥ σκευὴ τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ὁπόσους εὐσθενεῖς εἶχε, τὸν βασιλέα διώκειν ἐκπέπομφεν, αὐτοῦ που αὐτὸς ἐγκαρτερῶν, φανταζόμενος τὴν τοῦ αὐτοκράτορος κατάσχεσιν. τοιοῦτοι γὰρ λογισμοὶ τούτου τὸ ὑπέρογκον ἐξέκαιον φρόνημα. οἱ δὲ εὐψύχως μάλα τοῦτον ἐδίωκον μέχρι τόπου τινὸς παρὰ τῶν ἐγχωρίων καλουμένου Κακὴ πλευρά. ἡ δὲ τούτου θέσις ποταμὸς ῥέων κάτωθεν ὁ Χαρζάνης καλούμενος, ἔνθεν δὲ ὑπερκειμένη πέτρα ὑψηλή. ἀναμεταξὺ δὲ τούτων φθάνουσιν αὐτὸν οἱ διώκοντες· οἱ καὶ παίουσιν αὐτὸν κατὰ τὴν ἀριστερὰν πλευρὰν διὰ τῶν δοράτων, (ἐννέα δὲ ἦσαν ξύμπαντες,) ἐπὶ τὰ θάτερα κλίνουσι. τάχα δ’ ὂν κω ἐπεπτώκει, εἰ μὴ τὸ ξίφος, ὁ τῇ δεξιᾷ κατεῖχε χειρί ἔφθασεν ἐναπερεισθῆναι τῇ γῇ· ναὶ μὴν καὶ ἡ τοῦ μύωπος ἀκμὴ ταῦ ἀριστεροῦ ἐνὑακοῦσα τὸ ἄκρον τῆς ἐφεστρίδος, ὃ ὑπόστρωμα λέγουσιν, ἀκλινέστερον τὸν ἱππότην ἐποίει. καί αὐτὸς δὲ τῇ λαιᾷ τῆς χαίτης δραξάμενος τοῦ ἵππου, ἀνεῖχεν ἑαυτόν. βοηθεῖται μέντοι ἐκ θείας τινὸς δυνάμεως σωτηρίαν παρ’ ἐχθρῶν αὐτῷ κομιζούσης παραδόξως. ἀναφύει γὰρ δεξιόθεν ἄλλους Κελτοὺς τὰ δόρατα πρὸς ἐκεῖνον ὀρθώσαντας· οἱ κω τὰ ἄκρα τῶν δοράτων κατὰ τὴν δεξιὰν πλευρὰν ἐμβαλόντες, ὤρθωσάν τε ἀθρόον τὸν στρατιώτην κ· αἰ εἰς τὸ μέσον κατέστησαν. καὶ ἠν ἰδεῖν θαῦμα παράδοξον. οἱ μὲν γὰρ ἐξ εὐωνύμων ἀνατρέπειν ἠπείγοντο, οἱ δὲ ἐκ τῶν δεξιῶν τὰ δόρατα τῇ πλευρᾷ πήξαντες, ὥσπερ τοῖς πρώην ἐναντιούμενοι καὶ ἀντ- ρείδοντες δόρασι δόρατα, ἐπ’ ὀρθοῦ σχήματος τὸν βασιλέα ἐποίησαν. ἑδράσαντος δὲ ἑαυτὸν γενναιότερον καί συσφίγξαντος περιβάδην τὸν ἵππον ὁμοῦ καὶ τὴν ἐφεστρίδα, τηνικαῦτα γίνεταί τι τῆς γενναιότητος ἐκείνου τεκμήριον. ὁ γὰρ ἵππος ἄλλως μὲν καὶ θερμότατος ὢν καἰ ὑγροσκελής, ἄλλως δὲ καὶ ἀθλητικώτατος καἰ πολεμικός, (ἔφθη γὰρ ὅπου τοῦτον τοῦ Βρυεννίου μετὰ τῆς ἐρυθροβαφοῦς ἐφεστρίδος, ὁπότε τοῦτον εἷλεν ἐν τῷ καιρῷ τῆς μάχης, βασιλεύοντος ἴν Νικηφόρου τοῦ Βοτανειάτον,) τὸ δὲ ὅλον εἰπεῖν, ὑπὸ θείας προνοίας ἐμπνευσθείς, πάλλεταί τε εὐθὺς καὶ διαέριος γίνεται καὶ ἐπ' ἄκρου τῆς εἰρημένης πέτρας ἐφίσταται, ὥσπερ ὑπόπτερος κουφισθεὶς καί, τοῦτο δὴ τὸ τοῦ μύθου, Πεγάσου πτερὰ λαβών· Σγουρίτζην τουτονὶ τὸν ἵππον ὁ Βρυέννιος ὠνόμαζεν. τὰ δὲ τῶν βαρβάρων δόρατα, ὥσπερ κενεμβατήσαντα τὰ μὲν καὶ τῶν χειρῶν τούτων