Ancient Greek
Section 265
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 265
Not analysed yet
265. Θαύμας. ἡ δὲ ἀναθυμίασις μιγεῖσα )τῇ Ἠλέκτρᾳ δηλονότι τῇ τοῦ ἡλίου λαμπηδόνι, ἐγέννησε τὴν Ἰριν, τὸ τόξον, (τὴν ὠκείαν διὰ τὸ ταχέως καὶ6) γίνεσθαι καὶ λύεσθαι), ἐγέννησε δὲ καὶ τοὺς ἀνέμους (ἀπὸ γὰρ ξηρῶν ἀναθυμιάσεων οἱ ἄνεμοι γίνονται)· Ἀελλώ, ἐπίθετον τῶν ἀνέμων (οὐ πάντοτε γὰρ ἱλαρὸς ἐπιγίνεται ἄνεμος, ἀλλὰ καὶ καταιγίδες πολλαί). Ὠκυπέτη διὰ τὸ ταχὺ τῶν ἀνέμων.