Ancient Greek
ΠΕΡΙ ΣΟΛΟΙΚΙΑΣ ΚΑΤΑ ΠΛΑΤΟΣ.
Anonymi de Barbarismo et Soloecismo, De barbarismo et soloecismo ΠΕΡΙ ΣΟΛΟΙΚΙΑΣ ΚΑΤΑ ΠΛΑΤΟΣ..1
Not analysed yet
Σολοικία ἐστὶν ἀκατάλληλος πλοκὴ τῶν τοῦ λόγου μερῶν παρὰ τὴν τῶν Ἑλληνιζόντων συνήθειαν. Σολοικίζουσι δὲ κατὰ τρόπους ῑε̄· περὶ γένη, περὶ ἀριθμοὺς, περὶ τὰς πτώσεις, περὶ τὰ εἴδη, περὶ τὰ γενικὰ καὶ εἰδικὰ, περὶ τὰ πάθη, περὶ τὰ ἐνεργήματα, περὶ τοὺς χρόνους, περὶ τὰ πρόσωπα, περὶ τὰς ἐγκλίσεις τῶν ῥημάτων, περὶ τὰ ἄρθρα, περὶ τὰς ἀντωνυμίας, περὶ τὰς προθέσεις, περὶ τὰ ἐπιῤῥήματα, περὶ τοὺς συνδέσμους. Περὶ μὲν οὖν Γένη· ὡς παρ’ Ὁμήρῳ, Δῶρόν τοι καὶ ἐγὼ τέκνον φίλε τοῦτο δίδωμι. ἀντὶ τοῦ, τέκνον φίλον. Περὶ δὲ τοὺς Ἀριθμούς· ὡς παρ’ Ἡσιόδῳ, Τῆς δ’ ἦν τρεῖς κεφαλαί. ἀντὶ τοῦ, ἦσαν. Περὶ δὲ τὰς Πτώσεις· Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων, Ἠέλιος, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις. ἀντὶ τοῦ, ὦ ἥλιε. Περὶ τὰ Εἴδη· ὡς εἴτις ἁπλοῦν ἀντὶ συγκριτικοῦ τάξειεν, οἷον, δῖα θεάων, ἀντὶ τοῦ διοτάτη. καὶ ☼γυναικῶν θηλυτεράων, ἀντὶ τοῦ θηλειῶν. καὶ, δικαιότατος Κενταυρων, ἀντὶ τοῦ δικαιος. Περὶ δὲ Γενικὰ καὶ Εἰδικά· ὡς παρ’ Ὁμήρῳ, πατὴρ ἀνδρῶν τε θεῶν τε. εἶδος μὲν γὰρ ἄνδρες, γένος δὲ, ἄνθρωποι. Περὶ δὲ τὰ Πάθη· ὡς εἴ τις λέγοι, οἰκοδομοῦμαι πύργον, ἀντὶ τοῦ οἰκοδομῶ. Περὶ δὲ Ἐνεργήματα· ὡς παρ’ Ὁμήρῳ, Ναιετάουσι πόληες. ἀντὶ τοῦ ναιετάονται. καὶ, ῥέε δ’ αἵματι γαῖα. ἀντὶ τοῦ ἐῤῥεῖτο. Περὶ δὲ τὰ Πρόσωπα· ὡς παρ’ Ὁμήρῳ, Ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ, Σοί τ’ ἐπιπείθονται, καὶ δεδμήμεθα ἕκαστος. ἀντὶ τοῦ δέδμηνται. Περὶ δὲ Χρόνους· ὡς παρ’ Εὐριπίδῃ, Θύρσον δέ τις λαβοῦσ’ ἔπαισεν εἰς πέδον, Ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς. ἀντὶ τοῦ ἐπήδησεν. Περὶ δὲ τὰς Ἐγκλίσεις τῶν ῥημάτων· ὡς εἴ τις ἐναλλάττει εὐκτικὰ ὁριστικοῖς, ἢ προστακτικὰ ἀπαρεμφάτοις, ἢ ἄλλο τι τῶν τοιούτων, ὡς παρ’ Ὁμήρῳ, Αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιοὺς, Πειρᾷν δ’, ὥς κεν ——ὑπερκύδαντας Ἀχαιούς. ἀντὶ τοῦ πείραζε, ὡς καὶ προείρηκεν ἐλθέ. καὶ, Πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ’ ὀνομήνω. ἀντὶ τοῦ οὐ μυθησαίμην. Περὶ δὲ τὰ Ἄρθρα· ὡς εἴ τις ὑποτακτικοῖς χρήσαιτο ἀντὶ προτακτικῶν. οἷον, Μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω. ἀντὶ τοῦ, ὁ μέν· καὶ ἔμπαλιν προτακτικοῖς ἐχρήσατο ἀντὶ ὑποτακτικῶν, Ἠπείλησεν μῦθον, ὁ δὴ τετελεσμένος ἐστίν. ἀντὶ τοῦ, ὃς