Ancient Greek · ~1 min
Section 203
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 203
Not analysed yet
203. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν. τοῦτο δὲ ἔλαβεν ἐξ ἀρχῆς· τὰς συνουσίας τῶν παρθένων, τοὺς3) γέλωτας, τὰς ἀπάτας, τὴν τέρψιν, τὴν μειλιχίην. δεῖ γὰρ τὸν ἐρῶντα καὶ πρᾶον εἶναι.