Ancient Greek · ~22 min
ΑΛΕΞΙΑΣ ΙA.
Anna Comnena, Ἀλεξιάδα 7.1-10
Not analysed yet
Διαμηνυθείσης δέ τῆς τῶν Κελτῶν ἐφόδου τῷ ἐξουσιαστῇ Βαβυλῶνος Ἀμεριμνῇ καὶ ὅπως παρ᾿ αὐτῶν ἥ τε ῾Ιερουσαλὴμ ἑάλω καὶ αὐτὴ Αντιοχου καὶ ἄλλαι πολλαὶ πόλεις αἱ ταύτῃ παρακείμεναι παρὰ τῶν Κελτῶν κατεσχέθησαν, τηνικαῦτα πολὺ πλῆθος συναγηοχὼς ἔκ τε Ἀρμενίων καὶ Ἀρράβων Σαρακηνῶν τε καὶ Ἀγαρηνῶν κατ᾿ αὐτῶν ἐξαπέστειλε. τούτου διαμηνυθέντος παρὰ τοῦ Γοντοφρὲ τοῖς Κελτοῖς, τηνικαῦτα ὡπλίσαντο κατ᾿ αὐτῶν καὶ κατελθόντες εἰς τὸ Ἰάφὰ τὴν ἐκείνων περιέμενον ἔφοδον· εἶτα ἐκεῖθεν κατέλαβον τὸ ῾Ραιμελ, ἐν ᾧ καὶ ὁ μεγαλομάρτυρ Γεώργιος μεμαρτύρηκε, καὶ †ἑτνωθέντες τῷ κατ᾿ αὐτῶν ἐρχομένῳ στρατεύματι του Ἀμεριμνῆ συνῆψαν πόλεμον μετ᾿ αὐτῶν. καὶ τὴν νικῶσαν εἶχον εὐθὺς οἱ Κελτοί· τῇ δὲ μετ᾿ αὐτὴν †καταλαβόντες ἐξ ὀπισθίων τοῦ προμετωπίου τῆς φάλαγγος ἡττή- θῆσαν οἱ Λατῖνοι μέχρι τοῦ ῾Ράμελ περισωθέντες. μόνος δὲ ὁ Βαλδουῖνος κόμης ἀπῆν φυγαδείᾳ χρησάμενος οὐχ ἁς ἄνανδρος, ἀλλ᾿ ὥς τι κρεῖττον προμηθευσόμενος περί τε τῆς ἑαυτοῦ σωτηρίας καὶ τοῦ κατὰ τῶν Βαβυλωνίων στρατεύματος. τεύματος. καταλαβόντες δὲ οἱ Βαβυλώνιοι καὶ κυκλοτερῆ τὴν πολιορκίαν τοῦ ῾Ράμελ ποιούμενοι θᾶττον τοῦτο κατέσχον. πολλοὶ δὲ τῶν Λατίνων τηνικαῦτα κτείνονται, πλείους δὲ καὶ ζωγρία πρὸς Βαβυλῶνα ἐστάλησαν. ἐκεῖθεν δέ ὑπο στρέφον τὸ ὁπλιτικὸν ἅπαν τῶν Βαβυλωνίων πρὸς τὴν πολιορκίαν τοῦ Ἰάφα ἠπείγετο. τοιοῦτον γὰρ τὸ ἀεί. ὁ δέ γε ἀνωτέρω δηθεὶς Βαλδουῖνος τὰς παρὰ τῶν Φράγγων ἑαλωκυίας κωμοπόλεις ἁπάσας περιιὼν οὐκ ὀλίγους τε συναγηοχὼς ἱππεῖς καὶ πεζοὺς ἀξιόμαχον στράτευμα συνεστήσατο κἀντεῦθεν τοῖς Βαβυλωνίοις ἐπελθὼν ἥττησε κατὰ κράτος. ὁ δέ βασιλεὺς τὴν κατὰ τὸ Ῥάμελ τῶν Λατίνων ἧτταν μεμαθηκώς, περιαλγήσας ἐπὶ τῇ τῶν κομήτων αἰχμαλωσίᾳ, ἅτε γινώσκων αὐτοὺς κατά τε ὥραν καὶ ῥώμην σώματος καὶ περιφάνειαν γένους τῶν πάλαι ὑμνουμένων, οὐκ ἔφερεν ἐπὶ πλέον τούτους δοριαλώτους ἐπὶ ξένης εἶναι. ἔνθεν τοι μεταπεμψάμενός τινα Βαρδαλῆν καλούμενον χρήματά τε ἱκανὰ ἐπιδοὺς πρὸς τὴν ἐκείνων ἀνάρρυσιν πρὸς Βαβυλῶνα ἐκπέπομφεν ἐγχειρίσας αὐτῷ καὶ τὰ πρὸς τὸν Ἀμεριμνῆν γράμματα περὶ τῶν κομήτων