Ancient Greek · ~33 min
ΑΛΕΞΙΑΣ ΙΔ.
Anna Comnena, Ἀλεξιάδα 7.1-13
Not analysed yet
Ταῦτα μέν οὕτως ἐτετέλεστο καὶ ἡ Κωνσταντίνου ἐνεπέπληστο τῶν τοῦ βασιλέως κατορθωμάτων. καὶ γὰρ ὡς ἀληθῶς ὅσον μὲν ἀπὸ τῆς τύχης δυσχερέσι πράγμασιν ὡμιλήκει καὶ ἀντίξως ἔχουσι πρός τε αὐτὸν καὶ τὰ τῶν ῾Ρωμαίων πράγματα καὶ ὅλως δυστυχημάτων πλήθει περιερρεῖτο. ἀλλ᾿ ἥ γε ἀρετὴ τούτου καὶ τὸ ἐγρηγορὸς καὶ δραστήριον ἀντέβαινε καὶ φιλονείκως εἶχε πρὸς ἅπαν δυστύχημα. οὐδενὶ γὰρ τῶν ἀνέκαθεν βασιλέων καὶ εἰς τὴν τήμερον ὄντων πραγμάτων ἐπιπλοκὴ καὶ μοχθηρία παντοδαπῶν ἀνθρώπων καὶ οἴκοι καὶ θύραθεν προσεπέλασεν, ὡς ἐπὶ τούτου τοῦ αὐτοκράτορος εὕρομεν. εἴτε γὰρ ἔδει πονήρως διατεθῆναι τὰ τῶν ῾Ρωμαίων Θεοῦ παραχωροῦντος (οὐδέ γὰρ ἂν ἀπὸ τῆς ἀστρῴας περιφορᾶς ἐξαπτοίμην ποτέ τὰ ἡμέτερα) εἴτε ἀπὸ τῆς τῶν προβεβασιλευκότων ἀβουλίας εἰς τόδε κατα- στάσεως τὰ τῆς Ῥωμαϊκῆς δυναστείας ἔστη, ὄχλος πολὺς πραγμάτων καὶ πολυκύμαντος τάραχος ἐπὶ τῶν καιρῶν τῆς βασιλείας τοὐμοῦ πατρὸς συνελήλυθεν. ἅμα γὰρ κατὰ ταὐτὸν καὶ Σκύθης ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς ἑσπέρας Κελτὸς καὶ ἐξ ἀνατολῶν Ἰσμαὴλ ἐτετάρακτο χωρὶς τῶν ἀπὸ θαλάσσης κινδύνων, κινδύνων, ἄνει· τῶν θαλασσοκρατούντων βαρβάρων, ἄνει τῶν πειρατικῶν ἀναρίθμων νηῶν, ἃς ἡ τῶν Σαρακηνῶν ἐτεκτόνευσε μῆνις, ἃς ἡ τῶν Οὑετόνων συνεπλέξατο πλεονεξία καὶ κατὰ τῖς Ῥωμαϊκῆς βασιλείας δύσνοια. καὶ γὰρ ἐποφθαλμιῶσι πάντες αἰτῇ. φύσει γὰρ οὖσα δεσπότις τῶν ἄλλων ἐῶν ἡ βασιλεία Ῥωμαίων ἐχθρωδῶς διακείμενον ἔχει τὸ δοῦλον, καὶ ἐπειδὰν ἐπιδράξαιτο καιροῖ; φέρεται ἄλλος ἄλλοθεν ἐκ γῆς καὶ θαλάττης ἕκαστος. ἀλλὰ τὰ μὲν πρότερον καὶ τὰ τῆς πρὸ ἡμῶν βασιλείας ἐλαφρότατα ἦν καὶ κουφότερα· ἐπὶ δὲ τοὐμοῦ πατρὸς ἅμα τε ἐπιβεβήκει τοῦ βασιλικοῦ ἅρματος καὶ εὐθὺς ἐπισυνέρρευσεν ἁπανταχόθεν ἅπαντα