Ancient Greek
ΑΛΞΙΑΣΗ.
Anna Comnena, Ἀλεξιάδα 6.1-8
Not analysed yet
Τῶν ταγμάτων δὲ τοῦ τε Κομανικοῦ καὶ ῾Ρωμαϊκοῦ ἀπ᾿ ἀλλήλων διακριθέντων, καὶ τοῦ αὐτοκράτορος περὶ λύχων ἁφὰς πρὸς δεῖπνον ἀπιδόντος, δυσχεραίνων εἱστήκει ὁ καλούμενος Συνέσιος, “τί τὸ γινόμενον καὶ· τίς αὕτη ἡ καινὴ οἰκονομία;” λέγων πρὸς τὸν αὐτοκράτορα. “ἕκαστος τῶν στρατιωτῶν ἀνὰ τριάκοντα καὶ πλείω δεσμώτας ἔχει Σκύθας. ἡ τῶν Κομάνων πληθὺς ἐγγὺς ἡμῶν ἐστιν. εἰ γοῦν ὑπνώσαιεν οἱ στρατιῶται, καθάγε καὶ δεῖ, τοσοῦτον κεκοπιακότες, καὶ οἱ Σκύθαι ἄλλος ἄλλον λύσαντες καὶ τοὺς ἀκινάκεις σπασάμενοι ἀναιρήσουσιν αὐτούς, τί τὸ λοιπὸν ἔσται; ἀλλὰ κέλευσον ἀναιρεθῆναι θᾶττον τοὺς πλειιονας.” ὁ δὲ βασιλεὺς δριμὺ πρὸς αὐτὸν ἐνιδών. ἔφη “κἂν Σκύθαι, ἀλλὰ πάντως ἄνθρωποι, κἀν ἐχθροὶ, ἀλλ᾿ ἐλέους ἄξιοι. αὐτὸς δ᾿, οὐκ οἶδα, τί φρονήσας ταῦτα ληρεῖς;” τὸν δ᾿ ἐνιστάμενον μετ᾿ ὀργῆς ἀπεπέμψατο. προσέταξε δὲ τηνικαῦτα διαλαλιὰν εἰς ἃπαν τὸ στρατευμα γενέσθαι, ἅπαντα τὰ τῶν Σκυθῶν ἀναλαβομένους ὅπλα εἰς ἵνα καταθέσθαι τόπον ,τοὺς δὲ δεσμώτας παραφυλάττειν. ταῦτα κελεύσας ὲν ἀμεριμνίᾳ τὸ λοιπὸν τῆς νυκτὸς ἦν. πέρι μέσην δὲ φυλακὴν τῆς νυκτός, εἴτε ἐκ θεώς ὀμφῆς, εἴτε κίκι ὅπως οὐκ οἰδα, ὁμῶς δ’ οὖν ὡς ὁ ἰνὸς συνθήματος μικροῦ πάντας οἱ στρατιῶται ἀπέκτειναν. τοῦτο ὁ βασιλεὺς αὐγαζούσης ἡμέρας ἀκηκοώς, ὕποπτον εὐθὺς τὸν Συνέσιον εἶχέ. μετακαλεῖται τοίνυν παραχρῆμα τοῦτον. καὶ αἰτιώμενος σφοδρῶς ἠπειλεῖτο λέγων “τοῦτο τὸ ἔργον σόν." τοῦ δὲ ἐπομνυμένου μὴ εἰδέναι, ἐπέταξε δεσμηθέντα τοῦτον κατασχεθῆναι, “γνώτω" λέγων “οποῖυν καὶ μόνον ὁ δεσμὸς κακόν ἐστιν ,ὡς μηκέτι κατὰ ἀνθρώπων τοιαύτας ἀποφάσεις ποιεἴσθαι.’’ τάχα δὲ ἂν καἰ ἐκόλασε τοῦτον, εἰ μὴ προσελθόντες οὶ καθ' αἷμα καὶ ἐξ ἀγχιστείας προσήκοντες τῷ αὐτοκράτορι μεγιστᾶνες κοινὴν τὴν ὑπὲρ τοῦ Συνεσίου ἰκετηρίαν ἐποιοῦντο. τῶν δὲ Κομάνων οἱ πλείους πτοηθέντες, μὴ τι δεινὸν καὶ κατ’ ἀυτῶν ὁ αὐτοκράτωρ νυκτὸς μελετήσειε, τὴν λείαν πᾶσαν ἀναλαβόμενοι, νυκτὸς ᾤχοντο, τὴν πρὸς τὸν Δάνουβιν φέρουσαν ὁδεύοντες. αὐτὸς δὲ αὐγαζούσης ἡμέρας, φεὐγων τὴν τῶν νεκρῶν σωμάτων δυσωδίαν, ἀπάρας ἐκεῖθεν ἔρχεται ἐπί ανφαψινορις τινα τόπον Καλὰ δένδρα καλούμενον, σταδίους δέκα πρὸς τοῖς ὀκτὼ ἀπέχοντα τῶν Χοιρηνῶν. ἀπερχόμενον δὲ ἐκεῖσε κατέλαβεν ὁ Μελισσηνός, οὐ γὰρ ἔφθασε παραγενέσθαι ἐν τῷ καιρῷ τῆς μάχης, ἀσχολούμενος