Ancient Greek · ~17 min
ΑΛΕΞΙΑΣ ΙA.
Anna Comnena, Ἀλεξιάδα 8.1-11
Not analysed yet
Τούτων οὕτω τελουμένων, ἐπεὶ τετελευτηκότος τοῦ Γοντοφρὲ ἕτερον ἔδει πάλιν ῥῆγα γενέσθαι τὸν ἐκείνου ἀναπληροῦντα τόπον εὐθὺς οἱ ἐν Ἱεροσολύμοις Λατῖνοι μετεκαλοῦντο τὸν. Ἰσαγγέλην ἀπὸ Τριπόλεως ῥῆγα τῶν Ἱεροσολύμων ποιῆσαι ἐθέλοντες. ὁ δὲ ἀνεβάλλετο τέως τὴν ἐκεῖσε ἀπέλευσιν. εἰσελθόντος οὖν εἰς τὴν μεγαλόπολιν, ἐπεὶ ἀναβαλλόμενον αὐτὸν οἱ ἐν Ἱεροσολύμοις ἐγνώκεσαν, μεταπεμψάμενοι τὸν Βαλδουῖνον περὶ τὴν Ἔδεσαν τότε ἐνδιατρίβοντα ῥῆγα Ἱεροσολύμων κατέστησαν. ὁ μὲν οὖν βασιλεὺς τὸν Ἰσαγγέλην ἀσμένως ἀΠοδεξάμενος, ἐπεὶ τὸν Βαλδουῖνον μεμαθήκει τὴν ἐν Ἱεροσολύμοις ἀρχὴν ἀναδέξασθαι, παρακατεῖχε μεθ’ ἑαυτοῦ, ὁπηνίκα καὶ τὸ τῶν Νορμάνων φόσσατον κατέλαβεν ἡγεμόνας ἔχον ἀδελφοὺς δύο Φλάντρας καλουμένους. οἶς πολλὰ πολλάκις ὁ βασιλεὺς συμβουλευόμενος τὴν αὐτὴν τοῖς προλαβοῦσι φοσσάτοις ὁδεῦσαι καὶ διὰ τῶν παραλίων τὰ Ἱεροσόλυμα καταλαβεῖν καὶ οὕτω τῷ λοιπῷ στρατεύματι τῶν Λατίνων ἑνωθῆναι, πειθομένους τούτους οὐχ εὕρισκεν, ἅτε τοῖς Φράγγοις ἑνωθῆναι μὴ βουλομένους, ἀλλ’ ἑτέραν ὁδεῦσαι ὁδὸν διὰ τοῦ ἀνατολικοῦ καὶ κατευθὺ χωρῆσαι τοῦ Χοροσὰν οἰομένους κατασχεῖν τὸ τοιοῦτον. ὁ δέ βασιλεὺς πάντη ἀσύμφορον τοῦτο γινώσκων καὶ τὴν ἀπόλειαν μὴ θέλων τοῦ τοσούτου λαοῦ (πεντήκοντα γὰρ ἦσαν χιλιάδες Η πέων ἀνδρῶν καὶ ἑκατὸν πεζῶν), ἐπεὶ μὴ πειθομένους ἑώρα, τὸν δεύτερον, ὅ φασι, πλοῦν ἐρχόμενος μεταπεμψάμενος τὸν Ἰσαγγέλην καὶ τὸν Τζίταν συνεκπέμπει τούτοις, ἐφ᾿ ᾧ συμβουλεύειν τε τὰ συνοίσοντα καὶ τῶν παραλόγων ὁρμῶν ὡς ἐνὸν ἀνασειράζειν αἰτούς διαπεραιωθέντες οὖν τὸν τῆς Κιβωτοῦ πορθμὸν καὶ πρὸς τὸν Ἀρμενιακὸν ἐπειγόμενοι τὴν Ἄγκυραν καταλαβόντες ἐξ ἐφόδου ταύτην κατέσχον. καὶ οὕτω τὸν Ἅλυν διαβάντες πολίχνιόν τι κατέλαβον. ἐπεὶ δὲ τοῦτο Ῥωμαῖοι κατεῖχον, θαρρήσαντες καὶ τὰς ἱερὰς ἐπενδυθέντες οἱ ἱερεῖς στολὰς εὐαγγέλιόν τε καὶ σταυροὺς κομιζόμενοι ὡς Χριστιανοῖς τούτοις προσήεσαν. οἱ δὲ ἀπανθρώπως καὶ ἀπηνῶς οὐ τοὺς ἱερεῖς μόνον, ἀλλὰ καὶ τοὺς λοιποὺς τῶν Χρωτιανῶν ἀναιροῦσι καὶ ἀφροντίστως τοῦ λοιποῦ ὡς πρὸς Ἀμάσειαν ἀπονεύσαντες τὴν ὁδοιπορίαν ἐποιοῦντο. οἱ δὲ Τοῦρκοι ἐμπειροπόλεμοι ὄντες προκαταλαβόντες τὰς κώμας πάσας καὶ τὰ χορτάσματα πάντα ἐνέπρησαν, ἐφθακότες δὲ τούτους ὀξέως προσέβαλον. . δευτέρα δὲ ᾦ καθ’ ἢν ὑπερίσχυσαν τούτων οἱ Τοῦρκοι. καὶ τηνικαῦτα αὐτοῦ που κατασκηνώσαντες χάρακά τε πηξάμενοι τὰς σκευὰς ἐναπέθεντο. τῇ δὲ μετ’ αὐτὴν αὐθις ἄμφω ἐμάχοντο τὰ στρατεύματα. οἱ δέ Τοῦρκοι κυκλοτερῶς