Ancient Greek · ~31 min
ΑΛΕΞΙΑΣ ΙΔ.
Anna Comnena, Ἀλεξιάδα 8.1-14
Not analysed yet
Οὔπω ἐνιαυτὸς εἶς παρεληλύθει καὶ λογοποιουμένην ἀκηκοὼς αὐθις [περὶ] τῶν Κομάνων διὰ τοῦ Ἴστρου ὀγδόης ἤδη ἐπινεμήσεως ἐφισταμένης ἀρχομένου φθινοπώρου κατὰ μῆνα Νοέμβριον ἔξεισι τῆς βασιλίδος τῶν πόλεων καὶ τὰς δυνάμεις ἁπάσας μεταπεμψάμενος κατατίθησι τούτοις εἴς τε Φιλιππούπολιν καὶ εἰς τὸν λεγόμενον Περιτζὸν καὶ Τριάδιτζαν καὶ εἰς τὸ θέμα τοῦ Νίσου μέχρι καὶ τῆς παρίστρας Βουρανιτζόβης ἐπισκήψας πολλήν τε περὶ τοὺς ἵππους αἰτῶν ἐνδείκνυσθαι ἐπιμέλειαν, ὥστε πίονας γεγονότας ἐν καιρῷ μάχης δύνασθαι φέρειν τοὺς ἐπιβάτας, αὐτὸς δὲ κατὰ τὴν Φιλιππούπολιν ἐνδιατρίβει. πόλις δέ αὕτη περὶ τὴν τῆς Θρᾴκης μεσόγειαν. Εὖρος τῇ πόλει παραρρεῖ πρὸς βορρᾶν ἄνεμον πνέοντα· ῥεῖ μέν γὰρ οἶτος ἀπὸ τῶν περάτων αὐτῶν τῆς Ῥοδόπης καὶ πολλὰς ποιούμενος ἕλικας καὶ καμπὰς παραμείβει τε τὴν Ἀδριανοῦ πολλῶν καὶ ἄλλων ἐς ταὐτὸ ποταμῶν συνεμβεβληκότων καὶ περὶ τὴν Αἶνον πόλιν ἐκδίδωσιν εἰς τὴν θάλασσαν. ΦίλιπΠον δὲ ὅταν εἴπω, οὐ τὸν Μακεδόνα λέγω, τὸν του Ἀμύντου, νεω- τέρα γὰρ ἡ πόλις τοῦ Φιλίππου τούτου, ἀλλὰ τὸν Ῥωμαῖον Φίλιππον, ὃς ὑπερωμίας γέγονεν ἀνὴρ καὶ τὴν ἰσχὺν καὶ τὸ σῶμα ἀνυπόστατος. πολίχνιον δέ ἦν τὰ πρῶτα καὶ πρὸ Φιλίππου Κρηνίδες ὀνομαζόμενον, παρ’ ἐνίων δέ Τριμοῦς. ἀλλ’ ὅ τε μέγιστος ἐκεῖνος Φίλιππος εἰς μέγεθος τὴν πόλιν ἐξάρας καὶ περικυκλώσας ταύτην τείχεσι περιβόητον τῶν ἐν Θρᾴκῃ πεποίηκε πόλεων ἱππικά τε καταστησάμενος ἐν αὐτῇ μέγιστα καὶ ἀλλ’ ἄττα κατασκευάσματα θαύματος ἄξια, ὧν ἴχνη κατέλαβον καὶ αὐτὴ μετὰ τοῦ αὐτοκράτορος ἐπιδεδημηκυῖα τὴν πόλιν κατὰ χρείαν τινά. ἡ δὲ πόλις τρίλοφός ἐστιν ἑκάστου λόφου περιζωννμένου τείχει μεγάλῳ καὶ ὑψηλῷ· ὅπου δέ πρὸς πεδιάδας ὑποκύπτει καὶ τάφρος αὐτὴν περιθέει παρ’ Εὔρῳ κειμένη. καὶ ἢν, ὡς ἔοικε, ποτέ πόλις ἡ πόλις αὕτη μεγάλη τε καὶ καλή. ἀφ οὑ δέ Ταῦροι καὶ Σκύθαι τὴν πόλιν ἐν τοῖς ἀνέκαθεν χρόνοις ἠνδραποδίσαντο, εἰς τόδε τοῦ σχήματος ἡ πόλις κατέστη, έν ᾧ ἡμεῖς κατειληφότες αὐτὴν ἐπὶ τῶν τοῦ ἐμοῦ πατρὸς σκήπτρων τὴν πόλιν μεγαλόπολιν ὡς ὄντως ἐτεκμηράμεθα. ἐδυστύχει δέ μετὰ τῶν ἄλλων καὶ ἀσεβῶν ἐπιδημίᾳ πολλῶν. Ἀρμένιοί τε γὰρ διενείμαντο τὴν πόλιν ταύτην καὶ οἱ λεγόμενοι Βογόμιλοι, περὶ ὧν ὕστερον καὶ αὐτῶν καὶ τῆς τούτων αἱρέσεως ἐροῦμεν κατὰ καιρόν, καὶ δὴ καὶ οἱ δυσθεώτατοι Παυλικιάνοι, τῆς Μανιχαϊκῆς ἀποσπάδαι τυγχάνοντες, ἐκ Παύλου καὶ Ἰωάννου, ὡς καὶ τοὔνομα λέγει, γεγενημένοι, οἱ τῆς ἀσεβείας τοῦ Μάνεντος ἐπισπασάμενοι ἄκρατον τοῖς ἀπ᾿ ἐκείνων μεταδεδώκασιν. ἠβουλόμην οὖν τὸ δόγμα τῶν Μανιχαίων ἐπιδραμεῖν καὶ συνεσπειραμένως ἀναπτύξαι, προσέτι σπουδάσαι [τε] τὴν ἀνατροπὴν τῶν ἀθεω- τάτων δογμάτων τούτων. ἀλλ’ ἅμα μὲν εἰδυῖα, ὅτι πᾶσίν ἐστι καταγέλαστος ἡ τῶν Μανιχαίων αἵρεσις, ἅμα δέ καὶ πρὸς τὴν ἱστορίαν ἐπισπεύδουσα παρίημι τοὺς κατὰ τούτων ἐλέγχους. καὶ ἄλλως δέ οὐ τοὺς τῆς ἡμετέρας αὐλῆς μόνον, ἀλλὰ καὶ αὐτὸν οἶδα τὸν καθ’ ἡμῶν λελυττηκότα Πορφύριον ἐν πλείοσι κεφαλαίοις εἰς ἀτοπίαν πολλὴν συνωθήσαντα τὸ τῶν Μανιχαίων φλύαρον δόγμα ἐπιστημονικώτατα περὶ τῶν δύο ἀρχῶν ἐπισκεψάμενον, εἰ καὶ ἡ μοναρχία τούτου εἰς τὴν Πλατωνικὴν ἑνάδα ἢ καὶ τὸ ἱν τοὺς ἀναγινώσκοντας ἀναγκάζει συνάγειν. ἡμεῖς γὰρ μοναρχίαν τιμῶμεν, οὐχ ἣ ἓν πρόσωπον περιγράφει. οὐδὲ τὸ ἓν τὸ τοῖ Πλάτωνος προσηκάμεθα· τουτοῒ τὸ παρ’ Ἕλλησιν ἄρρητον καὶ Χαλδαίοις ἀπὸρρητον· ἐξαρτῶσι γὰρ αἰτοῦ πολλὰς καὶ ἄλλας Μ ἀρχὰς ἐγκοσμίους τε καὶ ὑπερκοσμίοις. ἀλλὰ τούτους δὴ τοῖς ἀπὸ Μάνεντος καὶ Παύλου καὶ Ἰωάννου, τῶν τῆς Καλλινίκης, ἀγριωτέρους ὄντας τὰς γνώμας καὶ ὠμοὺς καὶ μέχρις αἵματος διακινδυνεύοντας ὁ ἐν βασιλεῦσιν ἐκεῖνος θαυμάσιος Ἰωάννης ὁ Τζιμισκῆς πολέμῳ νικήσας ἐξανδραποδισάμενος ἐκ τῆς Ἀσίας ἐκεῖθεν ἀπὸ τῶν Χαλύβων καὶ τῶν Ἀρμενιακῶν τόπων εἰς τὴν Θρᾴκην μετήνεγκε καὶ τὰ περὶ τὴν Φιλιππούπολιν αὐλίζεσθαι κατηνάγκασεν, ἅμα μὲν τῶν ἐρυμνοτάτων πόλεων καὶ φρουρίων, ἃ κατεῖχον τυραννιῶντες, ἀπαγαγών, ὁμὰ δέ καὶ φύλακας ἐπιστήσας ἀσφαλεστάτους τῶν Σκυθικῶν ἐκείνων διεκδρομῶν, ἃς ὑποσύχνως ὑπὸ βαρβάρων τἀπὶ Θρᾴκης ἐπεπόνθει χωρία· ὑπερβαίνοντες γὰρ τὰ τέμπη τοῦ Αἵμου τὰς ὑπὸ τοῦτον πεδιάδας κατέτρεχον. ὁ δ’ Αἷμος οὗτος ὄρος ἐστὶ μακρότατον κατὰ γραμμὴν παράλληλον τῇ Ῥοδόπῃ κείμενον. ἄρχεται μέν ἀπὸ τοῦ Εὐξείνου Πόντου τὸ ὄρος καὶ μικρὸν παραμείβων τοὺς καταρράκτας μέχρις αὐτῶν Ἰλλυρικῶν διήκει· οἶμαι δ᾿, ὅτι καὶ διακοπτόμενον τῷ Ἀδριαντικῷ πελάγει πάλιν εἰς ἀντιπέραν ἤπειρον ἀναλαμβάνει καὶ μέχρις αὐτῶν Ἑρκυνίων δρυμῶν ἀποτελευτᾷ. ἑκατέρωθεν δὲ τῶν καταρρύτων αὐτοῦ πολλὰ καὶ πλουσιώτατα ἔθνη νέμεται Λάκων μὲν ὄντων βορειοτέρων καὶ τῶν Θρᾳκῶν, νοτιωτέρων δέ Θρᾳκῶν τε αὐτῶν καὶ Μακεδόνων. τοῦτον τὸν Αἷμον διαπερῶντες οἱ Νομάδες Σκύθαι κατὰ τοὺς ἀνέκαθεν χρόνους, πρὶν ἢ τοῦ Ἀλεξίου τὸ δόρυ καὶ οἱ πολλοὶ ἀγῶνες εἰς πανωλεθρίαν κατήνεγκαν, πανστρατιᾷ τὴν Ῥωμαίων ἡγεμονίαν ἐκάκουν καὶ μάλιστα τὰς ἐγγυτέροις πόλεις, ὧν προὐκάθητο ἡ πάλαι πολυθρύλλητος Φιλιππούπολις. ὁ δὲ Τζιμισκῆς Ἰωάννης τοὺς ἐκ τῆς Μανιχαϊκῆς αἱρέσεως ἀντιμάχοις ἡμῖν ποιησάμενος συμμάχους κατά γε τὰ ὅπλα ἀξιομάχους δυνάμεις τοῖς νομάσι τούτοις Σκύθαις ἀντέστησε· καὶ τὸ ἐντεῦθεν ἀπὸ τῶν λειόνων καταδρομῶν ἀνέπνευσε τὰ τῶν πόλεων. οἱ μέντοι Μανιχαῖοι φύσει ὄντες ἐλεύθεροι καὶ ἀνυπότακτοι τὸ εἰωθὸς ἐποίουν καὶ εἰς τὴν φύσιν ἀνέκαμπτον. πᾶσα γὰρ Φιλιππούπολις πλὴν ὀλίγων ὄντες Μανιχαῖοι τῶν τε αὐτόθι Χριστιανῶν ἐτυράννουν καὶ τὰ τούτων διήρπαζον μικρὰ φροντίζοντες ἢ οὐδέν τῶν ἀποστελλομένων παρὰ βασιλέως. ηὔξανον τοίνυν καὶ τὰ κύκλῳ Φιλιππουπόλεως πάντα ἦσαν αἱρετικοί. συνεισέβαλε δέ καὶ τούτοις ἕτερος ποταμὸς ὁ τῶν Ἀρμενίων ἁλμυρὸς καὶ ἄλλος ἀπὸ τῶν θολερωτάτων πηγῶν Ἰακώβου. καὶ ἦν, ὡς οὕτω γε φάναι, κακῶν ἁπάντων μισγάγκεια· καὶ τὰ μὲν δόγματα διεφώνουν, συνεφώνουν δὲ ταῖς ἀποστασίαις οἱ ἄλλοι τοῖς Μανιχαίοις. ἀλλ’ ὅ γε πα- τὴρ ἐμὸς καὶ αὐτοκράτωρ καὶ πρὸς τούτους τὴν στρατιωτι- κὴν αὐτοῦ πολυπειρίαν ἀντιτάξας τοὺς μέν ἀμαχὶ συνειλήφει, τοὺς δὲ καὶ μετὰ μάχης ἠνδραποδίσατο. οἶον δ’ αὖ τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ πρᾶγμα ὄντως καὶ ἀπο- στολικώτατον. τί γὰρ ἄν τις τοῦτον οὐκ ἐπαινέσειε; πότερον ὅτι περὶ τὰς στρατηγίας ἀμελῶς εἶχε; καὶ μὴν ἀνατολὴν καὶ δύσιν ἐπλήρωσε τῶν στρατηγημάτων. ἀλλ’ ὅτι τοὺς λόγους παρὰ φαῦλον ἐτίθει; καὶ μήν, ὡς οὐδεὶς ἄλλος, περὶ τὴν θείαν γραφὴν ἐσπουδάκει, ὡς καὶ τὴν γλῶτταν διαθῆξαι πρὸς τὰς τῶν αἱρετικῶν συμπλοκάς. καὶ μόνος οὕτος