Ancient Greek
Section 293
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 293
Not analysed yet
293. Ὄρθον τε κτείνας. ἤγουν κρατήσας ὁ ἥλιος την ἔγερσιν καὶ ἐπανάστασιν τῶν νεφῶν καὶ τὸν Εὐρυτίωνα1), ἤτοι αὐτὴν τὴν τῶν ὑδάτων ῥεῦσιν, κτείνας. ποῦ δέ; ἐν τῷ σταθμῷ τῷ ἠερόεντι, ἤγουν ἐν τῷ οὐρανῷ, ἤτοι τῷ ἀέρι, ὃν σκοτεινὸν μὲν εἶπε διὰ τὸ φύσει εἶναι τοιοῦτον. ζοφώδη δὲ σταθμὸν διὰ τὸ μὴ μεταβαίνειν ἀπὸ τόπου εἰς τόπον, ἀλλʼ ἐν τῷ αὐτῷ ἵστασθαι.