Ancient Greek · ~3 min
Page 291
Anonymi de Barbarismo et Soloecismo, De barbarismo et soloecismo 291
Not analysed yet
εἴρηται δὲ σολοικισμὸς ἤτοι ἀπὸ τῶν εἰς Σόλους μετοικησάντων, οἳ πειρώμενοι τῇ Σόλωνος χρῆσθαι διαλέκτῳ ἡμάρτανον, ἢ ἀπὸ τοῦ τὸν σῶον λόγον λυμαίνεσθαι ἢ ἀπὸ τοῦ θολισμὸν εἶναι τοῦ λόγου, τοῦτ' ἔστι σκοτισμόν. γίνεται δὲ περὶ τὰ μέρη τοῦ λόγου καὶ περὶ τὰ παρεπόμενα. περὶ τὰ γένη, ὡς Εὐριπίδης· ὦ Κύπρις, ὡς ἡδεῖα καὶ μοχθηρός. περὶ τὰς πτώσεις, ὡς ὦ φίλος. περὶ τοὺς ἀριθμούς· τὸ μέν τι χαίρω, τὸ δέ τι καὶ λυπούμεθα. περὶ δὲ τὰ σχήματα σολοικίζουσιν οἱ λέγοντες ὄναγρον· τὰ γὰρ σύνθετα ἐκ διαιρέσεως προφέρονται Ἀττικοί. περὶ τὰ εἴδη ὃς Οἰδίπουν ἀπώλεσ', Οἰδίπους δ' ἐμέ. περὶ τοὺς χρόνους· ἐγὼ δέ κ' ἄγω Βρισηίδα καλλιπάρῃον. περὶ τὰς διαθέσεις, ὡς παρὰ Πινδάρῳ καλεῖτ' ἐς χορὸν Ὀλύμπιοι, ἀντὶ τοῦ καλεῖσθε. περὶ τὰς ἐγκλίσεις, ὡς παρὰ Καλλιμάχῳ· ἴσχε,