Ancient Greek · ~5 min
Section 270
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 270
Not analysed yet
270. Φόρκυνι δʼ οὖ Κητώ. ἡ Κητῶ δὲ συνελθοῦσα τῷ Φόρκυνι ἐγέννησε τὰς Γραίας, δηλονότι τοὺς ἀφρούς. τοῦτο δὲ εἶπε διὰ τὸ μὴ πάντοτε πλησίον τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς βάθεσι γίγνεσθαι τοὺς ἀφρούς. καλλιπαρήους διὰ τὸ λευκὸν εἶπεν. ἐκ γενετῆς πολιάς· ἅμα γὰρ τῇ γεννήσει λευκαίνονται. ἐπίθετα καὶ7 )τὰ ὀνόματα τοῖς ἀφροῖς· καὶ Πεφρηδώ μὲν λέγεται ἡ διὰ τοῦ γινομένου ἀφροῦ εὐδία, ᾗ οἱ ναῦται εὐφραίνονται, τοῦ π πλεονάζοντος, Ἐνυὼ διὰ τὸ μάχιμον τούτου, πολλάκις 1) γὰρ γίνεται αἴτιος καταιγίδων. ἐγέννησε καὶ τὰς Γοργόνας πέραν τοῦ κλειτοῦ Ὠκεανοῦ, ἤγουν τοῦ ὕδατος. Γοργόνας δὲ τὰς ἀναθυμιάσεις φησίν, ἴσως διὰ τὸ γοργὸν τούτων. ἐσχατιῇ πρὸς νυκτός, ἤγουν αὐγαζούσης ἡμέρας. τὸ ἔσχατον γὰρ τῆς νυκτὸς ἡ αὐγή ἐστιν, ὅπου ἐν τῷ ἐσχάτῳ τῆς νυκτός εἰσιν αἰ Ἑσπερίδες, ἤγουν αἱ τῆς νυκτὸς ὧραι, ὡς προέφημεν. αἱ λιγύρω νοι. εἴωθε γὰρ κατὰ ταύτην τοὺς ἀνέμους ὀξέως πως καὶ ἠρεμαίως2 )προσπνέειν. ἐπιτίθησι δὲ καὶ ταῖς ἀναθυμιάσεσιν ὀνόματα. καὶ3) τῶν μὲν ποταμίων ὑδάτων Σθενὼ ὀνομάζει διὰ τὸ ἰσχυρὸν καὶ θρεπτικόν, Εὐρυάλην δὲ ἀπὸ τοῦ εὐρὺ τοῦ ἁλός, Μέδουσαν τὴν τῆς γῆς ἀναθυμίασιν 4), ἧ τινι μεδόμεθα καὶ φροντίζομεν. ποία δὲ5 )Μέδουσα; ἡ χαλεπὰ παθοῦσα διὰ τὸ μὴ πάντοτε τὰς ἐκ τῆς γῆς ἀνατελεῖσθαι ἀναθυμιάσεις, ἐπιλειψάσης6) τῆς ἐν αὐτῇ ὑγρότητος.