τὰ δεινά· καὶ ὁ Κελτὸς ἐκεκίνητο καὶ ἐδείκνυ τοῦ δόρατος τὴν ἀκμὴν καὶ ὁ Ἰσμαὴλ τόξον ἐνέτεινε καὶ τὸ Νομαδικὸν ἅπαν ἔθνος καὶ Σκυθικὸν ὅλον ἁμάξαις παμ- μυρίαις ἐπέβρισεν. ἀλλ’ ἴσως τις ἐνταῦθα τοῦ λόγοι γενόμενος καὶ ἐντυγχάνων τῷ συγγράμματι δεδεκασμένην εἴποι τῇ φύσει τὴν γλῶτταν. ἐγὼ δὲ οὐ μὰ τοὺς τοῦ βασιλέως ὑπὲρ τῆς τῶν Ῥωμαίων εὐδαιμονίας κινδύνους, οὐ μὰ τὰ τοῦ πατρὸς ἀθλήματα καὶ τὰς συμφοράς, ἃς ὑπὲρ τῶν Χριστιανῶν ἐπεπόνθει, οὐκ ἔγωγε χαριζομένη τὠμῷ πατρὶ τὰ τοιαῦτα καὶ λέγω καὶ γράφω. ἥ γε καὶ ὅπη τὸν πατέρα σφαλλόμενον ἴδοιμι, ἄντικρυς καὶ παραβαίνω τὸν νόμον τὸν φυσικὸν καὶ τῆς ἀληθείας ἐξέχομαι φίλον μὲν καὶ τοῦτον ἡγουμένη, φιλτέραν δέ τὴν ἀλήθειαν ἔχουσα· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ὡς πού τις ἔφη φιλόσοφος, κράτιστον προτιμᾶν τὴν ἀλήθειαν. ἀλλὰ τοῖς πράγμασιν αὐτοῖς ἐπακολουθοῦσα καὶ μήτε προστιθεμένη παρ’ ἐμαυτῇ μήτε ὑφαιροῦσα τὰ ξυμπεσόντα καὶ λέγω καὶ γράφω. καὶ ἐγγύθεν ὁ ἔλεγχος· οὐ γὸρ εἰς μυριοστὸν ἔτος ἀνάγω τὸ ἀλλ’ εἰσὶν οἵτινες εἰς τὴν τήμερον Περιόντες καὶ τὸν πατέρα τὸν ἐμὸν ἐγνωκότες καὶ τὰ κατ’ αὐτὸν ἀφηγούμενοι, ἀφ’ ὧν καὶ οὐκ ὀλίγα τῆς ἱστορίας ἐνταυθοῖ συνηράνιστο ἄλλων ἄλλο τι διηγουμένων καὶ μεμνημένων ὧν ἕκαστος ἔτυχε καὶ πάντων ὁμοφωνούντων. τὰ μέν γὰρ πλείω καὶ ἡμεῖς συνῆμεν τῷ πατρὶ καὶ τῇ μητρὶ συνειπόμεθα. οὐ γὰρ ἢν τὸ ἡμέτερον τοιοῦτον οἶον οἰκουρικὸν καὶ ὑπὸ σκιὰν καὶ τρυφὴν στρεφόμενον. ἀλλ’ ἐμέ γὰρ ἐξ αὐτῶν σπαργάνων, ὄμνυμι τὸν ἐμαυτῆς Θεὸν καὶ τὴν ἐκείνου μητέρα, πόνοι καὶ θλίψεις παρέλαβον καὶ συμφοραὶ συνεχεῖς, αἱ μὲν ἔξωθεν, αἱ δέ οἴκοθεν. τὰ μὲν γὰρ τοῦ σώματος ὁποδαπῶς εἶχον, οὐκ ἂν εἴποιμι, λεγέτωσαν δὲ ταῦτα οἱ περὶ τὴν γυναικωνῖτιν καὶ καταλεγέτωσαν. τὰ δὲ ἔξωθεν καὶ ὅσα μοι συνεπεπτώκει οὔπω τὸν ὄγδοον ὑπερελασάσῃ χρόνον καὶ ὅσους