Ancient Greek · ~14 min
ΑΛΞΙΑΣΗ.
Anna Comnena, Ἀλεξιάδα 7.1-7
Not analysed yet
Οὐ πολλαὶ διῆλθον ἡμέραι τῆς τοῦ Βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως, καὶ ὁ Ἀρισέβης Ἀρμένιος καὶ ὁ Κελτὸς Οὐμπερτόπουλος (λογάδες οὗτοι ἄνδρες τῶν ἐπιφανῶν Αρειμάνιοι) κατὰ τοῦ αὐτοκράτορος μελετήσαντες ἐφωράθη σαν, πλῆθος οὐκ ἀγεννὲς πρὸς ταυτηνὶ τὴν βουλὴν ἐπισυρόμενοι. καὶ οἱ ἔλεγχοι παρῆσαν, καὶ ἡ ἀλήθεια ἐπαρρησιάζετο. κατάκριτοι δὲ ἤδη καταστάντες οἱ ἐπίβουλοι, δήμευσιν καὶ ὑπερορίαν τηνικαῦτα κατεκρίθησαν, τῶν ἐκ τῶν νόμων ποινῶν τοῦ αὐτοκράτορος σχολὴν παντελῆ καταψηφισαμένου, μηδενὸς τὸ σῶμα λωβηθέντος. λογοποιουμένην δὲ Κομάνων ἔφοδον μανθάνων ὁ αὐτοκράτωρ, ἐκεῖθεν δὲ καὶ τὸν Βοδῖνον καὶ αὐτοὺς Δαλμάτας παρασπονδῆσαί τε καὶ κατὰ τῆς ἡμεδαπῆς χωρῆσαι βουλομένους, ἐμερίζετο τοῖς λογισμοῖς πρὸς ὁπότεροι ἂν ἀπονεύσειε τῶν ἐχθρῶν. δέον οὖν αὐτῷ ἐδόκει κατὰ τῶν Δαλματῶν πρώτως ἐξοπλίσασθαι καὶ προκαταλαβεῖν τὸ ἀναμεταξὺ τῆς ἡμεδαπῆς καὶ αὐτῶν διακείμενα τέμπη καί, ὡς ἐνόν, ἀσφαλίσασθαι. συναγαγὼν τοίνυν ἅπαντας καὶ ἀνακοινωσάμενος τὸ σκοπούμενον, ἐπει συνοῖσον ἅπασι τοῦτ᾿ ἐδόκει, ἔξεισι τῆς μεγαλοπόλεως, τὰ κατὰ τὴν ἑσπέραν προμηθευσόμενος. καὶ ταχὺ τὴν Φιλιππούπολιν καταλαβών, καὶ γράμματα δεξάμενος τοῦ τηνικαῦτα ἀρχιεπισκόπου Βουλγαρίας χρηματίζοντος περὶ τοῦ δουκὸς Δυρραχίου Ἰωάννου τοῦ υἱοῦ τοῦ σεβαστοκράτορος, διαβεβαιούμενα ἀποστασίαν ἐκεῖνον ὠδίνειν, ἀθυμῶν διὰ πάσης ἡμέρας καὶ νυκτὸς ἦν, πὴ μὲν διὰ τὸν ἐκείνου πατέρα ἀναβαλλόμενος τὴν τῆς ὑποθέσεως ἐξέτασιν, πὴ δὲ καὶ δεδιώς, μὴ ἅπερ ἡ φήμη λέγει οὐ ψεύσεται. καὶ ἐπεὶ μειράκιον ἦν ὁ Ἰωάννης, ὡς ἐπίπαν τάς τῶν τοιούτων ὁρμὰς ἀκαθέκτους γινώσκων, ἐδεδίει, μή τι νεωτερίσειε καὶ λύπης ἀφορήτου ἀμφοῖν τῷ τε πατρὶ καὶ θείῳ πρόξενος γένοιτο. δεῖν οὖν ἐλογίσατο διὰ πάσης μεθόδου σπεῦσαι τὴν ἐκείνου σφῆλαι βουλήν. ἐκήδετο γὰρ τούτω, ὁπόσον ἄν τις εἴποι. μεταπεμψάμενος οὖν τὸν τότε μέγαν ἑταιρειάρχην Ἀργυρὸν τὸν Καρατζάν, Σκύθην μὲν ὄντα, φρονιμώτατον δὲ καὶ ἀρετῆς καἰ ἀληθείας ἐπιμελούμενον, διττὰς ἐπιδίδωσιν αὐτῷ γραφάς, τὴν μὲν πρὸς τὸν Ἰωάννην τοιαῦτα διαλαμβάνουσαν· “ἡ μὲν βασιλεία μου βαρβαρικὴν διὰ τῶν κλεισουρῶν ἔλευσιν κατ’ αὐτῆς μεμαθηκυῖα, ἐξεληλύθει τῆς Κωνσταντινουπόλεως, ἐφ᾿ ᾧ τὰ μεσαίχμια τῆς ῾Ρωμαίων ἀρχῆς ἀσφαλίσασθαι. δέον οὖν ἐστι καὶ αὐτόν σε παραγενέσθαι, τὰ κατὰ τὴν ὑπό σε ἀρχὴν ἀναδιδάξοντα· (δέδια γὰρ καὶ τὸν Βολκάνον, μὴ καὶ αὐτὸς ἐναντία καθ᾿ ἡμῶν φρονήσας μελετήσῃ,) πρὸς δὲ καὶ τὰ κατὰ τὴν Δαλματίαν ἀναγγελεῖν πρὸς ἡμᾶς καὶ περὶ αὐτοῦ τοῦ Βολκάνου, εἰ ταῖς εἰρηνικαῖς ἐμμένει σπονδαῖς, (καὶ γὰρ οὐκ ἀγαθαί μοι περὶ αὐτοῦ ἀγγελίαι καθ᾿ ἑκάστην κομίζονται,) ἵνα σαφέστερόν τι μεμαθηκότες καὶ πρὸς τὰς αὐτοῦ ἐπιπλέον παρασκευασώμεθα μηχανάς, καί σοι τὸ δέον ὑποθέμενοι, αὖθις πρὸς τὸ Ἰλλυρικὸν ἐκπέμψωμεν, ὅπως ἐξ ἑκατέρου μέρους τοῖς ἐχθροῖς μαχόμενοι, τὴν νικῶσαν, θεοῦ ὑπαρήγοντος, σχοίημεν.” ταῦτα μὲν ἡ πρὸς τὸν Ἰωάννην γραφὴ διελάμβανεν. ἡ δέ γε πρὸς τοὺς λογάδας τῶν ἐποίκων Δυρραχίου τοιαῦθ᾿ ὑπηγόρευεν· “ἐπεὶ καθ᾿ ἡμῶν μελετᾷν τὸν Βολκάνον αὖθις μεμαθηκότες, τῆς Βυζαντίδος ἐξεληλύθειμεν, κατασφαλισόμενοί τε τὰ ἐν μεσαιχμίῳ τῆς τε ἡμεδαπῆς καὶ τῶν Δαλματῶν διακείμενα τέμπη, ἅμα δὲ καὶ τὰ κατ᾿ αὐτὸν καὶ τοὺς Δαλμάτας ἀκριβώσασθαι· διά τοι ταῦτα δέον κρίναντες μετακαλέσασθαι τὸν ὑμέτερον δοῦκα καὶ ποθούμενον ἀνεψιὸν τοῦ κράτους ἡμῶν, τουτονὶ τὸν τὴν ἡμετέραν ἐγχειρίζοντα ὑμῖν γραφὴν ἐξαπεστείλαμεν, δοῦκα τοῦτον προχειρισάμενοι. δέξασθε αὐτὸν καἰ ὑμεῖς, καὶ εἰς πᾶν τὸ παρ᾿ αὐτοῦ προσταττόμενον ὑπείκετε." ταύτας οὖν τὰς γραφὰς ἐγχειρίσας τῷ Καρατζᾷ, ἐνετείλατο ἀπελθόντα πρῶτα μὶν ἐγχειρίσαι τῷ Ἰωάννη τὴν πρὸς αὐτὸν γραφήν. καὶ εἰ μὶν αὐθαιρέτως ἕπεται, ἐκεῖνον μὶν ἐκεῖθεν μετ᾿ εἰρήνης προπέμψαι, αὐτὸν δὲ τὴν φρουρὰν τῆς χώρας ἀναδέξα- σθαι, μέχρις ἂν ἐκεῖνος αὖθις ἐπανέλθοι· εἰ δὲ ἀντιτείνει καὶ μὴ πείθεται, μεταπέμψασθαι τοὺς ὑπερέχοντας τῶν Δυρραχιτῶν καὶ τὴν ἑτέραν ὑπαναγνῶναι γραφήν, ἐφ᾿ ᾧ συνάρασθαι αὐτῷ ἐπὶ τῷ τὸν Ἰωάννην κατασχεῖν.