ἐξέπεσον. τὰ δὲ διαπεπαρμένα τοῖς μέρεσι τοῦ ἐσθήματος τοῦ βασιλέως ἐναπομείναντα, μετεωρισθέντα τῷ ἵππῳ συνηκολούθησαν. ὁ δὲ εὐθὺς ἀποκόπτει τὰ ἐπαγόμενα δόρατα. καὶ οὔτε τεθορύβηται τὴν ψυχὴν έν τοσούτοις δεινοῖς καταστάς, οὔτε συνεθολώθη τοὺς λογισμούς, ἀλλὰ ταχὺ τοῦ συνοίσοντος γίνεται καὶ τὸ παράδοξον ἐκ μέσου αὐτῶν ποιεῖται. οἱ δέ γε Κελτοὶ κεχηνότες εἱστήκεσαν, τὸ γεγονὸς ἐκπληττόμενοι· καὶ γὰρ ἦν ἐκπλήξεως ἄξιον· θεασάμενοι δὲ τοῦτον ἐφ’ ἑτέραν καὶ αὖθις ἐδίωκον. ὁ δὲ ἐπὶ πολὺ νῶτα τοῖς μεταδιώκουσι στρατιώταις διδούς, στρέψας τόν χαλινόν καὶ συναντήσας ἑνἰ τῶν διωκόντων, διελαύνει τὸ δόρυ τοῖς στέρνοις. ὁ δὲ τηνικαῦτα εἰς γῆν ὕπτιος ἔκειτο. ὁ δὲ βασιλεὺς αὖθις τὰς ἤνιάς στρέψας, εἴχετο τῆς προτέρας ὁδοῦ. συναντᾷ τοίνυν ἀπὸ τῶν ἔμπροσθεν διωκόντων τὰς Ῥωμαϊκὰς δυνάμεις Κελτοῖς οὐκ ὀλίγοις· οἱ δὲ πόρρωθεν τοῦτον θεασάμενοι, συνησπικότες ἔστησαν, τούς τε ἵππους ἀναψῦξαι βουλόμενοι, ἅμα δὲ καὶ ζωγρῆσαι τοῦτον ἐθέλοντες κἀντεῦθεν ὥσπερ τι λάφυρον τῷ Ῥομπέρτῳ κομίσαι. ὁ δὲ ἅμα μὲν τοὺς ὄπισθεν φεύγων διώκοντας καἰ τοὺς ἔμπροσθεν θεασάμενος, ἀπεγνώκει τὰς σωζούσας ἐλπίδας. συλλεξάμενος δὲ ἑαυτόν ἐπεὶ τῶν ἄλλων μέσον τινὰ ἐθεάσατο, ἀπό τε τοῦ σώματος καὶ τῆς τῶν ὅπλων ἀποπαλλομένης αἴγλης τὸν Ῥομπέρτον εἶναι νομίσας, καταστήσας τὸν ἵππον, κατ' αὐτοῦ φέρεται· κἀκεῖνος δ’ ἐκεῖθεν, πρὸς αὐτὸν τὸ δόρυ εὐθύνας. καὶ μέντοι γε καὶ συνελάσαντες ἄμφω κατὰ τὸ μεταίχμιον, κατ’ ἀλλήλων ἴενται. ται. πρότερος δὲ ὁ αὐτοκράτωρ διιθύνας τὴν χεῖρα, πώει τοῦτον διὰ τοῦ δόρατος· τὸ δὲ αὐτόθεν διὰ τῶν μαζῶν εἰς τὰ μετάφρενα διεκβάλλεται. καὶ τόν μὲν βάρβαρον αὐτίκα εἶχεν ἡ γῆ· εὐθὺς δὲ τοῦτον ἀφῆκε καὶ ἥ ψυχή, τῆς τρώσεως καιρίας γεγενημένης. καὶ τοῦ λοιποῦ ὁ βασιλεύς, διασχισθείσης τῆς φάλαγγος, διὰ μέσων αὐτῶν ἔξιππάσατο, ἄδειαν ἑαυτῷ ἐφευράμενος τὴν σφαγὴν τοῦ βαρβάρου τούτου. οἱ δ’ εὐθὺς τὸν τρωθέντα εἰς γῆν ἐρριμμένον θεασάμενοι, περιχυθέντες τῷ κειμένῳ, περὶ αὐτὸν διεπονοῦντο. καὶ οἱ ὄπισθεν δὲ τὸν βασιλέα διώκοντες τούτους θεασόμενοι, ἀποβάντες τῶν ἵππων καὶ γνωρίσαντες τὸν ἄνδρα, ἐκόπτοντο ὀλολύζοντες. ἀλλ’ ὁ Ῥομπέρτος μὲν οὐκ ἦν, ἕτερος δὲ τῶν ἐπιφανῶν καὶ ὁ τούτου δεύτερος. τούτων δὲ ἀσχολουμένων, ὁ βασιλεὺς ἐπὶ τὰ πρόσω τὴν πορείαν ἐπεποίητο.