ὅπλα καὶ λόγους ἀνέμιξε καὶ τοῖς μέν ὅπλοις τοὺς βαρβάρους ἐνίκα, τοῖς δέ λόγοις ἐχειροῦτο τοὺς ἀντιθέους, ὡσπερ δὴ τότε καὶ κατὰ Μανιζαίων ἐξώπλιστο ἀποστολικὴν ἀντὶ στρα- τηγικῆς ἀναδεξάμενος ἀγωνίαν. καὶ ἔγωγε τοῦτον τρισκαιδέκατον ἂν ἀπόστολον ὀνομάσαιμι. καίτοι τινὲς Κωνσταντίνῳ τῷ μεγάλῳ τοῦτο τὸ κλέος προσάπτουσιν· ἐμοὶ δέ δοκεῖ ἡ σὺν τῷ Κωνσταντίνῳ τῷ αὐτοκράτορι τετάχθαι τοῦτον, ἤ εἴ τις φιλονεικείη, ἔστω μετά γε Κωνσταντῖνον ἀπόστολος ἅμα καὶ βασιλεὺς ὁ ᾿Αλέξιος ὡς γὰρ ἔφθημεν ἄνωθεν εἰρηκότες, κατὰ τὴν Φιλίππου γενόμενος διὰ τὰς εἰρημένας αἰτίας τῶν Κομάνων μήπω καταλαβόντων ὀδοῦ πάρεργον μεῖζον τοῦ ἔργου ἐποιεῖτο τοὺς Mανιχαίοις τῆς ατλμυδᾶς μετάγων θρησκείας καὶ τοῦ γλυκέος ἐμφορῶν δόγ- ματος. ἀπὸ πρωΐας οὖν μέχρι δείλῖς [ἑῴας] ἢ καὶ ἑσπέρας, ἔστιν οὗ καὶ δειτέρας ἢ καὶ τρίτης φυλακῆς τῆς νυκτὸς μεταπεμπόμενος τούτους τὴν ὀρθότομον ἐδίδασκε πίστιν ἐξελέγχων τὸ διεστραμμένον τῆς αὐτῶν αἱρέσεως. συμπαρῆσαν δὲ τούτῳ Εὐστράτιος ὁ τῆς Νικαίας πρόεδρος, ἀνὴρ τά τε θεῖα σοφὸς καὶ τὰ θίραθεν, αὐχῶν ἐπὶ ταῖς διαλέξεσι μᾶλλον ἢ οἱ περὶ τὴν στοὰν καὶ ἀκπδημίαν ἐνδιατρίβοντες, βοντες, καὶ αὐτὸς δὴ ὁ τῆς Φιλιππουπόλεως τῷ ἀρχιερα- τικῷ ἐγκαθιδρυμένος θρόνῳ. ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὸν ἐμὸν Καίσαρα Νικηφόρον ὁ αὐτοκράτωρ συναιρόμενον εἶχε στομώσας τοῦτον τῇ τῶν θείων βιβλίων μελέτῃ. πολ- λοὶ μὲν οὖν τηνικαῦτα τῶν Μανιχαίων μηδὲ διστάζοντες ὅλως προσῄεσαν τοῖς ἱερεῦσιν ἐξομολογούμενοι τὰρ σφῶν ἁμαρτίας καὶ τοῦ θείου φωτίσματος ἐπιτυγχάνοντες· πολλοὺς δὲ ἦν ἰδεῖν τηνικαῦτα ὑπὲρ τοὺς Μακαβαίους ἐκείνους τῆς δὲ ἦν ἰδεῖν τηνικαῦτα ὑπὲρ τοὺς Μακαβαίους ἐκείνους τῆς ο θείων προφέροντας γραφῶν ἐντεῦθεν ἰσχυροποιεῖν οἰομένους τὸ σφῶν αὐτῶν κατάπτυστον δόγμα. ἀλλὰ τῇ συνεχεῖ τοῦ αὐτοκράτορος ὁμιλίᾳ καὶ ταῖς συχναῖς παραινέσεσι καὶ τού- των οἱ πλείους πειθόμενοι τοῦ θείου μετέσχον βαπτίσματος. καὶ γὰρ ἐξ ἀνατολῶν ἡλιακῶν ἀκτίνων ἐς βαθυτάτην νύκτα πολλάκις τὰ τῆς διαλέξεως παρετείνετο, καὶ τῆς τοιαύτης ὁμιλίας μὴ ἀφιστάμενος ἄσιτος τὰ πολλὰ διετέλει καὶ ταῦτα ἐν καιρῷ θέρους ἐν ὑπαίθρῳ σκηνῇ διακαρτερῶν.