τὴν πληθὺν ἐκείνην τῶν νεολέκτων ἀποστεῖλαι πρὸς τὸν αὐτοκράτορα. ἀλλήλους τοίνυν ἀσπασάμενοι κὼ συγχαρέντες, ὡς εἰκός, τὸ λοιπὸν τῆς ὁδοιπορίας περὶ τῶν συμπεσόντων ἐπὶ τῇ τῶν Σκυθῶν ἥττῃ ὡμίλουν. μεμαθηκὼς δὲ ὁ αὐτοκράτωρ, ὁπηνίκα τὰ Καλὰ δένδρα κατέλαβε, τὸν δρασμὸν τῶν Κομάνων, ὁπόσα τούτοις ἀνῆκε πρὸς λόγον τῶν συμφωνηθέντων αὐτοῖς, ἐπισάξας έν ἡμιόνοις, ἀπέστειλε πρὸς αὐτούς, ἐντειλάμενος σπεῦσαι καταλαβεῖν αὐτοὺς καὶ πέραθεν, εἰ δυνηθεῖεν, Δανούβεως καὶ δοῦναι τὰ ἀποσταλέντα. βαρὺ μὶν αὐτῷ ἦν διὰ παντός, μὴ μόνον ψεύδεσθαι, ἀλλὰ καὶ τὸ δόξαι ψεύδεσθαι, ὁμιλίαν ἱκανὴν πρὸς ἅπαντας περὶ ψεύδους ποιουμένῳ. ἀλλὰ ταῦτα μὲν περὶ τῶν φευγόντων· τοὺς δέ γε λοιποὺς ἐφεπομένους αὐτῷ εἱστία τὸ λοιπὸν τῆς ἡμέρας δαψιλῶς. δέον δὲ ἐλογίσατο, μὴ τηνικαῦτα τοὺς ἀνήκοντας δοῦναι μισθούς ἀλλὰ μεθεῖναι τοὺς εἰς ὕπνον τραπέντας καταπέψαι τὸν οἶνον, καὶ οὕτω τὸ φρονοῦν τῆς ψυχῆς συλλεξαμένους ἐν ἐπιγνώσει γενέσθαι τοῦ πραττομένου. τῇ μετ᾿ αὐτὴν οὖν μετακαλεσάμενος ἅπαντας, οὐ τὰ προϋπεσχημένα δίδωσι μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα. σκεψάμενος δέ, ἐπεὶ ἀπολύειν τούτους οἴκαδε ἐβούλετο, μὴ ἐν τῷ ἀπιέναι εἰς προνομὴν σκεδασθέντες οὐ μικρὰν ταῖς κατὰ τὴν ὁδὸν παρακειμέναις κωμοπόλεσι τὴν βλάβην ἐπάξωσιν, ὁμήρους ἐξ αὐτῶν λαμβάνει. αἰτησαμένων δὲ καὶ αὐτῶν τὰ κατὰ τὴν ὁδὸν αὐτοῖς ἀσφαλίσασθαι, δίδωσιν αὐτοῖς τὸν Ἰωαννάκην, ἀνὴρ δὲ οὑτος ἀνδρείᾳ καὶ φρονήσει διαφέρων,) τὴν τῶν ἁπάντων οἰκονομίαν διαθέμενος καὶ τὴν μέχρις αὐτοῦ τοῦ Ζυγοῦ τῶν Κομάνων εὐθέτησιν. τοιαῦτα μὶν οὖν τὰ τοῦ αὐτοκράτορος θείᾳ πάντως προνοίᾳ. πάντα γουν κατὰ τὸ πλῆρες τελέσας, τροπαιοφόρος αὐτὸς νικητὴς πρὸς τὸ Βυζάντιον ἐπανέρχεται, Μαΐου παριππεύοντος μηνός. ἀλλὰ τὰ μὲν τῶν Σκυθῶν ὧδέ πη πέρας ἐχέτω, κἂν ἐκ πολλῶν ὀλίγα μοι εἴρηται, ἄκρῳ δακτύλῳ τοῦ Ἀδριατικοῦ ἁψαμένῃ πελάγους. τὰς γὰρ λαμπρὰς τοῦ αὐτοκράτορος νίκας, τὰς μερικὰς τῶν πολεμίων ἥττας, τὰς καθ᾿ ἕνα τούτου ἀνδραγαθίας, τὰ ἐν τῷ μεταξὺ συμπίπτοντα τοῖς τότε καιροῖς, καἰ ὅπως πρὸς ἅπαντας ἐποικίλλετο τε καὶ διὰ παντοίας μεθόδου διέλυε τὰ συμπίπτοντα δεινά, οὐδ᾿ ἂν Δημοσθένης ἄλλος ἥ καὶ ὁ ἅπας τῶν ῥητόρων χορός, οὐδ᾿ ἂν ἡ Ἀκαδημία πᾶσα καὶ ἡ Στος εἰς ταὐτὸν συνεληλυθέτην καὶ προὔργου παντὸς τὰς Ἀλεξίου πράξεις ἐποιήσαντο, τούτων ἐφικέσθαι ἐξίσχυσαν.