διαλαμβάνοντα. ὁ δέ τὰς τοῦ αὐτοκράτορος ἀνελίξας γραφὰς ἄτερ τιμῆς τοὺς κόμητας ἀπεδίδου μετὰ περιχαρείας πλὴν τοῦ Γοντοφρέ. ἐκεῖνον γὰρ προφθάσας πρὸς τὸν αὐτάδελφον αὐτοῦ Βαλδουῖνον τιμῆς ἀπέδοτο. καταλαβόντας δὲ τὴν μεγαλόπολιν τοὺς κόμητας ὁ βασιλεὺς ἐντίμως ἐδέξατο χρήματά τε ἱκανὼ ἐπιδοὺς καὶ ἐφ᾿ ἱκανὸν τούτους διαναπαύσας χαίροντας ἐξαπέστειλεν οἴκαδε. ὁ δέ Γοντοφρὲ δὴξ Ἱεροσολύμων αὖθις ἀποκαταστὰς τὸν ἀδελφὸν αὐτοῦ Βαλδουῖνον εἰς Ἔδεσαν ἐκπέπομφε. τότε δὴ καὶ ὁ αὐτοκράτωρ τῷ Ἰσαγγέλῃ ἐπέσκηψε τὴν μὲν Λαοδίκειαν Ἀνδρονίκῳ τῷ Τζιντζιλούκῃ ἀναθέσθαι, τὸ δέ γε Μαρακέως καὶ τὸ Βαλανέως τοῖς ὑπὸ τὸν Εὐμάθιον δοῦκα Κύπρου τῷ τότε ὑπάρχοντα, ἐκεῖνον δέ προσωτέρω βαδίσαι καὶ περὶ τῆς τῶν λοιπῶν κάστρων κατασχέσεως ὡς ἐνὸν διαγωνιεῖσθαι. ὅπερ δὴ καὶ πεποίηκε τοῖς γράμμασι τοῦ βασιλέως πεισθείς. μετὰ γοῦν τὸ παραδοῦναι τὰ κάστρα τοῖς ἀνωτέρω δηλωθεῖσιν ἀπῆλθεν εἰς Ἀντάωδον καὶ ταύτην ἀμαχητὶ ἐχειρώσατο. τοῦτο ἐνωτισθεὶς ὁ Ἀταπάκας τῆς Δαμασκοῦ δυνάμεις συναθροίσας ἱκανὰς κατ᾿ αὐτοῦ ἐστρατεύσατο. ἐπεὶ δὲ ὁ Ἰσαγγέλης ἀποχρώσας δυνάμεις πρὸς τοσοῦτον πλῆθος οὐκ εἶχε, βουλὴν ἐβουλεύσατο οὐ τοσοῦτον ἀνδρείαν ὁπόσον συνετήν. θαρρήσας γὰρ τοῖς ἐντοπίοις ἔφη ὡς “ἐγὼ μὲν τοῦ κάστρου παμμεγέθους ὄντος ἔν τινι τόπῳ κρυβήσομαι· ὑμεῖς δέ, ὁπηνίκα ὁ ᾿Αταπάκας καταλάβῃ, τὸ μὲν ἀληθὲς μὴ ὁμολογήσητε, πτοηθέντα δέ με φυγάδα γενέσθαι διαβεβαιώσατε”. καταλαβὼν οὖν ὁ Ἀταπάκας καὶ ἐρωτήσας περὶ τοῦ Ἰσαγγέλη, ἐπεὶ ἀποδεδρακέναι τοῦτον ἐπίστευσε, κεκμηκὼς ἀπὸ τῆς ὁδοιπορίας ἀγχοῦ τῶν τειχῶν τὴν σκηνὴν ἐπήξατο. τῶν δὲ ἐντοπίων πᾶσαν φιλοφροσύνην εἰς αὐτὸν ἐνδεικνιμένων, τεθαρρηκότες οἱ Τοῦρκοι καὶ μηδὲν ἐναντίον ὑποτοπάσαντες τοὺς ἰδίους ἵππους πρὸς τὸ πεδίον ἔλυσαν. ὁ δέ Ἰσαγγέλης μέσης ἡμέρας τοῦ ἡλίου κατὰ κορυφὴν τὰς ἀκτῖνας βάλλοντος καρτερῶς ὁπλισάμενος μετὰ τῶν ὑπ’ αὐτὸν (εἰς τετρακοσίοις δὲ αἴφνης τὰς πύλας ἀνοίξας διὰ μέσης τῆς αὐτῶν παρεμβολῆς ὥρμησεν. ὁπόσοι μὲν οὖν ἀθύμως εἰώθασι μάχεσθαι, τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τὸν μετ’ αὐτῶν ἱστάμενοι ἀνεδέξαντο πόλεμον· οἱ δέ λοιποὶ φυγαδείᾳ τὴν ἑαυτῶν ἀπεπειρῶντο