Ancient Greek · ~1 min
Section 201
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 201
Not analysed yet
201. τῇ δʼ Ἔρος ὡμάρτησε. ταύτῃ τῇ τεκνογόνῳ1) δυνάμει συνεκολούθησεν ὁ Ἔρως καὶ ὁ Ἵμερος. διαφέρει δὲ ἵμερος καὶ ἔρως. ἔρως μὲν γὰρ ὁ διὰ τῆς ὁράσεως μόνης2 )γινόμενος πόθος, ἵμερος δὲ ἡ μετὰ τὴν ὅρασιν χρῆσις, καὶ τὸ τοῦ ὁραθέντος ἐπαπολαῦσαι.