δή. καὶ, ὅ μιν πρόφρων ὑπέδεκτο. ἀντὶ τοῦ, ὅς μιν. Περὶ δὲ τὰς Ἀντωνυμίας· ὡς εἴ τις ἀσύναρθρον ἀντὶ συνάρθρου παραλαμβάνοι. ὡς παρ’ Ὁμήρῳ Ζηνόδοτος παραγράφει λέγων, πρὸς ε̄ῑς̄ ἀντὶ τοῦ σ̄ο̄ῑ σύναρθρος. ἢ εἴ τις, ἐπὶ μὲν τοῦ πρώτου προσώπου λέγοντος ὑμεῖς, ἐπὶ δὲ δευτέρου προσώπου τάξειεν ἀντωνυμίαν τὴν ἁρμόζουσαν τρίτῳ προσώπῳ. ὡς παρ’ Ἡσιόδῳ, Δεῦτε Δί’ ἐννέπετε σφέτερον πατέρ’ ὑμνείουσαι. ἀντὶ τοῦ, ὑμέτερον. Περὶ δὲ τὰς Προθέσεις· Εἰς ἐλάτην ἀναβὰς, ἀντὶ τοῦ, ἐλάτην. καὶ, Κάππεσον ἐν Λήμνῳ· ἀντὶ τοῦ, εἰς Λῆμνον. Περὶ δὲ Ἐπιῤῥήματα· καὶ εἴσω δόρπον ἕλοντο. ἀντὶ τοῦ ἔνδον. καὶ παρ’ Εὐριπίδῃ, Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος Θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω. ἀντὶ τοῦ ἔνδον. καὶ, Πωλεῖταί τις δεῦρο γέρων. ἀντὶ τοῦ, ἐνθάδε. καὶ, Ναὶ μὰ τόδε σκῆπτρον. ἀντὶ τοῦ, νὴ τοῦτο. καὶ ὅταν τις ἀπαγορευτικῷ χρήσηται ἀντὶ ἀρνητικοῦ. οἷον, Μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων. ἀντὶ τοῦ, οὐ δι’ ἐμήν. Περὶ δὲ τοὺς Συνδέσμους· ὅταν τις τῷ μὲν μὴ ἐπενέγκῃ τὸν δὲ, ἢ ἕτερον ἰσοδυναμοῦντα. ἢ τῷ ἤτοι διαζευκτικῷ μὴ ἐπενέγκῃ τὸν ἤ. ἢ εἴ τις χρήσαιτο τῷ μὲν ἢ προτακτικῷ, τῷ δὲ ἤτοι ὑποτακτικῷ, λέγων, ἢ τόδε, ἤτοι τόδε· τοὐναντίον γὰρ χρὴ ποιεῖν, προτάσσειν μὲν τὸν ἤτοι, ὑποτάσσειν δὲ τὸν ἢ, λέγοντας, ἤτοι τόδε, ἢ τόδε. Σολοικίζουσι δὲ καὶ περὶ τὸ μικτὸν καλούμενον· ἐπειδὰν δύο ἢ πλείονα εἴδη τῶν εἰρημένων ἐμπεριέχηται. ὡς ἐν τῷ, ἕνα λίθον πένθ’ ὑπῆσαν σκόρπιοι. Σολοικίζει δὲ καὶ, ὁ τὸ παιδίον δεικνὺς, καὶ λέγων οὗτος. Σολοικία δὲ καὶ Βαρβαρισμὸς τούτῳ διενηνόχασιν ἀλλήλων, ὅτι ἡ μὲν Σολοικία περὶ πλείονας γίνεται λέξεις ἀκαταλλήλως πλεκομένας, καὶ τὸ σημαινόμενον ἐναλλάσσει. οἷον, Ναιετάουσι πόλιν, ἀντὶ τοῦ ναιετάονται· ὁ δὲ Βαρβαρισμὸς περὶ μίαν γίνεται λέξιν, καὶ μόνης τῆς φωνῆς ἐστιν ἁμάρτημα. ὁ γὰρ λέγων περισπωμένως εὐγενῆς, τὸ μὲν σημαινόμενον φυλάττει, πταίει δὲ κατὰ τὴν προφορὰν, περισπωμένῃ χρώμενος ἀντὶ ὀξείας. Ὠνόμασται δὲ ὁ μὲν Βαρβαρισμὸς κατὰ ἐναντιότητα τοῦ Ἑλληνισμοῦ, ἐπειδήπερ ἡ κατορθωμένη λέξις Ἑλληνισμὸς καλεῖται, καὶ ὅτι πᾶν τὸ ἐκ τῆς συνηθισμένης λέξεως μετενηνεγμένον Βάρβαρον λέγεται. Σολοικισμὸς δὲ, ὅτι τοῦ σώου λόγου αἰκία· αἰκίζεται γὰρ τὴν ἀκολουθίαν τοῦ λόγου· ἢ ὅτι οἱ παλαιοὶ Σολοίκους ἐκάλουν τοὺς βαρβάρους. καθὰ φησὶν Ἱππώναξ, Καὶ τοὺς σολοίκους, ἢν λάβωσι, περνᾶσιν. ὥστε τῷ γένει Σολοικίαν εἶναι τὸν βαρβαρισμόν.