Ancient Greek · ~16 min
ΑΛΕΞΙΑΕΘ.
Anna Comnena, Ἀλεξιάδα 6.1-9
Not analysed yet
Ἀλλ' ἵνα μὴ συγκεχυμένος ὁ λόγος προΐῃ, τὰ κατὰ τὸν Διογένην Νικηφόρον ἐξ αὐτῆς ἀρχῆς ἱστορείτω. ὅπως μὲν οὖν ὁ τούτου πατὴρ 'Ρωμανὸς εἰς τὴν βασίλειον ἀνήχθη περιωπὴν καὶ ὁποῖον τέλος ἔσχε τὰ κατ’ αὐτόν, διαφόροις τῶν ἱστοριογράφων ἐμέλησε, κἀκεῖθεν ἐξέσται τὰ περὶ τούτου ἀναλέγεσθαι τοῖς βουλομένοις. ἐπὶ παῖσι δὲ ὅμως τετελευτήκει τῷ τε Λέοντι καὶ τῷ Νικηφόρῳ. ὁ δὲ αὐτοκράτωρ Ἀλέξιος ἐκ προοιμίων τῆς αὐτοῦ ἀναρρήσεως παραλαβὼν τούτους ἰδιώτας ἐκ βασιλέων, (καὶ γὰρ ἅμα τοῦ τῆς βασιλείας ἐπιβῆναι ὁ Μιχαὴλ καὶ αὐτάδελφος αὐτῶν αὐτοὺς μὲν τῶν ἐρυθρῶν ἀπογυμνοῖ πεδίλων καὶ τὰ στέφη τούτων ἀφαιρεῖται ,καὶ ὑπερορίαν ξὺν τῇ μητρὶ αὐτῶν τῇ βασιλίσσῃ Εὐδοκίᾳ εἰς τὴν μονὴν τοῦ Κυπερούδη καταψηφίζεται,) παντοίας θεραπείας ἤξίου, τὸ μέν τι δι’ ὃ πεπόνθασιν οἰκτείρων αὐτούς, τὸ δέ τι καὶ τοὺς νέους ὁρῶν κατά τε σώμ τος ὥραν καἰ ῥώμην διαφέροντας τῶν πολλῶν ,χνοάζοντας μ(??)ν καἰ ἀρτιφυεῖς τὸ γένειον ,ὑψηλοὺς καὶ ἰσομέτρους ὡσπερ ὑπὸ κανόνα τὸ μέγεθος καὶ αὐτὸ τὸ νεοτήσιον ἤδη ἐκφύοντας ἄνθος, ἐξ αὐτῆς τε ὄψεως τὸ θυμοειδὲς αὐτῶν καὶ γενναῖον τοῖς μὴ διὰ πάθος τυφλώττουσιν ἀριδήλως ἐμφαίνοντας, καὶ σκύμνους οἷον λέοντος· καὶ ἄλλως δέ, ὁποῖος ἐκεῖνος μὴ ἐπιπολαίως ὁρῶν, μήτε πρὸς τὴν ἀλήθειαν μύων, μηδὲ πάθεσιν ἁλισκόμενος ἐπιψόγοις, ἀλλὰ ταλαντεύων τὸ ὂν έν ἰσορρόπῳ στάθμη τῆς συνειδήσεως ,καὶ τὸ ὕψος ἕξ οὗπερ ἐπεπτώκεσαν λογιζόμενος, ἐνηγκαλίζετο ἶσα καὶ τέκνοις ἰδίοις, τί μὶν οὐ λέγων, τί δὲ οὐ πράττων ἀγαθὸν ἐς αὐτούς, τί δὲ οὐ προμηθευόμενος; κἂν ὁ φθόνος βάλλων αὐτοὺς τοῖς τοξεύμασιν οὐκ ἀνίει. ἐκ πολλῶν γὰρ κατ’ αὐτῶν ἐρεθιζόμενος ὁ αὐτοκράτωρ, αὐτὸς μᾶλλον πάσης αὐτοὺς ἐπικουρίας ἠξίου, ἱλαρὸν ἐνατενίζων ἀεὶ καὶ ἐνωραϊζόμενος οἷον ἔπι αὐτοῖς, ξυμβουλεύων τε διαπαντὸς τὰ συνοίσοντα. ἄλλος μὲν γὰρ ἴσως καἰ ὑπόπτους ἂν ἐλογίσατο τούτους καἰ ἐκποδὼν διὰ παντοίας μεθόδου ἐξ ἀντῇς ἀρχῆς ποιῆσαι ἐσπούδασεν ἄν· οὗτος δὲ ὁ αὐτοκράτωρ τὰς τῶν πολλῶν κάτα τῶν νέων εἰσηγήσεις παρ’ οὐδὲν ἐτίθετο, ἔξόχως τούτους φιλῶν, τὴν μέντοι μητέρα τούτων Εὐδοκίαν καὶ δωρεῶν ἀξιῶν καὶ τιμῆς τῆς προσηκούσης βασιλίσσαις μὴ ἀπο- στερῶν, καὶ αὐτῷ δὲ τῷ Νικηφόρῳ τὴν τῆς νήσου Κρήτης ἀρχὴν ἀνέθετο εἰς ἐνδιαίτημα ἴδιον. ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς. τούτων δὲ ὁ μὲν Λέων, φρονήματος ὢν ἀγαθοῦ καὶ γνώμης ἐλευθέρας, ὁρῶν δὲ κω τὴν βασιλέως εἰς αὐτοὺς εὐμένειαν, ἔστεργε τὴν λαχοῦσαν ἐπαναπαυόμενος Οἶον ἐπὶ τοῖς παροῦσι κατὰ τὸν εἰπόντα "Σπάρταν ἔλαχες ταύταν κόσμει." ὁ δέ γε Νικηφόρος δύσοργος καὶ βαρύμηνις ὤν, καὶ βυσσοδομεύων κατὰ τοῦ αὐτοκράτορος κὼ τυραννήσειν μελετῶν οὐκ ἐπαύετο· ὑποβρύχιον δὲ ὅμως εἶχε τὴν βουλήν. ἤδη δὲ καὶ τοῦ ἔργου ἀπαρξάμενος, γνησιώτερόν τισι προσωμίλει. οὐκ ἐλάνθανε τοῦτο τοὺς πλείστως· ὄι· ὦν καὶ εἰς τὰς ἀκοὰς ἔφθανε τοῦ βασιλέως. ὁ δὲ βασιλεύς καινόν τι ποιῶν, μεταπεμπόμενος τούτους ἐν καιροῖς ἁρμοδίος, οὐκ ἐνέφαινε μὶν τὸ ἀκουσθέν, εὐφυῶς δὲ παρῄνει καὶ τὰ εἰκότα συνεβούλευε. καὶ ὅσῳ μᾶλλον τῆς ἐπιβουλῆς ἐν γνώσει ἐγίνετο, τοσούτῳ μᾶλλον ἐλευθερώτερον πρὸς αὐτοὺς διετίθετο, οὕτω βουλόμενος τούτους κερδανεῖν. ἀλλ’ Αἰθίοψ οὐκ ἐλευκαίνετο. ἔμενε γὰρ ὁ αὐτὸς καὶ μετεδίδου τῆς λύμης, ὁπόσοις ἂν προσεπέλασε, τοὺς μὶν δι’ ὅρκων, τοὺς δὲ δι' ὑποσχέσεων σφετεριζόμενος. τοῦ μὶν οὖν κοινοῦ τοῦ στρατοῦ οὐ τοσοῦτον ἔμελλε τῷ Νικηφόρῳ· ἤδη γὰρ ἅπαντες πρὸς αὐτὸν ἀπονενεύκασι· ἀλλ’ ὅλος πρὸς τοὺς μεγι- ατᾶνας ἀπονενευκώς, τῶν τε ἡγεμόνων καὶ τῶν τῇ συγκλήτῳ κατειλεγμένων προκρίτων ἀνδρῶν πολλὴν φροντίδα ποιούμενος, ὑπεποιεῖτο αὐτούς. ἥν γὰρ τὴν φρένα μὲν ὀξύτερος ἀμφιστόμου ξίφους, στάσιμος δὲ οὐδαμῶς, εἰ μὴ ὅσον πρὸς τὸ τυραννήσειν τὸ ἀμετάθετον ἐνεδείκνυτο· μελιχρὸς ἐν λόγοις, ἐν συναναστροφαῖς ἡδύς, ταπεινοφροσύνην μὲν ὡς ἀλωπεκῆν ποτε περιβαλλόμενος, ἔστιν οὑν καὶ τὸ θυμοειδὲς καθάπερ λέων ἐμφαίνων ποτέ, ῥωμαλέος καὶ πρὸς Γίγαντας ἐγκαυχώμενος ἁμιλλᾶσθαι, σιτόχρους τὴν ὄψιν, εὐρὺς τὰ στέρνα, ὑπερωμίας τῶν τότε καιροῦ ὄντων ἀνδρῶν. εἰ δὲ σφαιρίζοντα τοῦτον εἶδέ τις, εἰ δὲ ἱππαζόμενον, εἰ δὲ ὀϊστὸν πέμποντα, εἰ δόρυ κραδαίνοντα καὶ ἱππασίας ποιούμενον, θαῦμα ἐδόκει καινὸν θεᾶσθαι, ἐκεχήνει τε καὶ μόνον οὐ πεπηγὼς ἦν. διὰ τοῦτο καὶ μᾶλλον τὴν τῶν πολλῶν ἐπεσπᾶτο εὔνοιαν. τοσοῦτον δὲ τὸ σπουδαζόμενον αὐτῷ προῄει, ὡς καὶ αὐτὸν τὸν ἐπ᾿ ἀδελφῇ τοῦ αὐτοκράτορος γαμβρὸν Μιχαὴλ τὸν Ταρωνίτην τῷ τοῦ πανυπεσεβάστου τιμώμενον ἀξιώματι ὑποποιήου- σθαι.