πραγματεύσασθαι σωτηρίαν. ἀλλὰ τὸ τῆς πεδιάδος εὐρὺ καὶ τὸ μή τι ἕλος παρακεῖσθαι ἢ βουνὸν ἢ φάραγγα ταῖς τῶν Λατίνων χερσὶν ἅπαντας παραδέδωκεν. ἔνθεν τοι καὶ παρανάλωμα ξιφῶν πάντες γεγόνασιν· ὀλίγοι δέ καὶ κατεσχέθησαν. οὕτω γοῦν τῶν Τούρκων καταστρατηγήσας κατὰ τῆς Τριπόλεως χωρεῖ. ἄνεισι γοῦν κατευθὺ καὶ προκαταλαμβάνει τὴν ἀκρολοφίαν τοῦ ἀντικρὺ Τριπόλεως διακειμένου βουνοῦ, μέρους ὄντος του Λιβάνου, ἐφ’ ᾧ καὶ ὡς ὀχύρωμα τοῦτον ἔχειν καὶ τὸ ἐκ τοῦ Λιβάνου καταρρέον ὕδωρ εἰς Τρίπολιν διὰ τοῦ πρανοῦς τοῦ τοιούτου βουνοῦ ἐπισχεῖν. τηνικαῦτα δὲ πρὸς τὸν βασιλέα τὰ συμβάντα δηλώσας ᾐτεπῖτο ἐρυμνότατόν τι ὀχύρωμα γενέσθαι πρὸ τοῖ καταλαβεῖν ἀπὸ τοῦ Χοροσὰν δυνάμεις πλείονας καὶ καταγωνίσασθαι αὐτούς. ὁ δέ βασιλεὺς τῷ δουκὶ Κύπρου τὴν τοῦ τοιούτου πολιχνίου κτίσιν ἀνέθετο ἐπισκήψας, ἵνα διὰ τοῦ στόλου πάντα τὰ συνοίσοντα ταχέως ἐξαποστέλλῃ καὶ τοὺς τὸ τοιοῦτον πολίχνιον οἰκοδομήσοντας ἐφ’ ὃν ἂν ὁ Ἰσαγγέλης ὑποδείξειε τόπον. γέγονε τοῦτο τῷ τέως. καὶ ὁ μὲν Ἰσαγγέλης ἔξωθεν τῆς Τριπόλεως στρατοπεδευσάμενος πάντα κάλων κινῶν περὶ τὴν ταίτης ἅλωσιν οὐκ ἐνεδίδου. ὁ δέ γε Βαϊμοῦντος τὴν τοῦ Τζιντζιλούκη εἰσέλευσιν εἰς Λαοδίκειαν μεμαθηκὼς τὴν ἔχθραν, ἣν πάλαι κατὰ τοῦ αὐτοκράτορος ἐγευμονήσας εἶχεν, εἰς τοὐμφανὲς ἐξαγαγὼν μετὰ δυνάμεως ἀποχρώσης τὸν ἀνεψιὸν αὐτοῦ Ταγγρὲ κατὰ τῆς Λαοδικείας ἐκπέμπει ταύτην πολιορκήσοντα. τῆς δέ περὶ τούτου φήμης μέχρι καὶ ἐς τὰς τοῦ Ἰσαγγέλη διαδραμούσης ἀκοάς, εὐθὺς μηδέ μικρόν τι μελλήσας οὗτος καταλαμβάνει τὴν Λαοδίκειαν καὶ λόγους συνείρει πρὸς τὸν Ταγγρὲ διὰ παντοίων λόγων συμβουλεύων αὐτῷ τῆς τοῦ κάστρου πολιορκίας ἀποσχέσθαι. ὡς δὲ πολλὰ μετ’ αἰτοῖ κοινολογούμενος καταπειθῆ τοῦτον οὐχ εὕρισκεν, ἀλλ’ ἄντικρυς ᾄδειν ἐδόκει παρὰ κωφῷ, ἐκεῖθεν παλινοστήσας καταλαμβάνει αὖθις τὴν Τρίπολιν. ἐκεῖνος δέ οὐδοπωσοῦν τῆς πολιορκίας ἀφίστατο. ἰδὼν οὖν ὁ Τζιντζιλούκης τὴν ὁρμὴν τοῦ Ταγγρὲ καὶ ὡς ἐν στενῷ τὰ κατ’ αὐτὸν συνελαύνεται, βοήθειαν ἐκεῖθεν ᾐτεῖτο. βραδυνόντων δέ τῶν ἐν τῇ Κύπρῳ, εἰς ἀμηχανίαν ἐλθὼν τὸ μέν ἀπὸ τῆς πολιορκίας, τὸ δὲ καὶ ὑπὸ τοῦ λιμοῦ πιεζόμενος προδοῦναι τὸ κάστρον ᾐρετίσατο.