Ancient Greek · ~3 min
Page 292
Anonymi de Barbarismo et Soloecismo, De barbarismo et soloecismo 292
Not analysed yet
τέκος, μὴ πῖθι, προστακτικὴ ἀντὶ τῆς ὑποτακτικῆς τῆς μὴ πίῃς. περὶ πρόσωπα, ὡς ἐν ἀντωνυμίαις· σφέτερον πατέρ' ὑμνείουσαι, ἀντὶ τοῦ ὑμέτερον. περὶ τὰς μετοχάς· οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ, ἀντὶ τοῦ πληγεῖσαι. περὶ τὰ ἄρθρα· μακροῖσι ξυστοῖσι, τά ῥά σφ' ἐπὶ νηυσὶν ἔκειτο. περὶ τὰς προθέσεις, ὡς κάππεσον ἐν Λήμνῳ, καὶ παρὰ Θουκυδίδῃ· εἰς τὸ Ἡραῖον ἐκαθέζοντο, καὶ παρὰ Μενάνδρῳ· καθιζάνει μὲν ἐνίοτ' εἰς τὰ σήσαμα, καὶ ἐν Ψοφοδεεῖ· ἐπίσημον αὖ τὴν ἀσπίδ' ἐς τὴν τοῦ Διὸς στοὰν ἀνέθηκαν. περὶ τὰ ἐπιρρήματα, ὡς παρ' Εὐριπίδῃ· πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ' ἔσω, ἀντὶ τοῦ ἔνδον. περὶ τοὺς συνδέσμους, ἐάν τις τῷ μὲν τὸν δὲ μὴ ἐπενέγκῃ, οἷον