Ancient Greek
ΕΤΕΡΩΣ ΠΕΡΙ ΒΑΡΒΑΡΙΣΜΟΥ ΚΑΤΑ ΠΛΑΤΟΣ.
Anonymi de Barbarismo et Soloecismo, De barbarismo et soloecismo ΕΤΕΡΩΣ ΠΕΡΙ ΒΑΡΒΑΡΙΣΜΟΥ ΚΑΤΑ ΠΛΑΤΟΣ..1
Not analysed yet
Τοῦ λόγου ἀρεταὶ μέν εἰσιν ἕξ. Ἑλληνισμὸς, Σαφήνεια, Κυριολογία, Συντομία, Εὐσυνθεσία, Εὐπρέπεια. Κακίαι δὲ ταύταις ἀντικείμεναι ὁμοίως ἕξ. Βαρβαρισμὸς, Ἀσάφεια, Ἀκυρολογία, Μακρολογία, Κακοσυνθεσία, Ἀπρέπεια. Ἑλληνισμὸς μὲν οὖν ἐστι λέξις ὑγιὴς, καὶ ἀδιάστροφος λόγου μερῶν συμπλοκὴ μετάλληλος ☼)· Βαρβαρισμὸς δέ ἐστι λέξις ἡμαρτημένη παρὰ τὴν τῶν Ἑλληνιζόντων συνήθειαν. Διαφέρει δὲ Βαρβαρισμὸς Σολοικίας· ὅτι ἡ μὲν Σολοικία τὴν τάξιν βλάπτει τοῦ λόγου, ὁ δὲ Βαρβαρισμὸς τὰ ἔπη τῆς λέξεως. Γίνεται δὲ Βαρβαρισμὸς κατὰ τρόπους ἐννέα· προσθέσει, ἀφαιρέσει, ἐναλλαγῇ, μεταθέσει, συναλοιφῇ, διαιρέσει, τόνῳ, χρόνῳ, πνεύματι. Κατὰ μὲν οὖν Πρόσθεσιν βαρβαρίζουσιν οἱ λέγοντες Σωκράτην, Δημοσθένην. τὰ γὰρ εἰς η̄ς̄ λήγοντα σύνθετα οὐ προσλαμβάνει ἐπὶ τῆς αἰτιατικῆς τὸ ν̄, ὅπαν ᾖ παρ’ οὐδετέρων πρὸς τὴν κατάληξιν, ἢ ῥῆμα ἐπὶ τέλει ἐμφαίνηται. Κατὰ δὲ Ἀφαίρεσιν· ὡς εἴ τις λέγοι τὸν Ἑρμῆ, δεῖ γὰρ λέγειν τὸν Ἑρμῆν. Κατὰ δὲ Πρόσθεσιν· λέγοντες τὸν δίφρον, δρίφον· καὶ τὸ φέρω, φέρνω· καὶ Μυτιληναῖον, Μιτυληναῖον· ἀπὸ γὰρ τοῦ Μύτωνος τοῦ κτίστου Μυτιλήνη καλεῖται. Κατὰ δὲ Ἐναλλαγὴν, ὅσοι λέγουσιν ἀντὶ τοῦ ἐδυνάμην, ἠδυνάμην· καὶ ἀντὶ τοῦ ἐβουλόμην, ἠβουλόμην. ὅσα γὰρ ἀπὸ συμφώνου ἄρχεται τῶν ῥημάτων ἐν τῷ ἐνεστῶτι χρόνῳ, ταῦτα κατὰ τὸν παρατατικὸν ἀπὸ τοῦ ε̄ ἄρχεται. λέγω, ἔλεγον· φέρω, ἔφερον· οὕτω μέλλω, ἔμελλον· βούλομαι, ἐβουλόμην· καὶ δύναμαι, ἐδυνάμην. Κατὰ δὲ Συναλοιφὴν, ὡς Μένανδρος λέγει, Ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν. ἀντὶ τοῦ φάναι, ὁ ἕτερος· ἡ γὰρ τοιαύτη συναλοιφὴ γίνεται ἐπὶ οὐδετέρου ἄρθρου, ὅταν