ἐχθροὺς ἡ τῶν ἀνθρώπων μοι κακία παρεβλάστησε, τῆς Ἰσοκράτους Σειρῆνος δεῖται, τῆς Πινδαρικῆς μεγαλοφωνίας, τοῦ Πολέμωνος ῥοίζου, τῆς Ὁμηρικῆς Καλλιόπης, τῆς Σαπφικῆς λύρας ἥ τινος ἄλλης παρὰ ταύτας δυνάμεως. οὐδέν γάρ ἐστι τῶν δεινῶν οὐ μικρόν, οὐ μεῖζον, οὐκ ἐγγύθεν, οὐ πορρωτέρω, ὃ μὴ εὐθὺς ἐπέβρισε καθ’ ἡμῶν. καὶ δῆτα ναὶ ὑπερέσχε σαφῶς τὸ κλυδώνιον καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν καὶ μέχρι οὗ τὸ σύλλραμμα τουτὶ γράφω ἡ τῶν συμφορῶν ἐπωρύεταί μοι θάλαττα καὶ ἄλλα ἐπ’ ἄλλοις καταλαμβάνει τὰ κύματα. ἀλλὰ γὰρ ἔλαθον εἰς τὰς ἐμαυτῆς συμφορὰς παρασυραμένη. νῦν οὖν ἐπὶ νοῦν ἐλθοίσᾳ ἐπανανήξομαι καθάπερ ἀνάρρουν ποιησαμένη καὶ πρὸς τὰς πρώτας λαβὰς ἐπανέλθοιμι. τὰ μέν οὖν, ὡς εἶπον, παρ’ ἐμαυτῆς ἔχω, τὰ δέ καὶ ἀπὸ τῶν ξυστρατευσαμένων τῷ αὐτοκράτορι ποικίλως περὶ τούτων μανθάνουσα καὶ διά τινων πορθμέων εἰς ἱμὰς διαβιβαζόντων τὰ τοῖς πολέμοις ξυμβεβηκότα, μάλιστα δέ καὶ αὐτοπροσώπως περὶ τούτων διηγουμένων πολλάκις ἤκουον τοῦ τε αὐτοκράτορος καὶ Γεωργίου τοῖ Παλαιολόγου. ἐγὼ δὲ καὶ πολλὰ τούτων συνελεξάμην καὶ κράτιστα ἐπὶ τοῦ μετὰ τὸν ἐμὸν πατέρα τρίτου τὰ τῆς βασιλείας σκῆπτρα διέποντος, ὅτε καὶ πᾶσα κολακεία καὶ ψεῦδος τῷ πάππῳ αὐτῷ συναπ- έρρευσε πάντων τὸν ἐφιστάμενον μὲν θρόνον κολακευóντων, πρὸς δέ τὸν ἀπερρυηκότα μηδέν τι μὲν θωπείας ἐνδεικνυμένων, γυμνὰ δέ τὰ πράγματα διηγουμένων καὶ αὐτὰ λεγόντων ὥσπερ ἐσχήκασιν. ἐγὼ μὲν γὰρ τὰς ἐμαυτῆς συμφορὰς ἀποδυρομένη κατὰ τόδε καιροῦ τρεῖς βασιλεῖς θρηνοῦσα τὸν πατέρα καὶ αὐτοκράτορα καὶ τὴν ἐμὴν δεσπότιν καὶ μητέρα καὶ βασιλίδα καὶ τὸν ἐμόν, οἴμοι, σύζυγον Καίσαρα ἐγγωνιάζω τὰ πολλὰ καὶ βιβλίοις καὶ Θεῷ προσανάκειμαι. καὶ οὐδέ τοῖς ἀφανεστέροις ἐξέσται τῶν ἀνθρώπων παρ᾿ ἡμᾶς φοιτᾶν, μὴ ὅτι γε δι᾿ ὧν μανθάνειν εἴχομεν, ἅπερ παρ᾿ ἄλλων διακηκοότες ἐτύγχανον, καὶ τοῖς τοῦ πατρὸς οἰκειοτάτοις. εἰς τριακοστὸν γὰρ τοῦτο ἔτος, μὰ τὰς τῶν μακαριωτάτων αὐτοκρατόρων ψυχάς, οὐκ ἐθεασάμην, οὐκ εἶδον, οὐχ ὡμιλήκειν ἀνθρώπῳ πατρῴῳ, τοῦτο μὲν τῶν πολλῶν ἀπερρυηκότων, τοῦτο δέ τῶν πολλῶν ἀπειργομένων τῷ φόβῳ διὰ τὴν τῶν πραγμάτων παλίρροιαν. καὶ τούτοις γὰρ ἡμᾶς κατεδίκασαν οἱ κρατοῦντες τοῖς ἀτοπήμασι μηδὲ θεατοὺς εἶναι ἀλλ᾿ ἐστυγημένους τοῖς πλείοσιν. ἃ δὲ συνειλόχειν τῆς ἱστορίας, ἴστω Θεός, ἴστω ἡ ὑπερκόσμιος μήτηρ αὐτοῦ καὶ ἐμὴ δεσπότις, ἀπό τινων συνελεξάμην ξυγγραμμάτων ἀχρείων καὶ ἀσπούδων παντάπασι καὶ γερόντων ἀνθρώπων στρατευ- σαμένων κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν οὑμὸς πατὴρ τῶν σκήπτρων Ῥωμαίων ἐπείληπτο, χρησαμένων δὲ συμφοραῖς καὶ μετασχηματισθέντων ἀπὸ τῆς κοσμικῆς τύρβης εἰς τὴν τῶν μοναχῶν γαληνιαίαν κατάστασιν. τὰ γὰρ εἰς χεῖρας ἐμὰς ἐμπεσόντα συγγράμματα ἁπλᾶ μὲν ἦσαν τὴν φράσιν καὶ ἀπερίεργα καὶ τῆς ἀληθείας ἐχόμενα καὶ οὐδέν τι κομψὸν ἐπιδεδειγμένα οὐδέ ῥητορικὸν ὄγκον ἐπισυρόμενα. τὰ δὲ παρὰ τῶν γεραιτέρων ἐκδιηγούμενα τῆς αὐτῆς ἦσαν καὶ λέξεως καὶ διανοίας τῶν συγγραμμάτων ἐχόμενα· καὶ ἐτεκμηράμην ἐξ αὐτῶν τὴν τῆς ἱστορίας ἀλήθειαν συμβάλλουσα καὶ παρεξετάζουσα τὰ παρ’ ἐμαυτῆς ἱστορούμενα πρὸς τὰ παρ’ ἐκείνων λεγόμενα καὶ τὰ παρ’ ἐκείνων πρὸς τὰ πὰρ ἐμαυτῆς, ἅπερ αὐτὴ ἐξ αὐτοῦ τε τοὐμοῦ πατρὸς καὶ τῶν πρὸς πατρὸς καὶ μητρὸς ἐμοὶ θείων ἠκηκόειν πολλάκις. ἀφ᾿ ων ἁπάντων τὸ τῆς ἀληθείας ἅπαν σῶμα συνεξυφαίνεται. ἀλλ’ ὅπερ ἄνωθεν εἶπον περὶ τῆς τοῦ Καμύτζη τῶν βαρβάρων ἀποφυγῆς καὶ τῆς παρ’ ἐκείνου πρὸς τοὺς πολίτας δημηγορίας, ὁ λόγος ἐχέσθω. ὁ μὲν γὰρ διηγήσατο τὰ συμπεπ- τωκότα, καθάπερ εἴπομεν, καὶ ὅσα ὁ βασιλεὺς κατὰ τῶν Ἰσμαηλιτῶν ἐτεχνάσατο. οἱ δέ τῆς Κωνσταντίνου οἰκήτορες μία φωνὴ καὶ χεῖλος ἱν γεγονότες