Ancient Greek · ~18 min
ΑΛΕΞΙΑΕΘ.
Anna Comnena, Ἀλεξιάδα 5.1-8
Not analysed yet
Ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ’ ἀνεκτῶς εἶχεν. ἀλλ’ εὐθὺς αὖθις ἐξωπλίσατο, μὴ πάνυ τι μηδὲ τοῦ αὐλητοῦ Τιμοθέου πρὸς τοῦτο δεόμενος, καθάπερ Ἀλέξανδρος περιμείνας τὸν ὄρθιον νόμον. αὐτὸς τε οὖν ὁ ἀυτοκράτωρ περιθέμενος ὅπλα καἰ τοὺς ἄλλους ὁπλίσας τοὺς τότε παρατυχόντας, τῆς κατευθὺ Δαλματίας φερούσης εἴχετο, σπεύδων τὰ μὲν φθάσαντα ἐριπωθῆναι τῶν κάστρων ἀνεχεῖραι αὖθις καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα καὶ ἀντίποινα τῶν παρ’ αὐτοῦ πεπραγμένων ἐν περιουσίας κατ’ αὐτοῦ διαπράξασθαι. ἀπάρας οὖν τῆς μεγαλοπόλεως καὶ τὸ Δαφνούτιον καταλαβών, πόλις δὲ τοῦτο παλαιά ,τῆς Κωνσταντίνου σταδίους ἀπέλουσα τεσσαράκοντα,) καὶ τοὺς μήπω ἐφθακότας τῶν συγγενῶν ἐκδεχόμενος, αὐτοῦ που ἐκαρτέρει. τῇ γοῦν μετ' αὐτὴν καταλαμβάνει Διογενὴς ὁ Νικηφόρος πλήρης θυμοῦ καὶ φρονήματος· τῷ συνήθει δὲ χρώμενος προσωπείῳ, τῳ ἀλωπεκῆν περιεβέβλητο, καὶ τὴν ὄψιν χαριεστέραν διατιθείς, τῷ βασιλεῖ προσφέρεσθαι ἐλευθέρως ἐσχηματίζετο. τὴν μέντοι σκηνὴν οὐ τῷ συνήθει ἀποστήματι τοῦ βασιλικοῦ κοιτῶνος ἐπήξατο ,ἀλλ’ ἀγχοῦ τῆς πρὸς τὸν βασιλέα εἰσαγούσης ἀνόδου. Μανουὴλ δὲ ὁ Φιλοκάλης τοῦτο θεασάμενος καὶ ὡς ὑπὸ κεραυνοῦ βληθεὶς. ἔπει οὐδὲ τὰ παρ’ αὐτοῦ μελετώμενα τοῦτον διελάνθανεν, αὖος παραχρῆμα εἱστήκει. μόλις δὲ συναγαγὼν τὸ φρονοῦν τῆς ψυχῆς ,πρόσεισιν εὐθὺς τῷ βασιλεῖ καί φησιν “οὐχ ἁπλοῖν τὸ γινόμενον μοι δοκεῖ, ἀλλὰ δέος μοι ἔπεισι, μή τι νυκτὸς κατὰ τῆς σῆς νεωτερισθῇ βασιλείας. ῥήμασι γοῦν τισι πρὸς αὐτὸν χρησάμενος, ἐκεῖθεν μεταβῆναι τοῦτον παρασκευάσω." ὁ δέ, ὁποῖος ἐκεῖνος ἀκατάσειστον ὡς ἐπίπαν ἔχων τὸ φρόνημα, οὐδαμοῦ παρεχώρει τοῦ ἔργου τῷ Φιλοκάλῃ. πολλὰ δὲ τούτου βιαζομένου, “ἔα" φησιν. “οὐ χρὴ πρόφασιν τοῦτον ἐξ ἡμῶν ἐσχηκέναι. ἔστω τῆς καθ’ ἡμῶν μελέτης αὐτὸς ὁ αἴτιος πρός τε θεὸν καὶ ἀνθρώπους." ἀχθόμενος δὲ ὁ Φιλοκάλης ναί τύπτων τὰς χεῖρας, μεματαιωμένον τε τὸν βασιλέα ἀποκαλῶν, μεθίστατο. σού πολὺ τὸ ἐν μέσῳ ,καὶ τοῦ βασιλέως σὺν αὐτῇ τῇ βασιλίδι ἀπεριμερίμνως ὑπνώττοντος περὶ μέσην φυλακὴν τῆς νυκτὸς ἄνεισιν ὁ Διογενὴς, ξίφος ὑπὸ τὴν μάλην φέρων· καἰ ἐπιβεβηκὼς τῶν οὐδῶν ἔστη. κοιμωμένῳ γὰρ τούτῳ τῷ βασιλεῖ οὔτε θύραι ἐπεζυγοῦντο, οὔτ’ ἐκτὸς ἐπηγρύπνει φρουρά. ἀλλὰ ταῦτα μὲν τὰ πέρι τὸν βασιλέα. τὸν δέ γε Νικηφόρον θεία τις τῷ τότε δύναμις ἀπεῖρξε τοῦ ἐγχειρήματος. τὴν παιδίσκην γὰρ θεασάμενον τὴν τὸν ἀέρα καὶ πόρρω ποι τοὺς κώνωπας ἀπωθουμένην τοῦ τῶν βασιλέων χρωτός, παραχρῆμα ὑπό τε τρόμος ἔλλαβε γυῖα ,ὦχρός τέ μιν εἶλε