αὐτῷ ἐπιφέρηται ὄνομα ἀπὸ φωνήεντος ἀρχόμενον, οἷον τὸ ἕτερον λέγω θάτερον· ἐπὶ ἀρσενικοῦ δὲ οὐδαμῶς. Κατὰ δὲ Διαίρεσιν, ὡς ὅταν Ἡσίοδος λέγῃ, Μάγνης δ’ αὖ Δίκτην τε καὶ ἀντίθεον Πολυδεύκεα. οὐ γὰρ διαιρεῖται, ὧν ἡ αἰτιατικὴ εἰς ν̄ λήγει· αἱ γὰρ εἰς ᾱ λήγουσαι αἰτιατικαὶ διαιροῦνται, Δημοσθένεα, Δημοσθένη γὰρ καὶ Διογένη. Κατὰ δὲ Τόνον βαρβαρίζουσιν οἱ λέγοντες, ἐὰν βουλῶμαι, καὶ ἐὰν ἀρχῶμαι. δεῖ γὰρ λέγειν, ἐὰν βούλωμαι, καὶ ἐὰν ἄρχωμαι· ἐπειδὴ τὰ ὑποτακτικὰ τοῖς ἰδίοις ὁριστικοῖς ὁμοτονεῖ, φέρομαι, ἐὰν φέρωμαι· λέγομαι, ἐὰν λέγωμαι· οὕτω καὶ ἐὰν βούλωμαι, καὶ ἐὰν ἄρχωμαι. Ὁμοίως καὶ περὶ τοὺς τόνους βαρβαρίζουσιν οἱ λέγοντες ἀκρᾶτον προπερισπωμένως· δεῖ γὰρ λέγειν ἄκρατον προπαροξυτόνως· ἡ γὰρ τοῦ ᾱ στέρησις προτιθεμένη τῶν δισυλλάβων ὀνομάτων εἰς ο̄ς̄ ληγόντων ἀναβιβάζει τὸν τόνον· οἷον κακὸς, ἄκακος· φθαρτὸς, ἄφθαρτος· οὐκοῦν καὶ κρατὸς, ἄκρατος. Κατὰ δὲ Χρόνους βαρβαρίζουσιν οἱ λέγοντες πινακωῒς ἐκτεταμένως· δεῖ γὰρ λέγειν πινακὶς συνεσταλμένως, ὡς θυρὶς, σανίς. Κατὰ δὲ Πνεῦμα βαρβαρίζουσιν οἱ λέγοντες αὕριον δασέως· δεῖ γὰρ αὔριον ψιλῶς· ἐπείπερ εἴρηται παρὰ τὴν αὔραν, ἥτις ἐκ τῶν ποταμῶν ἕωθεν ἀναδίδοσθαι φιλεῖ. Αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό. ἄλλως τε καὶ διὰ ψιλοῦ τοῦ στοιχείου συναλείφεται. Μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον, ἔς τ’ ἔννηφι. εἰ γὰρ ἦν δασυ, πάντως ἂν διὰ τοῦ θ ὤφειλεν εἶναι ἡ συναλοιφή. Ἀκυρολογία δὲ, ἥτις περὶ τὸ σημαινόμενον ἁμαρτάνεται· τῆς δὲ κακίας μέρος ἐστὶ καὶ ἡ ἀκυρολογία. ὡς παρὰ τῷ Καλλιμάχῳ ἐπὶ τῶν ἀπολομένων νηπίων, Μητέρας ἐξεκένωσαν, ἐκούφισσαν δὲ τιθήνας. Τοὐναντίον γὰρ, ἐβάρυναν ἀπολέσαντες τὰ ὑπ’αὐτῶν τρεφόμενα βρέφη. καὶ παρ’ Αἰσχύλῳ, Ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς.