Ancient Greek · ~2 min
Page 290
Anonymi de Barbarismo et Soloecismo, De barbarismo et soloecismo 290
Not analysed yet
Βαρβαρισμός ἐστιν ἁμάρτημα ἐν λέξει γινόμενον παρὰ τὴν τῶν ἑλληνιζόντων συνήθειαν. εἴρηται δὲ οὕτως, βαρυαυδατισμός τις ὤν. γίνεται δὲ τρόποις πέντε, προσθέσει, ἀφαιρέσει, ἐναλλαγῇ, μεταθέσει, καὶ περὶ προσῳδίαν· προσθέσει γράμματος, ὡς ἐάν τις λέγῃ Αἰσχινέου δέον Αἰσχίνου· ἀφαιρέσει, ἐάν τις λέγῃ Δημοσθένε δέον Δημοσθένεα· ἐναλλαγῇ γράμματος, οἷον ἐάν τις λέγῃ δρίφος ἀντὶ τοῦ δίφρος· μεταθέσει γράμματος, ὡς κίσηλις δέον κίσηρις. γίνονται δὲ βαρβαρισμοὶ καὶ περὶ προσῳδίαν. σολοικισμός ἐστιν ἀκατάλληλος θέσις τῶν τοῦ λόγου μερῶν.