κατασκηνώσαντες οὐ χορταγωγίας χώραν τούτοις ἐδίδουν οὔτε μὴν τὰ ὑπομεταπεμψάμενος ζύγια καὶ τοὺς ἵππους ἐς ποτὸν ἐξάγειν συνεχώρουν. τὴν ἑαυτῶν οὖν πανωλεθρίαν ἐμ’ ὀφθαλμῶν ἤδη ὁρῶντες οἱ Κελτοὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τῇ μετ’ αὐτήν, τετρὰς δέ ἦν, καρτερῶς ὁπλισάμενοι τὸν μετὰ τῶν βαρβάρων ἀνεδέξαντο πόλεμον. οἱ δὲ Τοῦρκοι εἰς χεῖρας τούτους ἔχοντες οὐκέτι μετὰ τῶν δοράτων οὐδὲ διὰ τόξων πρὸς αὐτοὺς ἀπεμάχοντο, ἀλλὰ τὰ ξίφη σπασάμενοι καὶ τῶν κουλεῶν ἐξελκύσαντες ἀγχέμαχον τὴν μάχην ἐποιοῦντο καὶ παρευθὺ τρέπουσι τοὺς Νορμάνους. οἱ δέ καταλαβόντες τὸν ἴδιον χάρακα σύμβουλον ἀνεζήτουν. ὁ δ’ ἄριστος αὐτοκράτωρ ὁ τὰ λῴονα τούτοις ὑποτιθέμενος καὶ μὴ εἰσακουσθεὶς οὐ παρῆν. λοιπὸν ἐπὶ τὴν τοῦ Ἰσαγγέλη καὶ τοῦ Τζίτα γνώμην καταφεύγουσιν, ἅμα δὲ καί, εἰ χώρα τις τῶν ὑπὸ τὸν αὐτοκράτορα πλησίον παράκειται, ἐπυνθάνοντο ἀναζητοῦντες αὐτήν. καὶ δὴ τάς τε σκευὰς καὶ τὰς σκηνὰς καὶ τὸ πεζὸν ἅπαν αὐτοῦ που καταλιπόντες τοῖς ἰδίοις ἵπποις ἐποχηθέντες ὡς εἶχον τάχους πρὸς τὰ παρὰ θάλασσαν τοῦ Ἀρμενιακοῦ καὶ τῆς Παυράκης ἔθεον. ἐπεισπεσόντες δ᾿ ἀθρόον οἱ Τοῦρκοι τούτων τῷ χάρακι πάντα ἀφείλοντο· εἶτα κατόπιν τούτων διώξαντες τὸ πεζὸν ἅπαν ἐφθακότες ἀνεῖλον· τινὰς δὲ καὶ κατασχόντες πρὸς τὸν Χοροσὰν δεῖγμα ἀπήγαγον. ἀλλὰ ταῦτα μέν τὰ τῶν Τούρκων κατὰ τῶν Νορμάνων ἀνδραγαθήματα· ὁ δέ γε Ἰσαγγέλης καὶ ὁ Τζίτας μετὰ τῶν καταλιφθέντων ὀλίγων ἱππέων τὴν βασιλεύουσαν καταλαμβάνουσι. δεξάμενος δέ τούτους ὁ αὐτοκράτωρ καὶ χρήματα δοὺς ἱκανὰ καὶ διαναπαύσας ἤρετο, ὅπου τοῦ. λοιποῦ αἱρετὸν αὐτοῖς ἀπιέναι. οἱ δὲ τὰ Ἱεροσόλυμα ἐπεζήτουν. φιλοτιμrσάιιενος οὖν αὐτοὺς δαψιλῶς διαποντίους ἐκπέμπει τῇ αὐτῶν πώμῃ τὸ πᾶν ἀναθέμενος. ὁ δέ γε Ἰσαγγέλης ἐκ μεγαλοπόλως ἐξελθὼν τὴν πρὸς τὸ οἰκεῖον στράτευμα ἀνε- ζήτει ἀπέλευσιν. καὶ δὴ καταλαμβάνει αὖθις τὴν Τρίπολιν χειρώσασθαι ταύτην γλιχόνενος. μετὰ δέ ταῖτα νόσῳ θανασίμῳ περιπεσὼν καὶ πνέων τὰ ἔσχατα μεταπεμψάμενος τὸν αὐτοῦ ἀνεψιὸν Γελίελμον ὥσπερ τινὰ κλῆρον ἅπαντα τὰ ὑπ᾿ αὐτοῦ κατασχεθέντα κάστρα τοί· τῳ ἀπεχαρίσατο ἡγεμόνα καὶ ἀρχηγὸν τῶν αὐτοῦ ταγμάτων καταστήσας. τούτοὶ τοίνυν τὴν τελευτὴν μεμαθηκὼς ὁ αὐτοκράσεν, εὐθὺς πρὸς τὸν δοῦκα Κύπρου διὰ γραμμάτων ἐδήλωσεν, ἕνα Νικήταν τὸν Χαλίντζην μετὰ χρημάτων ἱκανῶν πρὸς τὸν Γελίελμον ἐκπέμψῃ, ἐφ᾿ ᾧ D ὑποποιήσασθαὶ τε αὐτὸν καὶ παρασκευάσαι ὀμωμοκέναι πρὸς τὸν αὐτοκράτορα πίστιν βεβαίαν φυλάξαι εἰς αὐτὸν καὶ ὁποίαν ὁ ἀποβεβιωκὼς θεῖος αὐτοῦ ᾿Ισαγγέλης μέχρι τέλους ἐτήρησεν.