ἀνευφήμουν, ὕμνουν τὸν αὐτοκράτορα, ἐξεθείαζον, ἐμακάριζον τῆς στρατηίας, οὐκ εἶχον ὅπως τὴν ἐπ’ αἰτῶ ἡδονὴν κατασχεῖν. ἀλλὰ τὸν μὲν Καμύτζην σὺν εὐθυμίᾳ παραπέμψαντες οἴκαδε μεθ᾿ ἡμέρας τινὰς δέχονται καὶ τὸν αὐτοκράτορα νικητὴν τροπαιοῦχον, ἀνίκητον στρατηγόν, ἀήττητον βασιλέα, σεβαστὸν αὐτοκράτορα. καὶ οἱ μὲν οὕτως· ὁ δέ εἰσεληλυθὼς τὰ βασίλεια καὶ σῶστρα θύσας Θεῷ καὶ τῇ Θεομήτορι τῶν συνήθων εἴχετο τοὺς γὰρ ἔξωθεν πολέμους καταστησάμενολ καὶ τὰς τῶν τυράννων στάσεις ἀποκρουσάμενος εἰς δικαστήρια καὶ νόμους ἀπέβλεπεν. ἦν γὰρ παρ᾿ ἑκατερον καιρὸν καὶ εἰρήνης καὶ μάχης ἄριστος οἰκονόμος. ἔκρινε γὰρ ὀρφανὸν καὶ ἐδικαίου χήραν καὶ κατὰ πάσης ἀδικίας δριμύτατον ἔβλεπεν ὀλίγα τὸ σῶμα διαναπαύων ἐν κυνηγεσίοις τε καὶ ἀνέσεσι. καὶ γὰρ μετὰ τῶν ἄλλων ἐφιλοσόφει καὶ τοῦτο, χαλιναγωγεῖν τὸ σῶμα καὶ εὐαγωγότερον ἑαυτῷ καθιστᾶν. ἐξεδίδου μὲν γὰρ αὐτὸ τοῖς πόνοις ὡς ἐπὶ τὸ πλεῖστον, πόλιν δὲ ἐπανε- καλεῖτο τῶν πόνων · καὶ ἡ ἄνεσις τούτῳ δεύτερος πόνος, βιβλίων ἀνάγνωσις καὶ ἐξέτασις καὶ ἡ τοῦ “ἐρεινᾶτε τὰς γραφὰς” παραγγέλματος ἐπιμέλεια. τὰ δ᾿ αὖ κυνηγέσια καὶ ἡ ἀπὸ τοῦ σφαιρίζειν παιδιὰ δευτέρου λόγου καὶ τρίτου προσῆν τᾠμῷ πατρί, ἕως ἔτι νεώτερος ἦν καὶ οὔπω τὸ θηρίον, ἡ τῶν ποδῶν διάθεσις, αὐτῷ ἐπισυνεπλάκη καθάπερ ὄφις τις σκολιὸς καὶ αὐτὸ δὴ τοῦτο τὸ τῆς κατάρας δάκνων αὐτοῦ τὴν πτέρναν. ἐξ ὅτου δὲ τὰ τοῦ νοσήματος ὑπήρξατο καὶ εἰς ἀκμὴν ἧκε, τότε δὴ καὶ γυμνασίοις ἑαυτὸν ἐπεδίδου καὶ τοῖς ἱππάσμασι καὶ ταῖς ἄλλαις παιδιαῖς παράγγελμα τοῦτο λαβὼν ἐξ ἰατρι· κῆς ἐπιστήμης, ἵνα ταῖς συνεχέσιν ἱππασίαις διαφοροῖτό τι τῆς καταρρεούσης ὕλης καὶ τοῦ ἐπιβρίθοντος βάρους κουφίζοιτο. τοῦτο γὰρ τὸ πάθος ὁ πατήρ, καθάπερ εἰρήκειν ἄνωθεν, οὐκ ἐξ ἑτέρας αἰτίας ἔξωθεν, ἀλλ’ ἀπὸ τῶν πόνων καὶ τῶν καμάτων ὑπὲρ τῆς Ῥωμαίων δόξης ἐσπάσατο.