παρειάς, κατὰ τὸν ποιητὴν φάναι, ἐς νέωτα τὸν φόνον ἀναρτήσαντα. καὶ οὗτος μὲν τὴν ἀποφάσιστον τοῦ αὐτοκράτορος σφαγὴν ἐμελέτα διαπαντός ,ἐκεῖνον δὲ οὐδὲν τῶν μελετηθέντων κατ’ αὐτοῦ διελάνθανε. ταχὺ γὰρ ἡ παιδίσκη τοῦτο προσελθοῦσα τὸ δρᾶμα ἀπήγγειλε. τοιγαροῦν ἐκεῖθεν τῇ μετ’ αὐτὴν ἀπάρας, τῆς προκειμένης ὁδοῦ εἴχετο, τὸν ἀγνοοῦντα μὲν ὑποκρινόμενος, οἰκονομῶν δὲ καὶ τὰ κατ’ αὐτὸν τοσοῦτον, ὡς ἅμα μὲν καὶ φυλάττεσθαι, ἅμα δὲ καὶ ἡντιναοῦν εὔλογον λαβὴν διδόναι τῷ Νικηφόρῳ. έν τοῖς μέρεσιν οὖν γενόμενος τῶν Σερρῶν, ἐπεὶ ὁ Πορφυρογέννητος Κωνσταντῖνος ὁ Δούκας συνεπόμενος τῷ αὐτοκράτορι ᾐτεῖτο εἰς τὸν ἴδιον ἀγρὸν καταλῦσαι ἐπιτερπῆ ὄντα καὶ ὕδασι ψυχροῖς καἰ ποτίμοις κατάρρυτον καὶ ἀποχρῶντα οἰκήματα ἔχοντα πρὸς τὴν τοῦ βασιλέως ὑποδοχήν, (Πεντήγοστις τούτῳ ὄνομα,) ὁ βασιλεὺς ὑπείξας τῷ τούτου θελήματι αὐτοῦ που κατέλυσεν. ἀλλ’ οὐδὲ τῇ μετ' αὐτὴν βουλομένῳ ἔξελθεῖν ὁ Πορφυρογέννητος συνεχώρει· ἠξίου δὲ μᾶλλον ἐγκαρτερῆσαι καὶ ἔτι, ἐφ’ ᾧ ἀνακτήσασθαι τε ἑαυτὸν τῆς ὁδοιπορίας καἰ τὸ σῶμα τοῦ κονιορτοῦ καθαρᾶι λουσάμενον. ηὐτρέπιστο γὰρ αὐτῷ ἤδη καὶ τὰ πρὸς εὐωχίαν δαψιλῆ. ὁ δὲ καὶ αὖθις τῷ τοῦ Πορφυρογεννήτου ὑπεῖξε θελήματι. ὡς δὲ λουσάμενον καὶ τοῦ βαλανείου ἐξελθόντα τοῦτον μεμαθήκοι Νικηφόρος ὁ Διογενὴς, πάλαι τυραννιῶν, ἐπιτηρῶν δὲ εἴ που καὶ αὐτό χειρ δυνηθῇ τούτου γενέσθαι, περιζωσάμενος τὸν ἀκινάκην εἰσίει ,ὡς δῆθεν ἐκ θήρας ἐπανιὼν κατὰ τὸ σύνηθες. τοῦτον οὖν ὁ Τατίκιος θεασάμενος καὶ πάλαι γινώσκων τὸ πὰρ αὐτοῦ μελετώμενον, ἀπώσατο ἐπειπὼν “ἵνα τί ἀσυντάκτως οὕτω καὶ ξιφήρης εἰσέρχῃ ; καιρὸς βαλανείου καὶ οὐχὶ ὁδοιπορίας οὐδὲ θήρας μάχης ἐστίν." ὁ δὲ τοῦ σκοποῦ διημαρτηκὼς ὑπεχώρησεν. ὑπολαβὼν δὲ ὡς ἤδη ἐπέγνωσται, δεινὸς γὰρ ἔλεγχος ἡ συνείδησις,) δρασμῷ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι ἐβουλεύετο ,καὶ εἰς τοὺς ἐν Χριστουπόλει ἀγροὺς τῆς βασιλίδος Μαρίας ἢ εἰς τὸν Πέρνικον ἢ εἰς τὸν Περιτζὸν προσχωρῆσαι, κἀκεῖθεν αὖθις πρὸς τὰ συμπίπτοντα τὰ κατ’ αὐτὸν εὖ διαθέσθαι. προεφθάκει γὰρ ἡ βασιλὶς Μαρία τοῦτον προσλαβέσθαι, ἀδελφὸν ὄντα μητρόθεν τοῦ προβεβασιλευκότος ἀνδρὸς αὐτῆς Μιχαὴλ τοῦ Δοὐκα, κἂν τὰ ἐς πατέρας διήλλαττον. καὶ ὁ μὲν βασιλεὺς τριταῖος ἐκεῖθεν ἔξεισι. τὸν δὲ Κωνσταντῖνον αὐτοῦ που καταλελοίπει ῥᾳστώνης χάριν δεδιὼς τὸ ἁπαλὸν καὶ ἀσύνηθες τοῦ νεανίου τότε πρώτως τῆς ἐνεγκαμένης πρὸς ἐκστρατείαν ἐξεληλυθότος. ἦν γὰρ μονογενὴς τῇ μητρί. καὶ ὁ αὐτοκράτωρ σφόδρα τοῦ νεανίσκου κηδόμενος πάσης ἀνέσεως συνεχώρει ἐκαπολαύειν αὐτὸν σὺν τῇ βασιλίδι μητρί, ἅμα δὲ καὶ ὡς ἴδιον ἀπαρτὶ τέκνον ἐξοχως φιλῶν τοῦτον.